καὶ τοῖς ἐξ ἀγάπης ἐπικοῦ ῥήμασιν ἀνακτᾶσθαι φιλεῖν, ἐκ τῶν ἐναντίων καὶ ἀδικεῖν εἰωθότας, ἀφορήτοις τε καὶ πικραῖς κατατήκοντας λύπαις, τοὺς τῆ πτωχείᾳ πεφορτισμένους. ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς οἰκεῖον ἀναγράφει πρόσωπον τὰ εἰς αὐτοὺς πραττόμενα. φησὶ γὰρ “Ἐφ᾿ 2
“ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.” οὐκοῦν οὐ μετρίως Θεῷ προσκρούσομεν, πλεονεκτοῦντες τὸν ἀσθενῆ καὶ “Τύπτοντες μὲν πυγμαῖς ταπεινὸν, 3 καθὰ γέγραπται, καταπικραίνοντες δὲ ταῖς δυσθυμίαις τοὺς 4 τῆ πτωχείᾳ κατηχθισμένους, καίτοι χεῖρα μᾶλλον ὀφείλοντες
ὀρέγειν αὐτοῖς τὴν φιλάλληλον. “Πενία γὰρ, φησὶν, ἄνδρα 5 “ταπεινοῖ, χεῖρες δὲ ἀνδρείων πλουτίζουσι·” γράφει δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, ὅτι “Θρησκεία καθαρὰ καὶ ἀμί- 6 “αντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι “ὀρφανοὺς καὶ χήρας ἐν τῇ ταπεινώσει αὐτῶν, ἄσπιλον
“ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.