λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον· ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύμνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μανδρας ἐγγὺς, αναἐστι] 1 θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῆ λαβόντες σπαράττουσι. 2 τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσεβείας
κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ ήρας εἰωθότι βοᾶν, μόνον δὲ οἰ χὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ· ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπ’ ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσσεβεῖν εἰωθότων. ἀλλ’ ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ
ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασοβοῦσα 3 πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρτάνουσι χρησιμωτάτη λίαν ἢ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. μένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ
πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.