παρὰ Θεοῦ, ἀλλ’ οὐκ ἀλογήσει παντελῶς τῶν οἰκειωθέντων αὐτῷ· καὶ παιδεύσας χρησίμως, ὀλέθρῳ περιβαλεῖ τὰ τῆς ὀργῆς σκεύη, τουτέστι, τοὺς ἀχαλίνῳ θυμῷ κατ’ αὐτῶν 1 ὁρμήσαντας, κατ’ ἐκεῖνό που πάντως τὸ πρὸς Βαβυλῶνα κάλως εἰρημένον πέρι τῶν ὑιῶν Ἰσραὴλ “ Εγω ἔδωκα αὐ- 2
“τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. ἀπᾴδει γὰρ λίαν καὶ ἀγανακτοῦντι τῷ Θεῷ τὸ φορτικὸν εἰς αἰκίας τῶν τοῦτο δρᾶν ἐπιτεταγμένων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.