τοῖς χρωμένοις καὶ ἡ τῶν ἵππων ταχύτης, καὶ αὐτὸ δὴ πρὸς τούτῳ τὸ τὴν ἱππόκροτον εἰδέναι μάχην. ἀλλ’ ἕκαστος τούτων εὑρήσει φησὶ τὴν ἑαυτοῦ καρδίαν ἐν δυναστείαις, τουτέστι, καταδεδυναστευμένην τοῖς δείμασι καὶ παραχωροῦσαν ἀμαχεὶ 1 τοῖς καταδῃοῦν ἐθέλουσι τὸ νικᾶν. ἔσται γὰρ τότε δειλία
μὲν τῶν ἐξ Ἰσραὴλ, τοσαύτη δὲ δυναστεία τῶν Βαβυλωνίων, ὥστε καὶ διώκειν δύνασθαι τὸν γυμνὸν, τουτέστι, κατισχύσαι τῶν ἐν ὅπλοις, κἂν εἴ τις ἀθώρηκτος εἴη τῶν Βαβυλωνίων· καὶ διώκειν δύνασθαι τοὺς ἐν παντευχίαις τὸν ἄοπλόν τε καὶ ἄσκευον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.