Θεὸς, κατακομίζοντι μὲν εἰς τὴν γῆν τοὺς ὑπερηφάνους, συνθλῶντι δὲ ὥσπερ καὶ ἀγρεύοντι πρὸς τιμωρίαν τοὺς μόνα φρονοῦντας τὰ ἐπὶ τῆς γῆς. ἀλαζόνες δὲ ἦσαν οἱ ἐξ Ἰσραὴλ, καταφρονοῦντες Θεοῦ καὶ προφήτας παρωθούμενοι καὶ ἀτι- 4 μάζοντες νόμον· ἦσαν δὲ οὐδὲν ἧττον καὶ γλίσχροι λίαν
περὶ τὰ ἐν κόσμῳ πράγματα, καὶ μόνα ἐπιζητοῦντες τὰ ἐπὶ τῆς γῆς, ὧν καὶ ταῖς ἐκτόποις ἐπιθυμίαις ἡττημένοι, τὸν τοῦ Θεοῦ λόγον οὐ προσίεντο, ἀντεπράττοντο δὲ τοῖς καλοῦσιν 5 εἰς ἀρετήν. ἔφασκον γὰρ τοῖς ἁγίοις προφήταις “Ἀλλὰ “ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.
εἴπερ οὖν ἐγώ εἰμι, φησὶν, ὁ ἐν ἰξευτοῦ τρόπῳ καταφέρων τοὺς ὑπερηφάνους, καὶ ὡς ἐν τάξει παγίδος συνθλᾶν εἰωθὼς 6 τὸν ἀλώπεκος δίκην ἢ μυὸς γλίσχρως ἔχοντα πρὸς τὰ ἐν κόσμῳ πράγματα, τί μάτην διώκετε τοὺς ἁγίους, ὅτε μόνους εἰς ὑμᾶς διακομίζουσι λόγους, ἐμοῦ πληροῦντος τὰ ἐξ ὀργῆς
τοῖς δυσσεβοῦσιν ἐπερριμμένα;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.