SCHOLIA.
A. SCHOLIA CODICIS LAURENTIANI.
ἐστιν ὁμοιότης πρὸς δικαιοσύνην, ὅπερ εἴωθεν ἐπὶ τῆς ὕλης λέγεσθαι καὶ τοῦ πρώτου· καθόσον οὐ βιαζόμενα τὰ κρείττονα μόρια τῆς ψυχῆς ἕπεται τοῖς χείροσιν ὅπερ ἐστὶν ἡ τοῦ ἀδικεῖσθαι ὑπό τινος ἔννοια, τὸ βίᾳ τῶν προσηκόντων ἀποστερεῖσθαι ὑπ' ἐκείνου), ἀλλ’ ἑκουσίως ὑποκατακλίνεται
τοῖς χείροσιν, ἑαυτὰ ἀδικοῦντα καὶ διὰ τοῦτο μηδὲν τῶν προσηκόντων ἑαυτοῖς πράττοντα. οὕτω δὲ καὶ τὴν ἄδικον πόλιν καὶ διὰ τοῦτο ἀδρανεστέραν ἐλαμβάνομεν, ἐν ᾑ τῶν πολιτῶν οἱ ἕτεροι τοὺς ἑτέρους βίᾳ ἀπεστέρουν τῶν προση- κόντων αὐτοῖς καὶ διὰ τοῦτο ἐχθροὺς εἶχον καὶ οὐχ ὅλῃ
τῇ ψυχῇ συμπράττοντας· δικαιοσύνης δὲ μετέχειν ἐλέγομεν, ἐν ᾑ οἱ πολῖται καὶ μοχθηροὶ ὄντες συνεφώνονν. ἐν ᾗ οὖν ψυχῇ τοιαύτη ἐστὶν ἀδικία, ὑπὸ ταύτης πρᾶξις οὐκ ἂν γένοιτο ἢ δυσκολώτατα, οὐκ ἐν αὐτῷ τῷ στασιάζειν τὰ μόρια τῆς ψυχῆς πρὸς ἄλληλα, ἀλλὰ μετὰ τὸ βιασθῆναι τὰ ἕτερα
ὑπὸ τῶν ἑτέρων, καὶ τότε οὐ προθύμως πραττούσης τῆς ψυχῆς. τί οὖν; ἐπὶ ταύτης τῆς ἕξεως τῆς στάσιν ἐχούσης οὐδέν ἐστι δικαιοσύνης ἴχνος; καὶ πάνυ, φαίην ἄν· καθόσον ὁ λόγος τυγχάνει τοῦ κατ' ἀξίαν καὶ ὁρῶν τὸ ἀγαθὸν καὶ αἱρούμενος, εἰ καὶ μαχόμενον ἔχει τὸ πάθος, διὰ τὸ 1 μήπω ἐπιστήμην εἶναι, καὶ ἢ κρατούμενον ἢ κρατοῦν. ἀλλ’ εἰ μὲν μόνος ἦν ὁ λόγος ἡ ψυχή, τότε μᾶλλον ἔδει γίνεσθαι τὰς πράξεις· ἐπεὶ δὲ τριμερὴς μὲν ἐπινοεῖται ἡ ψυχή, δεῖ δὲ εἼπερ μέλλοι τι πράττεσθαι ὑπ’ αὐτῆς, συμφωνεῖν ἀλλήλοις πάντα τὰ μόρια, διὰ τοῦτο ἐπὶ τῆς τελείας κακίας τὸ
εἴδωλον τῆς συμφωνίας αἴτιον γίνεται διαστροφῆς πράξεων διάστροφον ὅν. πρὸς τῷ μηδὲ ἀεὶ δύνασθαι συμφωνεῖν ἑαυτῇ τὴν τοιαύτην ζωήν. αἱ γὰρ κατ' οὐσίαν ὑπάρχουσαι τῇ ψυχῇ κοιναὶ ἔννοιαι, καθ' ἃς καὶ ἕχει πρόφασιν σωτηρίας, οὐ δύνανται παντελῶς ἀκίνητοι μένειν. ἴστι δὲ ἡ
