Λῆμμα εἰς τὸ ἑξῆς.
Α, Β ἐπὶ τὴν Β πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὴν △.
τοῦ Λ πρὸς Μ, τουτέστι τοῦ Β πρὸς △. Ὁ δὴ Κ τὸν Β πολλαπλασιάσας τὸν Ν ποιείτω, ὁ δὲ Λ τὸν Β πολλαπλασιάσας τὸν Ξ ποιείτω, τὸν δὲ △ πολλαπλασιάσας τὸν Ο. Ἐπεὶ οὖν τὸ ὑπὸ τῶν A, Β ὁ Κ ἐστίν, ὁ δὲ Κ τὸν Β πολλαπλασιάσας τὸν Ν πεποίηκεν, ὁ ἄρα Ν ἐστὶν τὸ ὑπὸ
Α, Β ἐπὶ τὸν Β, Πάλιν, ἐπεὶ τὸ ἀπὸ Γ ὁ Λ ἐστίν, ὁ δὲ Λ τὸν △ πολλαπλασιάσας τὸν O πεποίηκεν, ὁ O ἄρα ἐστὶν τὸ ἀπὸ τοῦ Γ ἐπὶ τὸν △ ὥστε ὁ τοῦ ὑπὸ Α, Β ἐπὶ τὸν Β πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὸν △ λόφος ὁ αὐτός ἐστι τῷ τοῦ Ν πρὸς Ο. Δεῖ ἄρα δεῖξαι ὅτι ὁ τοῦ πρὸς Μ λόγος ὁ αὐτός ἐστι τῷ τοῦ Ν πρὸς Ο.
τὸν Λ, οὕτως ὁ Ν πρὸς Ξ. Πάλιν, ἐπεὶ ὁ Λ ἑκάτερον τῶν Β, △ πολλαπλασιάσας ἑκάτερον τῶν Ξ, Ο πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Β πρὸς △, ὁ Ξ πρὸς Ο. Ἀλλ᾿ ὡς ὁ Β πρὸς △, ὁ Λ πρὸς τὸν Μ· καὶ ὡς ἄρα ὁ πρὸς Μ, ὁ Ξ πρὸς Ο. Οἱ ἄρα Κ, Λ, Μ τοῖς Ν, Ξ, Ο ἐν τῷ αὐτῷ λόγῳ
εἰσὶν σύνδυο λαμβανόμενοι· καὶ διʼ ἴσου ἄρα ἐστὶν ὡς ὁ Κ πρὸς Μ, οὕτως ὁ Ν πρὸς Ο. Καὶ ἔστιν ὁ τοῦ Κ πρὸς Μ λόγος ὁ αὐτὸς τῷ συγκειμένῳ ἐκ τοῦ τοῦ ὑπὸ A, Β πρὸς τὸ ἀπὸ Γ καὶ τοῦ ὃν ἔχει ὁ Β πρὸς △, ὁ δὲ τοῦ Ν πρὸς Ο λόγος ὁ αὐτὸς ἐστι τῷ τοῦ ὑπὸ Α, Β ἐπὶ τὸν Β
πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὸν ὁ ἄρα σγκείμενος λόγος ἐκ τοῦ τοῦ ὑπὸ Α, Β πρὸς τὸ ἀπὸ Γ καὶ τοῦ ὃν ἔχει ὁ Β πρὸς △ ὁ αὐτός ἐστι τῷ τοῦ ὑπὸ Α, Β ἐπὶ τὸν Β πρὸς τὸ ἀπὸ Γ ἐπὶ τὸν △.
τῷ ἀπὸ τοῦ Β ἐπὶ τὸν Α. Ἐπεὶ γάρ ἐστιν ὡς ὁ Α πρὸς τὸν Β, οὕτως τὸ ὑπὸ Α, Β πρὸς τὸ ἀπὸ τοῦ Β τοῦ Β κοινοῦ ὕψους λαμβανομένου, ἐὰν δὲ τέσσαρες ὅροι ἀνάλογον ὦσιν, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων, τὸ ἄρα ὑπὸ Α, Β ἐπὶ τὸν Β ἴσον ἐστὶ τῷ ἀπὸ
τοῦ Β ἐπὶ τὸν Α.
Commentarii in libros de sphaera et cylindro. Eutocius. ed. Charles Mugler. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.