μήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει 1 φησὶν ἐφ’ ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ’ ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα 2 δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ
δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέτηκα 3 μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως “Οὐ ποιήσεις 4 “σεαυτῷ σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς,’ καὶ “Κύριόν 5 “δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.” αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκεκυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος 6
τοῦ τὴν πλάνην ἐξευρηκότος “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, 7 “οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων
Θεός “Πᾶσαι Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς 8 “ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν. οὐκοῦν ἧ φησὶν ὁ παροιμιαστής “Ἐνώπιόν εἰσι τῶν τοῦ 9 “Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς 10 “αὐτοῦ σκοπεύει.’’ καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν
μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.