ἐν ταῖς Σπανίαις διέτριβεν· ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δρᾶσαι φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν.
μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε· καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην. ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον.
κατὰ κράτος ἐδίωκον. πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο· οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων ἀλλὰ καὶ ὑπ’ ἀλλήλων ἐκτείνοντο.
ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.