ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων Δεσπότη. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ’ ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι,
καθάπερ ἔφην ἀρτίως, ἦχον ῷδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαίαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν 2 3 μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακληθήσομαί φησιν, οὐδὲ ταῖς δι’ ὀργάνων εὐηχίαις ἀποκρούσει
τὰ ἐγκλήματα· ἀλλ’ ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ’ ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ’ ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατασύρων 4 δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταρρήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαρροι. οὕτω
καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἱστὸς ἔσται, καὶ ἕτερον οὐδέν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.