Εὐτοκίου εἰς τὸ β τῶν ἰσορροπικῶν Ἀρχιμήδους.
Εἰς τὸ β΄.
τῷ δευτέρῳ δυσχερῶς εἰρημένα μετρίως ἐκθέσθαι. Φησὶν τοίνυν ἐν τῇ προτάσει τοῦ πρώτου θεωρήματος· ὑποκείσθω τὰ ΑΒ, Γ△ χωρία περιεχόμενα ὑπὸ εὐθείας καὶ ὀρθογωνίου κώνου τομᾶς, δυνάμεθα παρὰ τὰν δοθεῖσαν εὐθεῖαν παραβαλεῖν. Τοῦτο δὲ αὐτόθεν μὲν διὰ τῶν ἐνταῦθα
δεδειγμένων οὐκ ἔστιν εὑρεῖν· ἐπεὶ δὲ δέδεικται αὐτῷ, ὡς καὶ ἐν τῷ Περὶ σφαίρας καὶ κυλίνδρου εἶπεν, ὅτι τὸ τοιοῦτον σχῆμα ἐπίτριτόν ἐστι τργώνου τοῦ τὴν αὐτὴν βάσιν ἔχοντος αὐτῷ καὶ ὕψος ἴσον, τῷ δὲ ἐπιτρίτῳ τοῦ τριγώνου ἐπιπέδῳ εὐθυγράμμῳ ὄντι δυνάμεθα ἴσον παρὰ
τὴν δοθεῖσαν εὐθεῖαν παραβαλεῖν, φανερὸν ὅτι καὶ τοῖς τοιούτοις σχήμασιν. Τὰ δὲ ἐν τῇ κατασκευῇ εἰρημένα πάντα δῆλά ἐστι διὰ τοῦ δεκάτου θεωρήματος τοῦ πρώτου τούτων τῶν βιβλίων.
Εἰς τὸ β΄.
καὶ εὐθείας τῆς ΑΓ, οὗ διάμετρος ἔστω ἡ Β△· φανερὸν δὴ ὅτι κορυφή ἐστι τοῦ τμήματος τὸ Β σημεῖον· κορυφὰς γὰρ ἐκάλει τῶν γραμμῶν ὁ Ἀπολλώνιος τὰ πρὸς ταῖς γραμμαῖς πέρατα τῶν διαμέτρων. Ἐὰν δὴ ἐπιζεύξωμεν τὰς ΑΒ, ΒΓ, ἔσται τὸ ἀπὸ ΑΒΓ τρίγωνον τὴν αὐτὴν
βάσιν ἔχον τῷ τμήματι καὶ ὕψος ἴσον τὴν ἀπὸ τοῦ Β ἐπὶ τὴν ΑΓ κάθετον ἀγομένην· οὐ γὰρ πάντως ἄξων ἐστὶν ἡ Β△. Ἑὰν δὴ λαβόντες τὰς κορυφὰς τῶν ΑΒ, ΒΓ τμημάτων τὰς Ε, Ζ δι᾿ αὐτῶν παραλλήλους ἀγάγωμεν τῇ Β△, ὡς τὰς ΕΗΘ, ΖϚΚ, ἔσονται αὗται διάμετροι τῶν ΑΒ, ΒΓ
τμημάτων· δέδεικται γὰρ ἐπὶ τῆς παραβολῆς ὅτι πᾶσαι αἱ παρὰ τὴν διάμετρον ἀγόμεναι διάμετροί εἰσι τῆς τομῆς. Ἔσονται δὴ τὰ Ε, Ζ κορυφαὶ τῶν τμημάτων καὶ αἱ διὰ τῶν Ε, Ζ ἐφαπτόμεναι παράλληλοι ταῖς ΑΒ, ΒΓ· ἔσται δὴ καὶ ἡ ΕΛΖ παρὰ τὴν Α△Γ, ἐπειδὴ αἱ ΕΘ, ΖΚ παράλληλοί εἰσι καὶ ἴσαι διάμετροι οὖσαι τῶν ἴσων τμημάτων καὶ ἐφαρμόζουσαι ἀλλήλαις, ὡς ἐν τῷ Ϛ΄ τῶν Κωνικῶν δέδεικται. Καὶ ἐπεὶ ἡ ΕΗΘ παράλληλός
ἐστι τῇ Β△, ἔστιν ὡς ἡ ΒΗ πρὸς ΗΑ, ἡ △Θ πρὸς ΘΑ. Ἴδη δὲ ἡ ΗΒ τῇ ΑΗ· δίχα γὰρ αὐτὴν τέμνει ἡ ΕΗ διάμετρος παράλληλον οὖσαν τῇ ἐφαπτομένῃ ἴση ἄρα καὶ ἡ △Θ τῇ ΘΑ. Διὰ τὰ αὐτὰ δὴ καὶ ἡ △Κ τῇ ΚΓ ἐστὶν ἴση. Ἴση δὲ ὅλη ἡ Α△ τῇ △Γ· ἴση ἄρα καὶ ἡ △Θ τῇ △Κ
καὶ διὰ τοῦτο καὶ ἡ ΕΛ τῇ ΛΖ. Ὥστε ἀληθῶς λέγει ὅτι ἡ τὰς κορυφὰς τῶν τμημάτων ἐπιζευγνύουσα παράλληλος ἔσται τῇ βάσει τοῦ τμήματος καὶ δίχα διαιρεθήσεται ὑπὸ τῆς τοῦ τμήματος διαμέτρου.
τετμήσθωσαν κατὰ τὰ Μ, Ν, Ξ, Ο σημεῖα, καὶ ἤχθωσαν διὰ τῶν Μ, Ν, Ξ, Ο παρὰ τὴν Β△ αἱ ΠΜΡΣ, ΤΝΥΦ, ΧΞΨΩ, ϚΟϥϠ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΠ, ΠΕ, ΕΤ, ΤΒ, ΒΧ, ΧΖ, ΖϚ, ϚΓ καὶ αἱ Τ ΑΧ καὶ Π Β Γ △ Ε ϚϚ· φανερὸν δὴ ἐκ τῶν προδεδειγμένων ὅτι ἡ ΤΧ καὶ ἡ ΕΖ καὶ ἡ ΠϚ παράλληλοί
εἰσι τῇ ΑΓ, καὶ ὅτι ἴση ἡ Τ Α τῇ ΑΧ καὶ ἡ ΕΛ τῇ ΛΖ καὶ ἡ Π △ τῇ △Ϛ.
