αὕτη γὰρ μόνη τῆς ’Αρειανικῆς ἐνεπέπληστο λώβης· ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν 1 2 3 4 Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν· καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ τῆς Ἐσπέρας βασιλεὺς ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.