1 διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ’ ἡμῖν· “Πᾶσα γὰρ δόσις “ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων·” αὐτῷ δὴ ἄρα προσκεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν
ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθότες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ 2 τῇ κοσμικῇ. πρέποι δ’ ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων το ουαι.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.