ἄρα ἐστὶν ἑνὸς ἡ ΛΒ, τοιούτων τριῶν ἐστιν ἡ Λ△. Διὰ τὰ αὐτὰ δὴ καὶ οἵων ἄρα ἡ ΛΒ τεσσάρων, ἡ Λ△ δώδεκα. Καὶ ἐπεὶ ἴση ἡ ΕΝ τῇ ΝΒ καὶ ἡ Ε Ζ τῇ ΖΛ καὶ ἡ ΘΦ τῇ Φ△ διπλασία ἐστὶν ἡ ΕΛ τῆς Λ Ζ, τουτέστι τῆς Τ Α· τετραπλάσιον ἄρα τὸ ἀπὸ ΕΛ τοῦ ἀπὸ Τ Α. Τετραπλασία
ἄρα καὶ ἡ ΛΒ τῆς Β Α· ὥστε τριπλασία ἡ Λ Α τῆς ΑΒ· οἵων ἄρα ἐστὶν ἡ ΛΒ τεσσάρων, τοιούτων ἡ μὲν Β Α ἑνός, ἡ δὲ ΑΛ τριῶν, ἡ δὲ Λ△ δώδεκα. Πάλιν, ἐπεὶ ἴση ἐστὶν ἡ ΑΜ τῇ ΜΕ καὶ ἡ ΑΡ τῇ ΡΗ καὶ ἡ ΑΣ τῇ ΣΘ, ἴσαι εἰσὶ καὶ αἱ ΑΣ, ΣΘ, ΘΦ, Φ△· οἵων ἄρα ἐστὶν ἡ Α△ τεσσάρων,
τοιούτων ἡ Σ△ τριῶν, τουτέστιν ἡ Π △. Οἵων ἄρα τὸ ἀπὸ Α△ δεκαέξ, τοιούτων τὸ ἀπὸ Π △ ἐννέα· καὶ οἵων ἄρα ἡ △Β δεκαέξ, ἡ Β△ ἐννέα· καὶ λοιπὴ ἄρα ἡ △△ ἑπτά. Ἐπεὶ οὖν δέδεικται οἵων ἡ Β△ δεκαέξ, τοιούτων ἡ μὲν Β Α ἑνός, ἡ δὲ Α△ τριῶν, ἡ δὲ △△ ἑπτά, καὶ λοιπὴ ἡ
Λ △ ἐστὶ πέντε. Τέμνεται ἄρα ἡ Β△ ὑπὸ τῶν παραλλήλων εἰς τοὺς τῶν ἑξῆς περισσῶν ἀριθμῶν λόχους ἑνὸς λεγομένου τοῦ πρὸς τῇ κορυφῇ τοῦ τμήματος. Δῆλον οὖν ἐστιν ἐκ τῆς καταγραφῆς ὅτι αἱ καταγόμεναι ὑπὸ τῶν διαμέτρων εἰς τοὺς ἀπὸ μονάδος ἑξῆς κειμένους ἀριθμοὺς τέμνονται. Οἵου γάρ ἐστιν ἑνὸς ἡ Τ Α, τοιούτων ἐστὶ δύο ἡ ΕΛ, τριῶν δὲ ἡ Π △ τεσσάρων δὲ ἡ Α△· παράλληλοι γὰρ οὖσαι πᾶσαι εἰς ἴσα τέμνουσιν ἀλλήλας. Ὠνομάσθη δὲ
ὑπ᾿ Ἀρχιμήδους τὸ ΑΠΕΤΒΧΖϚΓ σχῆμα γνωρίμως ἐγγραφόμενον.
Εἱς τὸ γ΄.
ἐν ἑκάστῳ παραλλήλων τῇ βάσει ἴσων τὸ πλῆθος αἱ παράλληλοι καὶ αἱ βάσεις πρὸς τὰς ἀποτεμνομένας ἀπὸ τῶν διαμέτρων πρὸς ταῖς κορυφαῖς ἐν τοῖς αὐτοῖς λόγοις εἰσὶ καὶ αἱ ἀποτεμνόμεναι πρὸς τὰς ἀποτεμνομένας· καὶ ὅτι αἱ παραβολαὶ πᾶσαι ὅμοιαί εἰσιν. Τὸ δὲ
γνωρίμως ἐγγραφόμενον σχῆμα εἴρηται ἐν τῷ προλαβόντι λήμματι. Τὸ δὲ ὁμοίως διαιρεῖσθαι τὰς διαμέτρους ἐστίν, ἵνα τὰ τμήματα αὐτῶν τὸν αὐτὸν ἔχῃ λόγον. Τὰ λοιπὰ τοῦ θεωρήματος σαφῆ ἐστιν ἐκ τοῦ προειρημένου σχήματος.
Εἰς τὸ δ΄.
κυλίνδρου.
Εἰς τὸ έ.
διῄρηνται ὑπὸ τῶν Θ, Ι κέντρων, ἔστιν ὡς ἡ ΚΘ πρὸς ΘΖ, ἡ ΛΙ πρὸς ΙΗ καὶ ἐναλλάξ καὶ διὰ τοῦτο ἴση ἐστὶν ἡ ΘΖ τῇ ΙΗ. Ἔστιν δὲ καὶ παράλληλος· παράλληλοι γάρ εἰσιν πᾶσαι αἱ διάμετροι τῆς παραβολῆς παραλληλόγραμμον ἄρα ἐστὶ τὸ ΘΖΗΙ.
Εἰς τὸ δεύτερον μέρος τοῦ έ.
κέντρα τῶν τμημάτων διχοτομεῖται ὑπὸ τῆς Β△ κατὰ τὸ Χ παράλληλος οὖσα τῇ ΖΗ, καὶ ἡ ΝΙ διχοτομεῖται κατὰ τὸ Τ· ὥστε κέντρον βάρους ἐστὶ τὸ X τοῦ συγκειμένου μεγέθους ἐκ τῶν ΑΚΒ, ΒΛΓ τμημάτων καὶ τὸ Τ τοῦ συγκειμένου μεγέθους ἐκ τῶν ΑΚΒ, ΒΛΓ τριγώνων.
φανερὸν ὅτι τοῦ ΑΚΒΛΓ εὐθυγράμμου κέντρον τοῦ βάρους ἐπὶ τῆς ΤΕ τμηθείσης κατὰ τὸ Ρ κατὰ τὸν ἀντιπεπονθότα λόγον τοῦ ὃν ἔχει τὸ ΑΒΓ πρὸς τὰ ΑΚΒ, ΒΛΓ τρίγωνα. Ἐπεὶ δὲ τὸ ΑΒ τρίγωνον πρὸς τὰ ΚΑΒ, ΒΛΓ τρίγωνα μείζονα λόγον ἔχει ἤπερ πρὸς τὰ τμήματα,
μείζονα γάρ ἐστι τὰ τμήματα τῶν τριγώνων, δῆλον ὅτι, ἐὰν τέμωμεν τὴν ΕΤ ἐν τῷ λόγῳ τῷ ὃν ἔχει τὸ τρίγωνον πρὸς τὰ τμήματα, ἀνωτέρω τοῦ πεσεῖται τὸ σημεῖον, ὃ ἔσται κέντρον τοῦ παντὸς τμήματος διὰ τὴν ἀντιπεπόνθησιν.
Εἰς τὸ Ϛ΄.
ὥστε διπλασίαν εἶναι τὴν ΕΒ τῆς Ε△ φανερὸν ὅτι πάντα τὰ κέντρα τῶν ἐγγραφομένων εὐθυγρὰμμων μεταξὺ πεσοῦνται τῶν Θ, Ε σημείων, καὶ ὅσῳ δ᾿ ἂν πολυπλευρότερον ἦ τὸ γνωρίμως ἐγγραφόμενον, τοσούτῳ μᾶλλον συνεγγίζει τῷ Θ. Φανερὸν οὖν ὅτι τὴν μεταξὺ
τῶν κέντρων τοῦ γνωρίμως ἐγγραφομένου εὐθυγράμμου καὶ τοῦ τμήματος μείζονα μὲν εἶναι τῆς ΕΘ ἀδύνατον, ἐλάσσονα δὲ δυνατὸν οὐ μόνον τῆς ΘΕ, ἀλλὰ καὶ πάσης τῆς δοθείσης.
