Εἰς τὸ η΄.
ὀρθῆς κάθετος ἦκται ἡ ΑΖ, τῶν πρὸς τῇ καθέτῳ τριγώνων ὁμοίων ὄντων ἐστὶν ὡς ἡ ΖΒ πρὸς ΒΑ, ἡ ΑΒ πρὸς Β△. Καὶ ὡς ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας καὶ τὸ ἀπὸ τῆς δευτέρας πρὸς τὸ ἀπὸ τῆς τρίτης, ὡς ἀνωτέρω δέδεικται· ὡς ἄρα
ἡ ΖΒ πρὸς Β△, τὸ ἀπὸ ΑΒ πρὸς τὸ ἀπὸ Β△. Ἀλλ᾿ ὡς ἡ ΒΔ πρὸς △Ζ, οὕτως τὸ ἀπὸ Β△ πρὸς τὸ ἀπὸ △Α· ὡς γὰρ ἡ πρώτη πρὸς τὴν τρίτην, οὕτως τὸ ἀπὸ τῆς πρώτης πρὸς τὸ ἀπὸ τῆς δευτέρας καὶ δι᾿ ἴσου ἄρα ὡς τὸ ἀπὸ ΒΑ πρὸς τὸ ἀπὸ △Α, οὕτως ἡ ΒΖ πρὸς Ζ△.
οὕτως ἡ ΒΖ πρὸς Ζ△.
συντεθέν.
ΒΕ μείζονα λόγον ἔχει ἤπερ ἡ Γ△ πρὸς τὴν ΒΕ, τουτέστι πρὸς △Ζ ὥστε καὶ συνθέντι ἡ ΑΕ πρὸς ΕΒ μείζονα λόγον ἔχει ἤπερ ἡ ΓΖ πρὸς △Ζ διὰ τὰ προδεδειγμένα.
πρὸς τὴν Β ἐλάσσονα λόγον ἔχειν ἤπερ τὴν Β πρὸς τὴν Γ, τὸ ὑπὸ τῶν ἄκρων τῶν A, Γ ἔλασσόν ἐστι τοῦ ἀπὸ τῆς μέσης τῆς Β. Ἐὰν γὰρ ποιήσωμεν ὡς τὴν Α πρὸς τὴν Β, τὴν Β πρὸς ἄλλγν τινα, ἔσται πρὸς μείζονα τῆς Γ, εἴπερ δεῖ ἐλαττῶσαι τὸν τῆς Β πρὸς Γ λόγον. Καὶ ἔσται
τὸ ὑπὸ τῆς Α καὶ τῆς μείζονος τῆς Γ ἴσον τῷ ἀπὸ τῆς Β· ὥστε τὸ ὑπὸ τῶν A, Γ ἔλασσόν ἐστι τοῦ ἀπὸ τῆς Β.
μείζονος τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν ἴσον γίνεται τῷ ὑπὸ τῶν ἴσων, Ὥστε ἡ εὐθεῖα κἂν εἰς ἄνισα τέμνηται κατʼ ἄλλο καὶ ἄλλο σημεῖον, τὸ ὑπὸ τῶν τμημάτων τῶν ἕγγιον τῆς διχοτομίας μεῖζόν ἐστι τοῦ ὑπὸ τῶν ἀπωτέρω τμημάτων.
Γ πρὸς △Ε.
πρὸς ΒΚ, οὕτως τὸ ἀπὸ τῆς δευτέρας πρὸς τὸ ἀπὸ τῆς τρίτης, τουτέστι τὸ ἀπὸ ΒΝ πρὸς τὸ ἀπὸ ΒΚ, ὡς δέδεικται ἀνωτέρω. Πάλιν, ἐπεί ἐστιν ὡς ἡ ΘΒ πρὸς ΒΝ, ἡ ΝΒ πρὸς ΒΚ, συνθέντι ὡς ἡ ΘΝ πρὸς ΝΒ, ἡ ΚΝ πρὸς ΚΒ· ἐναλλὰξ ὡς ἡ ΘΝ πρὸς ΝΚ, ἡ Νβ πρὸς ΒΚ καὶ ὡς ἄρα τὸ ἀπὸ
ΘΝ πρὸς τὸ ἀπὸ ΝΚ, οὕτως τὸ ἀπὸ ΝΒ πρὸς τὸ ἀπὸ ΒΚ. Ἀλλ᾿ ὡς τὸ ἀπὸ ΝΒ πρὸς τὸ ἀπὸ ΒΚ, οὕτως ἐδείχθη ἡ ΘΒ πρὸς ΒΚ· καὶ ὡς ἄρα ἡ ΘΒ πρὸς ΒΚ, οὕτως τὸ ἀπὸ ΘΝ πρὸς τὸ ἀπὸ ΝΚ.
ἤπερ τὸ ἀπὸ ΘΝ πρὸς τὸ ἀπὸ ΝΚ Πάλιν γὰρ δύο ἀνίσοις ταῖς ΘΖ, ΖΚ πρόσκειται ἡ ΝΖ, καὶ διὰ τὸ ἀνωτέρω εἰρημένον ἡ ΘΖ πρὸς ΖΚ μείζονα λόγον ἔχει ἤπερ ἡ ΘΝ πρὸς ΝΚ ὥστε καὶ τὰ διπλάσια. Τὸ ἄρα ἀπὸ ΘΖ πρὸς τὸ ἀπὸ ΖΚ μείζονα λόγον ἔχει ἤπερ τὸ ἀπὸ ΘΝ πρὸς τὸ
ἀπὸ ΝΚ, τουτέστιν ἡ ΘΒ πρὸς ΒΚ, τουτέστιν ἡ ΘΒ πρὸς ΒΕ, τουτέστιν ἡ ΚΖ πρὸς ΖΗ.
πρὸς μείζονα λόγον ἔχει ἤπερ ἡ Γ πρὸς Ε. Γεγονέτω οὖν ὡς ἡ Ε πρὸς τὴν Γ, ἡ Γ πρὸς ΒΖ. Καὶ ἐπεὶ τέσσαρες εὐθεῖαι ἑξῆς ἀνάλογόν εἰσιν αἱ ΒΖ, Γ, Ε, △, ἡ ΒΖ ἄρα πρὸς △ τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ΒΖ πρὸς Γ, τουτέστιν ἡ πρὸς Ε. Ἔχει δὲ καὶ ἡ Γ πρὸς △ διπλασίονα
λόγον τοῦ τῆς Γ πρὸς Ε· ἡ ἄρα ΒΖ πρὸς △ ἡμιόλιον λόγον ἔχει τοῦ ὃν ἔχει ἡ πρὸς △· ὥστε ἡ ΑΒ πρὸς μείζονα ἢ ἡμιόλιον λόγον ἔχει τοῦ τῆς Γ πρὸς △.
Commentarii in libros de sphaera et cylindro. Eutocius. ed. Charles Mugler. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.