τοιαύτη συμφωνία τῆς διαφωνίας χείρων (διὰ γὰρ γίνεται τοῦ λόγου), καθάπερ καὶ τὸ ἐπὶ τῆς ὕλης ἀσώματον τῶν σωμάτων χεῖρον καὶ τὸ ἀγένητον τοῦ γενητοῦ. ὥστε ἔοικεν ἡ ἐν πλήθει δικαιοσύνη, καθὸ συμφωνία τίς ἐστιν, αἰτία εἶναι τῶν πράξεων, καὶ διὰ τοῦτο τὰ τῆς συμφωνίας
ἴχνος τι παρασπασάμενα δύνασθαι πράττειν συμφώνως τῇ συμφωνίᾳ. εἰ μὲν γὰρ ἡ συμφωνία κατὰ φύσιν καὶ ἀληθής, καὶ δικαιοσύνη ἀληθής, καὶ δόγμα τὸ περὶ τοῦ ὀρεκτοῦ ἀγαθοῦ ἀληθές, καὶ αἱ πράξεις ὀρθαί· εἰ δὲ παρὰ φύσιν ἡ συμφωνία τῶν κρειττόνων τοῖς χείροσιν ἑπομένων, καὶ τὰ
λοιπὰ πάντα εἰδωλικὰ καὶ ψευδῆ καὶ φαινόμενα μόνον· πρὸς τῷ μηδὲ ἀεὶ δύνασθαι συμφωνεῖν ἑαυτῇ τὴν τοιαύτην ζωήν· αἱ γὰρ κοιναὶ ἔννοιαι θ<οὐθ> δύνανται ἀκίνητοι
κρατεῖ μὴ κρατεῖ μα— κρατεῖται ὑπηρετεῖ τοῖς κρατεῖται μὴ μαχόμενος Χόρενος μαχόμενος πάθεσιν μαχόμενος.
κατηγορούμενος ὅρος ἐστὶ τὸ αἴτιον, ᾡ οὐ πρόσκειται ὁ 2 προσδιορισμός· δῆλα δὲ ταῦτα ἀπὸ τοῦ ἐν τῇ μείζονι προτάσει λέγειν ἡμᾶς πᾶν τὸ μηδενὸς κακοῦ αἴτιον, καὶ λαμβάνειν ἡμᾶς τὸ πᾶν προσδιορισμὸν ὂν ὡς πρὸς τὸ αἴτιον, ὃ νῦν ὑποκείμενον ὂν δῆλον ὡς ἐν τῇ ἐλάττονι προτάσει
κατηγορουμενον ην.
εὐρυθμίας τὸ ἄλογον κοσμεῖται κτλ.] μήποτε τὰς μὲν ἁρμονίας ἀποδοτέον τῇ συμφωνίᾳ τοῦ ἀλόγου τῆς ζωῆς εἴδους πρὸς τὸν λόγον, τοὺς δὲ ῥυθμοὺς τῇ συντάξει τῆς κινήσεως τοῦ ζῴου πρός τε τὸ ἄλογον καὶ τὸν λόγον· ἐπεὶ τὰς δυνάμεις χωρὶς τῶν ἐνεργειῶν προπαιδεύεσθαι δυνατόν.
μῦθον.
8
τοῖς διῃρημένοις καὶ τῇ συντάξει αὐτῶν ὡς ὑπερφυεστέρᾳ τὸν τῆς ὁλότητος δεσμὸν νοεῖν ἐνδιδόντα τὸν Ἥφαιστον· καὶ ὡς ὑποκρυπτόμενα μὲν ἐν τῷ μυχῷ τῆς ὁλότητος τὰ ἐναντία θεωρεῖν ἀλλήλοις ὄντα προσήγορα διά τινος κρυπτομένης Ἀφροδίτης, φανὸν δὲ τὸ ὅλον ὑπὸ τῷ
Ἡλίῳ ἀτεχνῶς ὑπερηπλωμένον· οὐ γὰρ διέλαθεν αὐτὸν εἴσω τῆς ὁλότητος εἰς ὁμόνοιαν τἀναντία συνάγοντα. λύεται τοιγαροῦν καὶ ἀναλύεται οὐκ ἀφανιζόμενα εἰς τὴν ὁλοτελῆ μίαν ἕνωσιν τὰ πλήθη τῶν ἐναντίων διὰ Ποσειδῶνα τὸν τοῦ γενητοῦ παντὸς ᾐ γενητὸν ὑποστάτην.