Εἰς τὸ ζ΄.
ΑΒΓ παραβολῆς ἴσαι γένωνται ταῖς τῆς ΕΖΗ, ὥστε τὰς πλευρὰς τοῦ ἐν τῷ ΑΒΓ τμήματι ἐγγεγραμμένου γνωρίμως ἰσοπληθεῖς εἶναι ταῖς τοῦ ἐν τῷ ΕΖΗ ἐγγεγραμμένου εὐθυγράμμου. Ἐπεὶ γὰρ δὴ κορυφαί εἰσι τὰ Β, Ζ σημεῖα τῶν ὁμοίων τμημάτων, ὅμοιά ἐστι τὰ οὕτως γνωρίμως
ἐγγραφόμενα.
Εἰς τὸ η΄.
ὡς ἁ Β△ πρὸς △Θ, ἁ ΚΖ πρὸς ΖΜ, καὶ ἐναλλὰξ ὡς ἁ Β△ πρὸς ΚΖ, οὕτως ἁ △Θ πρὸς ΜΖ, τετραπλασία δὲ ἡ Β△ τῆς ΚΖ· τοῦτο γὰρ ἐπὶ τέλει δείκνυται, οὗ σαμεῖον (??) | Ἑξῆς δὲ αὐτὸ ἡμεῖς δείξομεν.
Καὶ ἀπὸ τῶν, Ε, παρατεταγμένως ἤχθωσαν αἱ ΕΗ, ΖΘ. Ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΑΖ τῇ ΒΖ, διπλῆ ἐστιν ἡ ΑB τῆς ΖΒ καὶ ἡ △Β τῆς ΒΘ καὶ ἡ Α△ τῆς ΖΘ, τουτέστι τῆς ΕΗ· ὥστε τὸ ἀπὸ Α△ τοῦ ἀπὸ ΕΗ ἐστὶ τετραπλάσιον, καὶ διὰ τοῦτο ἡ △Β τῆς ΒΗ ἐστὶ τετραπλασία μήκει. Ἐπεὶ οὖν
ἡ Β△ τῆς μὲν ΒΘ διπλῆ, ἡ ΒΘ τῆς ΒΗ ἐστὶ διπλῆ. Καὶ ἡ ΘΗ τῇ ΗΒ ἴση, τουτέστι τῇ ΕΖ διὰ τὸ παραλληλόγραμμον εἶναι τὸ ΕΗΖΘ· τετραπλασία ἄρα ἡ Β△ τῆς ΖΕ.
ἑκατέρας τῶν BΗ, EΖ τετραπλασία ὥστε ἡ ΒΗ τῇ ΕΖ ἐστὶν ἴση, καὶ διὰ τοῦτο ἐνταῦθα ἡ ΒΣ τῇ ΚΖ ἴση καὶ ἡ Β△ ἑκατέρας αὐτῶν τετραπλασία.
ΒΣ ἑνός· καὶ οἵων ἄρα ἡ Β△ δώδεκα, τοιούτων ἡ ΒΣ τριῶν. Τριπλῆ δὲ ἡ ΒΣ τῆς ΣΞ· οἵων ἄρα ἡ ΒΣ τριῶν, ἡ ΞΣ ἑνός, καὶ ὅλῃ ἡ ΒΞ τεσσάρων. Τούτων δὲ ἦν ἡ Β△ δώδεκα ἡ ΒΞ ἄρα τῆς Β△ τρίτον μέρος ἐστί.
γὰρ ὑπʼ αὐτοῦ ἐν τῷ Περὶ τῆς ὀρθογωνίου κώνου τομῆς ὅτι πᾶν σχῆμα περιεχὸμενον ὑπὸ εὐθείας καὶ ὀρθογωνίου κώνου τομῆς ἐπίτριτόν ἐστι τριγώνου τοῦ τὴν αὐτὴν βάσιν ἔχοντος αὐτῷ καὶ ὕψος ἴσον ὥστε τὸ ΑΒΓ τμῆμα τοῦ ΑΒΓ τριγώνου ἐπίτριτόν ἐστιν, καὶ διελόντι τὸ ΑΒΓ τρίγωνον τῶν ΑΚΒ, ΒΛΓ τμημάτων τριπλάσιόν ἐστιν.
ἡ Β△ τῆς △Ε, οἵων ἄρα ἡ Β△ δεκαπέντε, τοιούτων ἡ Ε△ πέντε. θἵων δὲ ἡ △Ε πέντε, τοιούτου ἡ ΘΕ ἑνὸς καὶ ὅλη ἡ ΘΕ△ ἕξ· ἑξαπλασία ἄρα ἡ △Θ τῆς ΘΕ. 0ἵων ἄρα ἡ Β△ δεκαπέντε, τοιούτων ἡ △Θ ἕξ, καὶ λοιπὴ ἡ ΘΒ ἐννέα ὥστε ἡμιολία ἐστὶν ἡ ΒΘ τῆς Θ△.
Εἰς τὸ θ΄.
