ταῖς τοῦ σώματος ὥραις, κατηγωνίζοντο πένητας καὶ κατεπάτουν πτωχοὺς, μονονουχὶ καταφλέγουσαι πρὸς ἐκτόπους ἡδονὰς τοὺς ἀσθενοῦντας εἰς τοῦτο καὶ πτωχείαν ἔχοντας τὴν πνευματικὴν, οἳ, τῆς ἄνωθεν εὐσθενείας τὸν 1 πλοῦτον οὐκ ἔχοντες, ταῖς τῶν παθῶν προσβολαῖς εὐδιάθρυπτον
ἔχουσι τὴν καρδίαν. αὗται δὴ οὖν αἱ δαμάλεις λέγουσι τοις κυροῖς αυτων Επιδοτε ἥμιν ὅπως πίωμεν. περιαυτίζεται γὰρ ἀεὶ τὰ τῶν γυναίων ἑταιριζόμενα, καὶ βλακείαις ταῖς ἄγαν μονονουχὶ καὶ ἀποκναίουσι τοὺς συνηρπασμένους· μένους· 2 κἂν εἰ δεσπότας ἔχοιεν αὐτοὺς, ἀλλ’ οὖν ὁρῶντα ταῖς ἡδυ- 3 παθείαις ὕπεστ’ ῥὼ μένους, καὶ τὸ αὐταῖς ὅτι μάλιστα δοκοῦν πληροῦν ἀναπείθουσιν. ἀλλ’ ὑμᾶς μέν φησιν, ὦ δαμάλεις, ἐν ὅπλοις λήψονται· τουτέστιν οὐκ ἐν τάξει τῶν ἐρώντων γεγονότες, οἳ κολακεύοντες ἀναπείθουσι καὶ ὑποκοριζόμενοι
θεραπεύουσι, διά τοι τὸ λίαν ἡττᾶσθαι τῆς εἰς ὑμᾶς ἡδονῆς, ἀλλ’ ὠμῶς καὶ ἀγρίως καὶ νόμῳ πολέμου, καὶ αὐτοὺς δὲ τοὺς μεθ’ ὑμῶν τοὺς τρυφῶντας ἐραστὰς κατεμπυριοῦσι. γυμναὶ δὲ ὑμεῖς τῶν ἐκτόπων ἐκείνων ὡραισμῶν, εἰς τὸ ὄρος 4 τὸ ‘Ρεμμᾶν ἀποκομισθήσεσθε.
5
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.