ἑλομένους ἀποφαίνει λοιπὸν, καὶ ὂν ἐδεῖ μᾶλλον ταῖς χαριστηρίοις εὐφραίνειν ᾠδαῖς καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀνούστατά τε καὶ ἀβουλότατα λυπεῖν ᾑρημένους, διάτοι τὸ ἐκ πολλῆς ἄγαν σκαιότητος τρόπων, καὶ ὧν εὖ 1 πεπόνθασιν, ἐλάσαι πρὸς λήθην; ἐγὼ μὲν γάρ φησιν ἐξῆρα
τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν· τουτέστι, τὰ βάρβαρα καθεῖλον γένη, δι’ ἑνός που τάχα τοῦ Ἀμοῤῥαίου καταδηλούμενα, ὡς σκληροῦ τε καὶ ἁδροτέρου· ἐγὼ νικῆσαι παρεσκεύασα τὸν οὕτως ὑπερφυῆ καὶ ἄθραυστον, ὡς δοκεῖν ἤδη πὼς ἦρθαι μὲν κέδρου πρὸς ὕψος, δροὸς δὲ τῆς ἄγαν
εὐσθενοῦς ἀπομιμεῖσθαι τὴν δύναμιν. ἦν γὰρ οὐχ ἕτερος πλὴν ὅτι μόνος ἐγὼ, φησὶν, ὁ καταμαραίνων αὐτὸν, καὶ καταπλήττων εἰς ῥίζας, μόνον δὲ οὐχὶ καὶ ἀφαυαίνων αὐτοῦ e 2 τὸν καρπόν. ἐπειδὴ γὰρ ὡς περὶ δένδρου λελάληκεν, ἐπιμένει πιθανῶς ὁ λόγος τῇ τροπῇ, καὶ εἰς ῥίζαν αὐτῷ τὸ βλάβος γενέσθαι φησὶν, ἠφανίσθαι δὲ οὕτω καὶ τὸν καρπόν. ἀποθάνοι γὰρ ἂν οὐχ ἑτέρως τὸ ἐν δρυμοῖς ξύλον, πλὴν ὅτι κατὰ τοῦτον τὸν τρόπον. ὅτι γὰρ δεδαπάνηνται, πολεμούντων
αὐτοῖς τῶν ἐξ Ἰσραὴλ, Ἀμοῤῥαῖοί τε καὶ Εὐαῖοι, Γεργεσαῖοι 3 καὶ Φερεζαῖοι καὶ Ἰεβουσαῖοι, συνασπίζοντος δῆλον δὲ ὅτι Θεοῦ, ἐνδοιάσειεν ἂν οὐδείς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.