εἰσίν. Ἐπεὶ οὖν αἱ ΑΒ, ΒΓ, Β△ △Ε ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ καὶ αἱ ΑΓ, Γ△, △Ε, ἔστιν ὡς ἐν τοῖς πρώτοις μεγέθεσιν ἡγούμενον καὶ μέσον πρὸς ἑπόμενον, οὕτως ἐν τοῖς δευτέροις μεγέθεσιν ἡγούμενον καὶ μέσον πρὸς ἑπόμενον ὡς ἄρα συναμφότερος ἡ ΑΓ, Γ△, τουτέστιν ἡ Α△, πρὸς
△Ε, οὕτως συναμφότερος ἡ ΑΒ, ΓΒ πρὸς △Β. Ὡς δὲ συναμφότερος ἡ ΑΒ, ΓΒ πρὸς △Β, οὕτως ἡ β συναμφοτέρου τῆς ΑΒ, ΒΓ πρὸς τὴν β τῆς Β△, διότι τὰ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον· καὶ ὡς ἄρα ἡ Α△ πρὸς △Ε, οὕτως ἡ β συναμφοτέρου τῆς ΑΒΓ πρὸς τὴν β
τῆς △Β. Πάλιν, ἐπειδὴ αἱ ΓΒ, Β△, ΒΕ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶν καὶ αἱ ΑΓ, Γ△, △Ε, ἔστιν διὰ τὰ πρότερον εἰρημένα ὡς ἡ Α△ πρὸς △Ε, οὕτως συναμφότερος ἡ Γ△, Β△ πρὸς ΒΕ. Ἦν δὲ καὶ ὡς ἡ Α△ πρὸς △Ε, ἡ β συναμφοτέρου τῆς ΑΒ, ΒΓ πρὸς τὴν β τῆς Β△· καὶ ὡς ἄρα ἓν πρὸς ἕν, οὕτως ἅπαντα πρὸς ἄπαντα ὡς ἄρα ἡ Α△ πρὸς △Ε, οὕτως τὰ ἡγούμενα πρὸς τὰ ἑπόμενα. Ἔστιν δὲ
ἡγούμενα μὲν ἡ β συναμφοτέρου τῆς ΑΒ, ΒΓ καὶ συναμφότερος ἡ ΓΒ, Β△, τουτέστι δύο αἱ ΑΒ καὶ τρεῖς αἱ ΓΒ καὶ μία ἡ Β△, ἑπόμενα δὲ ἡ β τῆς Β△ καὶ ἡ ΒΕ μόνη· ἔστιν οὖν ὡς ἡ Α△ πρὸς △Ε, ἡ συγκειμένη εὐθεῖα ἔκ τε τῆς β τῆς ΑΒ καὶ γ τῆς ΓΒ καὶ τῆς △Β μόνης πρὸς
τὴν συγκειμένην ἔκ τε τῆς β τῆς Β△ καὶ μόνης τῆς ΕΒ. Καὶ ἐπεὶ μείζων ἐστὶν ἡ συγκειμένη ἔκ τε τῆς β τῆς ΑΒ καὶ τῆς δ τῆς ΓΒ καὶ τῆς δ τῆς △Β καὶ τῆς β τῆς ΒΕ τῆς συγκειμένης ἔκ τε τῆς β τῆς ΑΒ καὶ τῆς ΓΒ καὶ τῆς Β△ μόνης, ἔξωθεν δέ ἐστιν ἡ συγκειμένη ἔκ τε τῆς β τῆς
△Β καὶ μόνης τῆς ΕΒ, τὸ δὲ μεῖζον πρὸς τὸ αὐτὸ μείζονα λόγον ἔχει ἤπερ τὸ ἔλαττον, μείζονα ἄρα λόγον ἔχει ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ δ συναμφοτέρου τῆς ΓΒ, Β△ πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς △Β καὶ τῆς ΕΒ μόνης ἤπερ ἡ συγκειμένη ἐκ
τῆς β τῆς ΑΒ καὶ τῆς τῆς ΓΒ καὶ μόνης τῆς △Β πρὸς τὴν συγκειμένην ἐκ τῆς διπλῆς τῆς Β△ καὶ μόνης τῆς ΕΒ, Ἀλλ᾿ ὡς ἡ συγκειμένη ἐκ τῆς β τῆς ΑΒ καὶ γ τῆς ΓΒ καὶ τῆς Β△ μόνης πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς Β△ καὶ μόνης τῆς ΕΒ, οὕτως ἐδείχθη ἡ Α△ πρὸς
△Ε καὶ ἡ συγκειμένη ἄρα ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ συναμφοτέρου τῆς ΓΒ, Β△ πρὸς τὴν συγκειμένην ἔκ τε τῆς β τῆς Β△ καὶ μόνης τῆς ΕΒ μείζονα λόγον ἔχει ἤπερ ἡ Α△ πρὸς △Ε, Ἐὰν ἄρα θελήσωμεν ποιῆσαι τὸν αὐτὸν λόγον τῆς Α△ πρὸς ἄλλην τινά, ἐλάσσων
ἔσται ἐκείνη τῆς △Ε. Ἔστω ἡ △Ο· ἔστιν ἄρα ὡς ἡ Α△ πρὸς △0, ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ συναμφοτέρου τῆς ΤΒ, Β△ πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς Β△ καὶ μόνης τῆς ΕΒ. Ἀνάπαλιν ἄρα ἐστὶν ὡς ἡ Ο△ πρὸς △Α, ἡ συγκειμένη
ἐκ τῆς β τῆς Β△ καὶ μόνης τῆς ΕΒ πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ τῆς δ συναμφοτέρου τῆς ΓB, Β△· καὶ συνθέντι ὡς ἡ ΟΑ πρὸς Α△, οὕτως ἡ συγκειμένη ἐκ τῆς β τῆς ΑΒ καὶ τῆς ΓΒ καὶ Ϛ τῆς Β△ καὶ γ τῆς ΒΕ πρὸς τὴν συγκειμένην ἐκ τῆς
β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ δ συναμφοτέρου τῆς ΓΒ, Β△ ἥ τε γὰρ Β△ ἑξάκις παρελήφθη, τετράκις μὲν ἐν τοῖς προτέροις, δὶς δὲ ἐν τοῖς δευτέροις, καὶ ἡ ΒΕ τρὶς ἐλήφθη, δὶς μὲν ἐν τοῖς πρώτοις, ἅπαξ δὲ ἐν τοῖς δευτέροις. Ὑπόκειται δὲ καὶ ἡ Α△ πρὸς ΗΘ τοῦτον ἔχουσα τὸν λόχον, ὃν ἔχει ἡ συγκειμένη ἐκ τῆς ε συναμφοτέρου
τῆς ΑB, ΒΕ καὶ ι συναμφοτέρου τῆς ΓΒ, Β△ πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς ΑΒ καὶ τῆς ΓΒ καὶ ς΄ τῆς Β△ καὶ γ τῆς ΒΕ, καί ἐστι τεταραγμένη ἀναλογία · δι᾿ ἴσου ἄρα ὡς ἡ ΟΑ πρὸς ΗΘ, οὕτως ἡ συγκειμένη ἐκ τῆς ε συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ ι