9 μενον ἐν τῷ πρὸς ἑαυτὸ ἐνεργεῖν] καὶ πῶς οὐ συμ- βάλλεται συνεπιστρέφων αὐτὸς ἑαυτῷ καὶ τὴν κάτω πᾶσαν ζωὴν καὶ χωρίζων τῆς γενέσεως;
ἔχουσιν αἱ τῶν ἑτέρων ἀρεταὶ καὶ κακίαι πρὸς τὰς τῶν ἑτέρων] ὁ δὲ Σωκράτης τὰς ἐν τῇ πόλει πρώτας παραδίδωσιν ἀπὸ τῶν φύσει μὲν ὑστέρων, πρὸς ἡμᾶς δὲ πρώτων καὶ γνωριμωτέρων ἀρχόμενος.
ἀξίνην ἐκ τοῦ ἑτέρου μέρους δικελλοειδῆ.
[III 9 p. 432a 22 sq.], ἀλλ’ ὀρεκτικὰ καὶ παραλαμβανόμενα εἰς τὸν τῶν ἀρετῶν λόγον οὐδὲν παρὰ ταῦτα· ἡ γὰρ ὄρεξις ἢ τῶν πρὸς σῶμα καὶ τὸ ἀγαθὸν τοῦ σώματος τεινόντων ἐστὶν ἢ ὄντως ἢ φαινομένως ὂν τοιοῦτον, ἢ τῶν ἔξω σώματος· καὶ εἰ τῶν πρὸς τὸ σῶμα τεινόντων, ἢ τῶν τὰ συμβαλλόμενα
βαλλόμενα ἐν]] αὐτῷ πρὸς τὸ εἶναι πορισομένων, ἢ τῶν τὰ λυποῦντα καὶ φθείροντα ἀμυνουμένων.
θυμοειδὲς καὶ ἐπιθυμητικόν, οὐδὲ τῆς ἐπιθυμίας μία ἡ φύσις διὰ τὸ φιλήδονον καὶ φιλοχρήματον μαχόμενα ἀλλήλοις ὡς εἴ τις λίχνος ἅμα εἴη καὶ φιλάργυρος)· ἢ τὸ φιλοχρήματον οὐκ ἔστιν μόνης τῆς ἀλόγου ψυχῆς οὐδὲν γὰρ ἄλογον ζῷον φιλοχρήματόν ἐστιν), ἀλλὰ τῆς συμπλοκῆς ἐστὶ
τοῦ λόγου καὶ τοῦ πάθους.
ἵππους Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαρηον [Ψ 295].
ἕν· τοῦ αὐτὸ ἄρα καλοῦ καὶ τοῦ αὐτὸ αἰσχροῦ ἑκάτερον ἕν.
τῶν εἰδῶν εἰλικρινές ἐστιν, ἀλλὰ συμμιγὲς πρὸς τὸ ἐναντίον διὰ τὴν ὑποκειμένην ὕλην, καὶ τὸ δοκοῦν ἐνταῦθα καλὸν μετέχει πως τοῦ αἰσχροῦ καὶ τὸ αἰσχρὸν τοῦ καλοῦ, διότι ἡ ὁποιαοῦν τοῦ εἴδους μέθεξις κάλλους ἐστὶ μετουσία.
