3 λέγων “Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσ- “έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν “θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων “κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε-
“ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου “οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- “μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ “σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν “καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου·
“ἐγενήθητέ μοι εἰς πλησμονήν.” ταύτης ἠρτῆσθαι τῆς 4 διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτ‘ὶς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ’ ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς.
εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.