τῆς ΓΒ, Β△ πρὸς τὴν συγκειμένην ἔκ τε τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ δ τῆς ΓΒ, Β△. Τὸ γὰρ τῆς γεγραμμένης ἀναλογίας οὕτως ἔσται δῆλον· ἐπεὶ γάρ ἐστιν ὡς ἐν τοῖς πρώτοις μεγέθεσιν ἡγούμενον ἡ ΟΑ πρὸς ἑπόμενον τὴν Α△, οὕτως ἐν τοῖς δευτέροις μεγέθεσιν
ἡγούμενον ἡ συγκειμένη ἐκ τῆς β τῆς ΑΒ καὶ δ τῆς ΓΒ καὶ Ϛ τῆς Β△ καὶ γ τῆς ΒΕ πρὸς ἑπόμενον τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ ναὶ δ συναμφοτέρου τῆς ΓΒ, Β△, ὡς δὲ ἐν τοῖς πρώτοις μεγέθεσιν ἑπόπενον ἡ Α△ πρὸς ἄλλο τι τὴν ΗΘ, οὕτως ἐν τοῖς δευτέροις μεγέθεσιν ἄλλο τι ἡ συγκειμένη ἐκ τῆς ε συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ ῑ συναμφοτέρου τῆς ΓΒ, Β△ πρὸς ἡγούμενον τὴν συγκειμένην ἔκ τε τῆς β τῆς
ΑΒ καὶ △Ζ τῆς ΓΒ καὶ τῆς Β△ καὶ γ τῆς ΒΕ Ἐπεὶ ἡ ε συναμφοτέρου τῆς ΑΒ, ΒΕ πρὸς τὴν β τῆς αὐτῆς λόγον ἔχει, ὃν πέντε πρὸς δύο, ἔχει δὲ καὶ ἡ ῑ συναμφοτέρου τῆς ΓΒ, Β△ πρὸς τὴν τῆς αὐτῆς λόγον ὃν πέντε πρὸς δύο, ἐπειδὴ καὶ τὰ πέντε πρὸς δύο καὶ τὰ δέκα πρὸς
τέσσαρα λόχον ἔχει ὃν πέντε πρὸς δύο, καὶ ἡ συγκειμένη ἄρα ἐκ τῆς ε συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ ῑ συναμφοτέρου τῆς ΓΒ, Β△ πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ △Ζ τῆς ΓΒ, Β△ λόγον ἔχει ὃν πέντε πρὸς δύο ὥστε καὶ ἡ ΑΟ πρὸς ΗΘ λόγον ἔχει ὃν πέντε
πρὸς δύο. Πάλιν, ἐπεὶ ἐδείχθη ἐν τοῖς ἀνωτέρω ὅτι ἡ Ο△ πρὸς △Α τὸν αὐτὸν ἔχει λόγον, ὃν ἔχει ἡ ΕΒ μετὰ τῆς β τῆς Β△ πρὸς τὴν ἴσην τῇ συγκειμένῃ ἔκ τε τῆς β συναμφοτέρου τῆς AΒ, ΒΕ μετὰ τῆς △Ζ συναμφοτέρου τῆς ΓΒ, Β△, ἔστιν δὲ καὶ ὡς ἑπόμενον ἐν τοῖς πρώτοις
μεγέθεσιν ἡ Α△ πρὸς ἄλλο τι τὴν △Ε, οὕτως ἐν τοῖς δευτέροις μεγέθεσιν ἄλλο τι ἡ συγκειμένη ἐκ τῆς β τῆς ΑΒ καὶ γ τῆς ΓΒ καὶ μόνης τῆς △Β πρὸς ἡγούμενον τὴν συγκειμένην ἔκ τε τῆς ΕΒ καὶ τῆς β τῆς Β△, ἀνομοίως τῶν λόχων τεταμένων, τουτέστι τεταραγμὲνης οὔσης
τῆς ἀναλογίας, διʼ ἴσου ἐστὶν ὡς ἡ Ο△ πρὸς △Ε, οὕτως ἡ συγκειμένη ἐκ τῆς β τῆς ΑΒ καὶ τῆς γ τῆς ΓΒ καὶ μόνης τῆς Β△ πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ △Ζ τῆς ΓΒ, Β△ ὥστε καὶ ἀνάπαλιν ὡς ἡ Ε△ πρὸς △Ο, οὕτως ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου
τῆς ΑΒ, ΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△ πρὸς τὴν συγκειμένην ἔκ τε τῆς β τῆς ΑΒ καὶ τῆς ΓΒ καὶ μόνης τῆς Β△, καὶ ἀναστρέψαντι ὡς ἡ △Ε πρὸς ΕΟ, τὸ ἡγούμενόν φημι πρὸς τὴν ὑπεροχήν, οὕτως ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒΕ μετὰ τῆς △Ζ τῆς ΓΒ△
πρὸς τὴν συγκειμένην ἐκ τῆς ΓΒ μόνης καὶ γ τῆς Β△ καὶ τῆς β τῆς EΒ. Εν μὲν γὰρ τῷ ἡγουμένῳ ἡ β τῆς ΑB καὶ τῆς ΒΕ, ἐν δὲ τῷ ἑπομένῳ ἡ β τῆς ΑΒ μόνης· ὥστε περιλείπεται ἐν ταῖς ὑπεροχαῖς ἡ β τῆς ΕΒ· πάλιν ἐν μὲν τῷ ἡγουμένῳ ἡ △Ζ συναμφοτέρου τῆς ΓΒ△, ἐν δὲ τῷ
ἑπομένῳ ἡ γ τῆς ΓΒ καὶ ἡ Β△ μόνη ὥστε περιλείπεται ἐν ταῖς ὑπεροχαῖς ἡ ΓΒ μόνη καὶ ἡ γ τῆς Β△. Καλῶς οὖν ἐλέχθη ὅτι ἐστὶν ἀναστρέψαντι ὡς ἡ △Ε πρὸς ΕΟ, ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△ πρὸς τὴν συγκειμένην ἔκ τε τῆς
ΓΒ καὶ τῆς γ τῆς △Β καὶ τῆς β τῆς ΕΒ· ὥστε καὶ ἀνάπαλιν ὡς ἡ ΟΕ πρὸς Ε△, οὕτως ἡ συγκειμένη ἐκ τῆς ΓΒ μετὰ τῆς γ τῆς Β△ καὶ β τῆς ΕΒ πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△. Ἔστιν δὲ καὶ ὡς ἡ △Β πρὸς ἄλλο τι τὴν ΕB, ἡ AΒ
πρὸς ΒΓ, καὶ διελόντι ὡς ἡ πρὸς EΒ, ἡ ΑΓ πρὸς ΓΒ διὰ τὰ αὐτὰ δή ἐστιν ὡς ἡ Γ△ πρὸς △Β, οὕτως ἡ △Ε πρὸς ΕΒ καὶ ὡς ἄρα ἡ τῆς Γ△ πρὸς τὴν γ τῆς △Β, οὕτως ἡ β τῆς △Ε πρὸς τὴν β τῆς ΕΒ τὰ γὰρ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον.
