καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώκασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ ’δε γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἄσσυρίοις καὶ ἐπὶ τὰς χώροις τῆς Αἰγύπτου. καὶ Ἄζωτος Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων
2 χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περσῶν καὶ Μηδῶν πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ’ ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ
προκειμένῳ διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεγὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτη τῶν βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι 3 δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἃν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.