χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ’ αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς 1 ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς
τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἰεροβοὰμ, νενίκηνται γὰρ δι’ αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται Δαμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύλων
γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν ἐκεῖνα μεταγενέστερα, 2 προσάψομεν ἀναγκαίως τῷ τε Ἱεροβοὰμ καὶ τοῖς Ὀζίου καιροῖς τὰ τοῖς ἀλλοφύλοις συμβεβηκότα, καὶ αὐτοῖς δὲ οὐδὲν ἧττον τοῖς τῶν Ἀσσυρίων καθηγηταῖς. ἐπειδὴ δὲ προστέθεικεν ὁ Προφήτης Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, 3 μνήμην ἀναγκαίως καὶ τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν πεποιήμεθα. ἐπειδὴ γὰρ ἱερατεῦσαι τετόλμηκε παρανόμως, λελέπρωται μὲν ἐλέγχοντος Θεοῦ, κατεδονήθη δὲ σεισμῷ τὰ Ιεροσόλυμα καὶ διὰ τοῦδε σαφῶς τοῖς τὸ τηνικάδε Θεοῦ τὴν ἰδίαν ὀργὴν ὑπεμφαίνοντος.
4 5
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.