Καὶ ὡς ἄρα ἓν πρὸς ἕν, οὕτως ἅπαντα τὰ ἡγούμενα πρὸς ἅπαντα τὰ ἑπόμενα ἔστιν ἄρα ὡς ἡ △Ε πρὸς ΕΒ, οὕτως ἡ συγκειμένη ἐκ τῆς ΑΓ καὶ τῆς γ τῆς Γ△ καὶ β τῆς △Ε πρὸς τὴν συγκειμένην ἔκ τε τῆς ΓΒ καὶ τῆς γ τῆς Β△ καὶ τῆς β τῆς EΒ. Ἐπεὶ οὖν ἐδείχθη ὡς ἐν τοῖς πρώτοις
μεγέθεσιν ἡγούμενον ἡ ΟΕ πρὸς ἑπόμενον τὴν △Ε, ἐν τοῖς δευτέροις μεγέθεσιν ἡγούμενον ἡ συγκειμένη ἐκ τῆς ΓΒ καὶ τῆς γ τῆς Β△ καὶ β τῆς ΒΕ πρὸς ἑπόμενον τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△, ὡς δὲ ἐν τοῖς πρώτοις μεγέθεσιν
ἑπόμενον ἡ △Ε πρὸς ἄλλο τι τὴν ΕΒ, ἐν τοῖς δευτέροις μεγέθεσιν ἄλλο τι ἡ συγκειμένη ἐκ τῆς ΑΓ καὶ γ τῆς Γ△ καὶ β τῆς △Ε πρὸς ἡγούμενον τὴν συγκειμένην ἔκ τε τῆς Γ△ καὶ γ τῆς △Β καὶ β τῆς ΒΕ, διʼ ἴσου ἐν τῇ τεταραγμένῃ ἀναλογίᾳ ὡς ἡ ΟΕ πρὸς ΕΒ, ἡ συγκειμένη
ἔκ τε τῆς ΑΓ καὶ γ τῆς Γ△ καὶ β τῆς △Ε πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒΕ μετὰ τῆς △Ζ συναμφοτέρου τῆς ΓΒ△ καὶ συνθέντι ὡς ἡ ΟΒ πρὸς ΒΕ, οὕτως ἡ συγκειμένη ἐκ τῆς ΑΓ καὶ γ τῆς Γ△ καὶ β τῆς Ε△ καὶ β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ △Ζ συναμφοτέρου
τῆς ΓΒ△ πρὸς τὴν συγκειμένην ἔκ τε τῆς β συναμφοτέρου τῆς ΑΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△. Ἀλλὰ ἡ συγκειμένη ἐκ τῆς ΑΓ καὶ γ τῆς Γ△ καὶ β τῆς △Ε καὶ β συναμφοτέρου τῆς ΑΒ, ΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△ ἴση ἐστὶ τῇ συγκειμένῃ ἔκ τε τῆς γ τῆς ΑΒ
καὶ ς΄ τῆς ΓΒ καὶ γ τῆς △Β ἥ τε γὰρ ΑΒ δὶς παρελήφθη αὐτόθεν καὶ προσλαβοῦσα τὴν ΑΓ καὶ ἐκ τῆς △Ζ τῆς ΓΒ μίαν ποιεῖ τὴν γ τῆς ΑΒ πάλιν ἀφαιρεθείσης ἀπὸ τῆς △Ζ τῆς ΓΒ μιᾶς γίνεται γ, προσλαβοῦοα δὲ τὴν γ τῆς Γ△ καὶ γ τῆς △Β ποιεῖ τὴν ς΄ τῆς ΓΒ πάλιν ἀφαιρεθείσης
ἀπὸ τῆς τῆς △Β γ μένει μόνη ἡ △Β, προσλαβοῦσα δὲ τήν τε β τῆς καὶ τὴν β τῆς ΕΒ ποιεῖ τὴν γ τῆς Β△. Καλῶς οὖν λέγει ὅτι ἡ ΟΒ πρὸς ΕΒ τοῦτον ἔχει τὸν λόγον ὃν ἔχει ἡ συγκειμένη ἐκ τῆς γ τῆς ΑΒ καὶ ς΄ τῆς ΓΒ καὶ γ τῆς △Β πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου
τῆς ΑΒΕ καὶ συναμφοτέρου τῆς ΓΒ△. Πάλιν, ἐπεὶ αἱ Ε△, △Γ, ΓΑ ἐν τῷ αὐτῷ λόγῳ εἰσὶ καὶ διὰ τὸ ἀνάπαλιν τῆς ὑποθέσεως συναμφότερος ἑκάστη τῶν ΕΒ, Β△, △Β, ΒΓ, ΒΓ, ΒΑ, ἔσται ὡς ἡ Ε△ πρὸς τὴν μέσην καὶ τὴν ἑπομένην τὰς △Γ, ΓΑ, τουτέστι τὴν △Α,
οὕτως συναμφότερος ἡ ΕΒ, Β△ πρὸς συναμφότερον τὴν △Β, ΒΓ μετὰ συναμφοτέρου τῆς Γ△, ΒΑ καὶ συνθέντι ἄρα ὡς ἡ ΕΑ πρὸς Α△, οὕτως συναμφότερος ἡ ΕΒ△ μετὰ συναμφοτέρου τῆς △ΒΓ καὶ μετὰ συναμφοτέρου τῆς ΓΒΑ πρὸς συναμφότερον τὴν △ΒΓ μετὰ συναμφοτέρου
τῆς ΓΒΑ. Ἀλλὰ συναμφότερος ἡ ΕΒ△ μετὰ τῆς △ΒΓ καὶ τῆς ΓΒΑ ἴση ἐστὶ συναμφοτέρῳ τῇ ΕΒΑ καὶ δὶς συναμφοτέρῳ τῇ △ΒΓ ἅπαξ γὰρ αἱ ἄκραι παραλαμζάνονται καὶ δὶς αἱ μέσαι συναμφότερος δὲ ἡ △ΒΓ μετὰ τῆς ΓΒΑ ἴση ἐστὶ συναμφοτέρῳ τῇ ΑΒ△ καὶ δὶς
τῇ ΒΓ διὰ τὴν αὐτὴν αἰτίαν ὥστε ἐστὶν ὡς ἡ ΕΑ πρὸς ΑΔ, οὕτως ἡ συγκειμένη ἔκ τε τῆς ΕΒΑ καὶ β συναμφοτέρου τῆς △ΒΓ πρὸς τὴν συγκειμένην ἔκ τε συναμφοτέρου τῆς △ΒΑ καὶ τῆς β τῆς ΓΒ. Ὥστε καὶ ἡ διπλασία πρὸς τὴν διπλασίαν τὸν αὐτὸν ἔχει λόγον ὡς ἄρα ἡ ΕΑ
πρὸς Α△, οὕτως ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς ΕΒΑ μετὰ τῆς △Ζ συναμφοτέρου τῆς ΓΒ△ πρὸς τὴν συγκειμένην ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ△ καὶ τῆς △Ζ τῆς ΓΒ. Ὥστε καὶ ὡς ἡ ΕΑ πρὸς τὰ τρία πέμπτα τῆς Α△, οὕτως ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς AΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△ πρὸς τὰ τρία πέμπτα τῆς συγκειμένης ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ△ καὶ τῆς △Ζ τῆς ΓB. Ἀλλ᾿ ὡς ἡ ΑΕ πρὸς τὰ τρία πέμπτα τῆς Α△, οὕτως ἐλήφθη ἡ ΒΕ πρὸς ΖΗ · καὶ ὡς ἄρα ἡ EΒ πρὸς
