κατασφαγῆναι κελεύσῃς· παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς· ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι.
Historia Ecclesiastica. Theodoretus. ed. Léon Parmentier. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.