ἀπούσης ἀγάπης, καὶ κατ’ οὐδένα τρόπον τετιμημένης παρ’ 1 ἡμῖν τῆς δικαιοσύνης. “Οὐ γὰρ ὠφελήσουσι θησαυροὶ ἀνό- 2 μους,” κατὰ τὸ γεγραμμένον, “δικαιοσύνη δὲ ῥύεται ἐκ 3 “θανάτου.” οὐκοῦν εἴη ἂν ἄμεινον παρὰ πολὺ τὸ δικαιοσύνης ἐρᾶν καὶ θησαυρίζειν ἐν οὐρανοῖς, καὶ τῶν ἄνω γλίχεσθαι μονῶν, καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἠρτῆσθαι φιλεῖν.
τὰ μὲν γὰρ ἐν τῷδε τῷ κόσμῳ σμικρά τε ἐστὶ καὶ προσκαιρα, καὶ οὐδαμόθεν ἔχει τὸ βεβηκὸς εἰς ἀσφάλειαν· τὸ δὲ καὶ ἀεὶ μένει καὶ σώζεται, καὶ τοῖς ἀπεράντοις αἰῶσι συμπαρομαρτεῖ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.