ΖΗ, οὕτως ἡ συγκειμένη ἐκ τῆς β συναμφοτέρου τῆς ABE καὶ τῆς △Ζ συναμφοτέρου τῆς ΓΒ△ πρὸς τὰ τρία πέμπτα τῆς συγκειμένης ἐκ τῆς β συναμφοτέρου τῆς AB△ καὶ △Ζ τῆς ΓΒ. Ἐπεὶ οὖν δέδεικται ὡς ἡγούμενον ἡ ΟΒ πρὸς ἑπόμενον τὴν ΒΕ, οὕτως ἡγούμενον ἡ γ
συναμφοτέρου τῆς ΑΒ△ μετὰ τῆς ς΄ τῆς ΓΒ πρὸς ἑπόμενον τὴν β συναμφοτέρου τῆς ΑΒΕ καὶ △Ζ συναμφοτέρου τῆς ΓΒ△, ὡς δὲ ἑπόμενον ἡ ΕΒ πρὸς ἄλλο τι τὴν ΖΗ, οὕτως ἑπόμενον ἡ β συναμφοτέρου τῆς ΑΒΕ καὶ ἡ △Ζ συναμφοτέρου τῆς △ΒΓ πρὸς τὰ τρία πέμπτα τοῦ ἑπομένου,
τουτέστι τῆς συηκειμένης ἐκ τῆς β συναμφοτέρου τῆς ΑΒ△ καὶ τῆς △Ζ τῆς ΓΒ, τεταγμένης οὖν οὔσης τῆς ἀναλογίας διʼ ἴσου ἐστὶν ὡς ἡ ΟΒ πρὸς ΖΗ, οὕτως ἡ συγκειμένη ἔκ τε τῆς γ συναμφοτέρου τῆς ΑΒ△ καὶ ς΄ τῆς ΓΒ πρὸς τὰ τρία πέμπτα τῆς συγκειμένης ἔκ τε τῆς
β συναμφοτέρου τῆς ΑΒ△ καὶ △Ζ τῆς ΓΒ. Η δὲ συγκειμένη ἐκ τῆς γ συναμφοτέρου τῆς ΑΒ△ καὶ ς΄ τῆς ΓΒ πρὸς τὴν συγκειμένην ἐκ τῆς συναμφοτέρου τῆς ΑΒ△ καὶ △Ζ τῆς ΓΒ λόγον ἔχει, ὃν τρία πρὸς δύο, πρὸς δὲ τὰ τρία πέμπτα τῆς αὐτῆς λόγον ἔχει, ὃν πέντε πρὸς δύο τὰ δὲ ἑξαπλάσια τῶν αὐτῶν τῶν τετραπλασίων ἡμιόλιά ἐστιν πρὸς δὲ τὰ τρία πέμπτα τῆς αὐτῆς λόγον ἔχει, ὃν πέντε πρὸς δύο, Ἐπειδὴ γὰρ τὰ ἡγούμενα τῶν ἑπομένων ἡμιόλια, καὶ λόγον ἔχει πρὸς αὐτά, ὃν τρία
πρὸς δύο ἔχει ἄρα καὶ ὃν τεσσαράκοντα πέντε πρὸς τριάκοντα ἑκάτερον γὰρ ἑκατέρου ἐστὶ πεντεκαιδεκαπλάσιον. Καί ἐστι τὰ τρία πέμπτα τῶν τριάκοντα δεκαοκτώ ἔχει ἄρα τεσσαράκοντα πέντε πρὸς δεκαοκτὼ λόγον, ὃν πέντε πρὸς δύο τὰ γὰρ πέντε καὶ τὰ δύο ἀμφοτέρων
εἰσὶν ἔννατα. Ἐπεὶ οὖν δέδεικται ἡ μὲν ΟΑ πρὸς ΗΘ λόγον ἔχουσα, ὃν πέντε πρὸς δύο, ἡ δὲ ΟΒ πρὸς ΖΗ τὸν αὐτὸν λόγον, δύο πεμπτημόριά ἐστιν ὅλη ἡ ΖΘ ὅλης τῆς ΑΒ.
Εἰς τὸ ι΄.
παράλληλοι εἴτε μεταξὺ αὐτῶν εἴτε καὶ μεταξὺ τῆς △Ε καὶ τῆς Β κορυφῆς δίχα τμηθήσονται ὑπὸ τῆς ΒΖ, καὶ διὰ τοῦτό φησι διάμετρον εἶναι τοῦ τόμου τὴν ΖΗ.
ὡς τὸ τμῆμα πρὸς τὸ τμῆμα, τὸ τρίγωνον πρὸς τὸ τρίγωνον ὥστε καὶ τὰ ἡμίση αὐτῶν, ὡς τὸ ΑΒΓ τμῆμα πρὸς τὸ △ΕΒ τμῆμα, οὕτως τὸ ΑΖΒ τρίγωνον πρὸς τὸ △ΗΒ τρίγωνον. Ὥστε καὶ ἐὰν ἀναγράψωμεν τὰ παραλληλόχραμμα τὰ διπλάσια τῶν τριγώνων, ἔσται ἰσογώνια
διὰ τὸ παραλλήλους εἶναι τὰς △Η, AΖ ὥστε καὶ λόγον ἕξει τὸν συγκείμενον ἐκ τῶν πλευρῶν τῆς ΑΖ πρὸς △Η καὶ τῆς ΖΒ πρὸς ΒΗ. Ὁ αὐτὸς δὲ λόγος ἐστὶ τῶν τε τριγώνων καὶ τῶν τμημάτων τὸ ἄρα τμῆμα πρὸς τὸ τμῆμα λόγον ἔχει τὸν συγκείμενον ἐκ τοῦ τῆς ΑΖ πρὸς
△Η καὶ τοῦ τῆς ΖB πρὸς BΗ. Ὁ δὲ τῆς ΖΒ πρὸς ΒΗ λόγος ὁ αὐτός ἐστι τῷ τοῦ ἀπὸ AΖ πρὸς τὸ ἀπὸ △Η τετράγωνον ὁ ἄρα τοῦ τμήματος πρὸς τὸ τμῆμα λόγος σύγκειται ἐκ τοῦ τοῦ ἀπὸ AΖ πρὸς τὸ ἀπὸ △Η· τετράγωνον καὶ τοῦ τῆς ΑΖ πρὸς △Η. Σύγκειται δὲ καὶ ὁ τοῦ ἀπὸ
AΖ κύβου πρὸς τὸν ἀπὸ △Η κύβον λόγος ἐκ τῶν αὐτῶν, ὡς δέδεικται ἐν τοῖς σχολίοις τοῦ Περὶ σφαίρας καὶ κυλίνδρου ἔστιν ἄρα ὡς τὸ τμῆμα πρὸς τὸ τμῆμα, οὕτως ὁ ἀπὸ AΖ κύβος πρὸς τὸν ἀπὸ △Η κύβον.
τετράγωνον, ὕψος δὲ τὴν συγκειμένην ἔκ τε τῆς β τῆς △Η καὶ τῆς ΑΖ πρὸς τὸν ἀπὸ ΑΖ κύβον λόγον ἔχει, ὃν ἡ β τῆς △Η μετὰ τῆς ΑΖ πρὸς ΖA Ἐπὶ γὰρ τῶν αὐτῶν βάσεων ὄντα πρὸς ἄλληλά ἐστιν ὡς τὰ ὕψη.
πρὸς τὸν ἀπὸ ΝΞ κύβον καὶ ἡ ΜΝ πρὸς ΝΤ · αἱ γὰρ ΜΝ, ΝΞ, ΝΟ, ΝΤ τέσσαρές εἰσιν ἀνάλογον, καὶ ὡς ἡ πρώτη πρὸς τὴν τετάρτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης στερεὸν πρὸς τὸ ἀπὸ τῆς δευτέρας ὅμοιον καὶ ὁμοίως ἀναγεγραμμένον.
οὕτως ἡ ΤΝ μετὰ τῆς β τῆς ΝΟ πρὸς NO.
