καὶ παρ’ αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων θεοῦ ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς ’Αντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.
μηδὲ ἀμφίβολον ἔχειν. ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας.
Ἱταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν ἐξέπεμψεν.
αὕτη γὰρ μόνη τῆς ’Αρειανικῆς ἐνεπέπληστο λώβης· ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν 2 3 4 5 Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν· καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ τῆς Ἐσπέρας βασιλεὺς ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.