παροξύνειν Θεὸν, καὶ εἰς τοῦτο φαυλότητος κατολισθῆσαι λοιπὸν, ὡς ἀφόρητον αὐτῷ γενέσθαι τὴν παρ’ ἡμῶν ἁμαρτίαν, καίτοι χρηστῷ τε καὶ ἀγαθῷ καὶ ἡμερωτάτῳ λίαν ὑπάρχοντι κατὰ φύσιν. δεῖ δὴ οὖν ἄρα παραιτεῖσθαι μὲν ὅτι μάλιστα φιλεῖν τὸ προσκρούειν αὐτῷ· εἰ δὲ δή τι γένοιτο
καὶ παθεῖν ἀνθρώπινον, μὴ ὁρᾶσθαι μελλητὰς εἰς μετάγνωσιν, μήτε μὴν εἰς αὔξην ἰέναι παραχωρεῖν τοῖς διεπταισμένοις, νήψει δὲ μᾶλλον ἁγιοπρεπεῖ χρωμένους ἀνασειράζειν 1 αὐτὰ, καὶ μετακομίζειν ἐπείγεσθαι πρὸς τὸ ἄμεινον ἠῤῥωστηκότα 2 τὸν νοῦν. ἀνεξικακήσει γὰρ οὕτως Θεὸς, καὶ ἐπείπερ ἐστὶν ἀγαθὸς, ἐπιδώσει τὸν ἔλεον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.