ὁ ἀπὸ τῆς △Η κύβος καὶ τέταρτον τὸ στερεὸν τὸ βάσιν ἔχον τὸ ἀπὸ τῆς △Η τετράγωνον, ὕψος δὲ τὴν συγκειμένην ἔκ τε τῆς β τῆς ΑΖ καὶ τῆς △Η, καὶ ἄλλαι τινὲς εὐθεῖαι ἐν τῷ αὐτῷ λόγῳ σύνδυο λαμβανόμεναι, ἥ τε συγκειμένη ἐκ τῆς β τῆς ΝΞ καὶ μόνης τῆς ΜΝ καὶ δευτέρα ἡ MΝ καὶ τρίτη ἡ ΝT καὶ τετάρτη ἡ συγκειμένη ἐκ τῆς β τῆς ΟΝ καὶ τῆς ΝΤ δι᾿ ἴσου ἄρα γενήσεται ὡς τὸ στερεὸν τὸ βάσιν μὲν ἔχον τὸ ἀπὸ ΑΖ τετράγωνον, ὕψος δὲ τὴν συγκειμένην ἐκ τῆς β τῆς △Η καὶ τῆς ΑΖ
μόνης, πρὸς τὸ στερεὸν τὸ βάσιν ἔχον τὸ ἀπὸ △Η τετράγωνον, ὕψος δὲ τὴν συγκειμένην ἐκ τῆς β τῆς ΑΖ καὶ μόνης τῆς γωνον,Η, οὕτως ἡ συγκειμένη ἐκ τῆς β τῆς ΞΝ καὶ μόνης τῆς MΝ πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς Ν0 καὶ μόνης τῆς ΝT. Ἀλλ᾿ ὡς τὰ εἰρημένα στερεὰ πρὸς
ἄλληλα, οὕτως ἐδείχθη ἡ ΘΙ πρὸς lΚ καὶ ὡς ἄρα ἡ ΘΙ πρὸς ΙΚ, οὕτως ἡ συγκειμένη ἐκ τῆς β τῆς ΞΝ καὶ μόνης τῆς ΝΜ πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς ΟΝ καὶ μόνης τῆς ΝT · καὶ συνθέντι ὡς ἡ ΘΚ πρὸς ΚΙ, οὕτως ἡ συγκειμένη ἐκ συναμφοτέρου τῆς ΜΝT καὶ τῆς β συναμφοτέρου
τῆς ΞΝ0 πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς ΟΝ καὶ μόνης τῆς ΝT · καὶ τῶν ἡγουμένων τὰ ε, ὡς ἡ ΗΖ πρὸς ΚΙ, οὕτως ἡ ε συναμφοτέρου τῆς ΜΝT καὶ ι συναμφοτέρου τῆς ΞΝΟ πρὸς τὴν συγκειμένην ἐκ τῆς β τῆς Ν0 καὶ μόνης τῆς ΝT · καὶ ὡς ἄρα ἡ ΖΗ πρὸς ΖΚ οὖσαν αὐτῆς
δύο πέμπτα ἑκατέρα γὰρ τῶν ΗΘ, ΖΚ δύο πεμπτημόριά ἐστι τῆς ΗΖ, ἐπειδὴ τὸ μέσον πεμπτημόριον ἡ ΘΚ ὑπόκειται οὕτως ἡ συγκειμένη ἐκ τῆς ε συναμφοτέρου τῆς ΜΝT καὶ ι συναμφοτέρου τῆς ΞΝΟ πρὸς τὴν β συναμφοτέρου τῆς ΜΝΤ καὶ △Ζ συναμφοτέρου τῆς ΞΝΟ·
καὶ γὰρ τὰ β τῶν ε καὶ τὰ △Ζ τῶν ι δύο πεμπτημόριά ἐστιν. Ἐπεὶ οὖν ἐδείχθη ὡς ἡ ΖΗ πρὸς ΙΚ, οὕτως ἡ ε τῆς ΜΝT καὶ ι τῆς ΞΝΟ πρὸς τὴν β τῆς Ν0 καὶ μόνην τὴν ΝT, πάλιν δὲ ἐδείχθη ὡς ἡ ΖΗ πρὸς ΖΚ, ἡ ε συναμφοτέρου τῆς ΜΝΤ καὶ ι τῆς ΞΝ0 πρὸς τὴν β τῆς ΜΝT καὶ △Ζ τῆς ΞΝΟ, ἔσται ὡς ἡγούμενον πρὸς τὰ δύο ἑπόμενα, οὕτως ἡγούμενον πρὸς τὰ δύο ἑπόμενα, ὡς ἡ ΖΗ πρὸς ΖΙ, οὕτως ἡ συγκειμένη ἐκ τῆς ε συναμφοτέρου τῆς ΜΝT καὶ ι συναμφοτέρου τῆς ΞΝ0 πρὸς τὴν συγκειμένην ἐκ τῆς
β τῆς ΟΝ καὶ μόνης τῆς ΝT καὶ τῆς β συναμφοτέρου τῆς ΜΝT ναὶ △Ζ τῆς ΞΝΟ, ἥ ἐστιν ἴση τῇ συγκειένῃ ἐκ τῆς β τῆς ΜΝ καὶ △Ζ τῆς ΝΞ καὶ τῆς ΝΟ καὶ τῆς ΝT· οὕτως γὰρ εἴληπται καὶ ἀνωτέρω. Ἐπεὶ οὖν τέσσαρες εὐθεῖαι ἑξῆς ἀνάλογόν εἰσιν αἱ ΜΝΞ, ΟΝT, καὶ ἐστὶν
ὡς μὲν ἡ ΝT πρὸς TM, οὕτως εἰλημμένη τις ἡ ΡΙ πρὸς τὴν ΖΘ, τουτέστι πρὸς τὰ τρία πέμπτα τῆς ΗΖ, τουτέστι τῆς M0, καὶ δεδειγμέναι εἰσὶν αἱ ἐν τῷ ῥητῷ ἀναλογίαι, ἔσται διὰ τὸ προειρημένον ἡ ΡΖ δύο πέμπτα τῆς MΝ, τουτέστι τῆς ΖB τρία ἄρα πέμπτα ἐστὶν ἡ ΒΡ τῆς ΒΖ.
Ἡ ΒΡ ἄρα πρὸς ΡΖ λόγον ἔχει, ὃν τρία πρὸς δύο ὥστε κέντρον βάρους ἐστὶ τοῦ ΑΒΓ τμήματος τὸ Ρ σημεῖον. Ἐὰν δὴ λάβωμεν τὸ τοῦ △ΒΕ τμήματος τὸ X, τρία πέμπτα ἔσται ἡ ΒX τῆς ΒΗ. Γέγονεν οὖν ὡς ὅλη ἡ ΖB πρὸς ὅλην τὴν ΒΡ, οὕτως ἀφαιρεθεῖσα ἡ ΒΗ πρὸς ἀφαιρεθεῖσαν τὴν
ΒΧ · ἑκατέρα γὰρ αὐτῶν πρὸς ἑκατέραν λόγον ἔχει, ὃν πέντε πρὸς τρία καὶ ἡ λοιπὴ ἄρα ἡ ΖΗ πρὸς λοιπὴν τὴν ΧΡ λόγον ἕξει, ὃν πέντε πρὸς τρία. Ἐπεὶ οὖν ὑπόκειται ὡς ὁ Α△ΕΓ τομεὺς πρὸς τὸ △ΒΕ τμῆμα, οὕτως ἡ ΜT πρὸς ΤΝ, ὡς δὲ ἡ MT πρὸς TΝ, οὕτως τὰ τρία πέμπτα τῆς ΗΖ τουτέστιν ἡ Θ ἤτοι ἡ ΧΡ πρὸς PΙ, ἔσται ἄρα καὶ ὡς ὁ τομεὺς πρὸς τὸ τμῆμα, ἡ ΧΡ πρὸς ΡΙ. Καὶ ἀντιπεπόνθασιν
ὅπερ τὸ Ρ κέντρον τοῦ ὅλου τμήματος τοῦ ἄρα τόμου κέντρον ἐστὶ τὸ Ι.
Commentarius in libros de planorum aequilibriis. Eutocius. ed. Charles Mugler. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.