γενητὰ μεταξὺ ὄντος καὶ μὴ ὄντος κτλ.] μήποτε σαφέστερον ποιήσομεν τὸν λόγον ἀποδεικνύντες, ὅτι τὰ εἴδη μόνως γνωστὰ καὶ ὄντως γνωστά, τὸ δὲ μὴ ὂν οὐδαμῶς γνωστόν· εἶθ’ ὅτι τὰ γενητὰ μεταξὺ ὄντα δοξαστά ἐστιν. Καὶ ἄλλως. ἡ γνῶσις τῶν πρός τι, γνωστοῦ γάρ· ὁμοίως
δὲ καὶ ἡ δόξα τοῦ δοξαστοῦ. τῶν δὲ πρός τι ὄντος τοῦ ἑτέρου ἔστι καὶ τὸ λοιπόν· οὕσης οὖν τῆς γνώσεως, ὁμοίως δὲ καὶ τῆς δόξης, ἔσται καὶ τὸ γνωστὸν καὶ τὸ δοξαστόν.
ὂν οὐκ εἶναι γιγνώσκειν] τετραχῶς τὸ μὴ ὂν. ἢ τὸ ὑπερούσιον, ὡς τὸ πρῶτον· ἢ τὸ κατὰ τὴν ἑτερότητα, ὁ τὶ μὴ ὂν καλεῖ Ἀριστοτέλης, Πλάτων δὲ οὐ παρ’ ἔλαττον τοῦ ὄντος· ἢ τὸ αἰσθητὸν πρὸς τὸ νοητόν, ὅπερ ὄντως ὂν λέγεται, παραβαλλόμενον ἢ ὕλη, ὡς οὐδὲν οὖσα
ἐνεργείᾳ]]. ἢ τὸ μηδαμῶς ὂν καὶ ἁπλῶς μὴ ὂν κατὰ τὸν τοῦ Ἀριστοτέλους λόγον. τούτων οὖν τὰ ἄκρα μόνως ἐκβέβηκε τὰ ὄντα, τὸ μὲν ἐπὶ τὸ κρεῖττον τὸ δὲ ἐπὶ τὸ χεῖρον· τῶν δὲ μέσων τὸ μέν ἐστι πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, τὸ δὲ πρὸς τὶ μὲν ὂν πρὸς τὶ δὲ μὴ ὄν. τῶν μὲν οὖν
ἄκρων τὸ μὲν κρεῖττον ἂν εἴη πάσης γνώσεως ἐπιβλητικῆς, διότι πᾶσα γνῶσις εἴδους τινός ἐστιν ἀντίληψις, ἐκεῖνο δὲ ὑπὲρ πᾶν εἶδος, γνωστὸν δὲ μόνως κατὰ τὴν πρὸς τὰ ὄντα ὑπεροχὴν καὶ ὅπερ εἰώθασι λέγειν ‘μύσασιν ὄμμασι’. τὸ δὲ ἔσχατον ὥσπερ οὐδαμῶς ὂν οὕτω καὶ οὐδαμῶς γνωστόν·
τῶν δὲ μέσων ἑκάτερον πῇ γνωστόν, διότι καὶ πῇ ὄν. διὰ τοῦτο οὖν ἀσφαλῶς ὁ Σωκράτης [V p. 477a] τὸ μηδαμῶς ὄν ἄγνωστον ἀπέφηνεν. εἰ δὲ τὸ ὂν εἶπε μόνον γνωστόν, οὐ θαυμαστόν· ὡς γὰρ περὶ τῆς ἐπιβλητικῆς γνώσεως, ἧς ὁ Γλαύκων ἔννοιαν εἶχε, ταῦτα εἴρηται. Ἔστι τι καὶ πέμπτον,
ὃ πρὸς τοῦ ἁπλῶς μὴ ὄντος δεῖ τάττειν, ἡ ὕλη, ἀνομοίως ὡμοιωμένη τῷ πρώτῳ, διότι ὥσπερ τὸ πρῶτον κρεῖττον παντὸς εἴδους ἐστίν, οὕτως αὕτη χείρων. τῇ τε οὖν ὑποστάσει ἔοικεν τῷ πρώτῳ ἀνομοίως, ὡς εἴρηται, καὶ τῇ περὶ αὐτῆς γνώσει· οὐκ ἄρα οὐδὲ ταύτην καθ’ αὑτὴν γιγνώσκομεν, 13 14 ἀλλ’ ἐκ τοῦ πᾶσιν ὑποκεῖσθαι, ὥσπερ ἐκεῖνο ἐκ τοῦ πάντων ἐξῃρῆσθαι. μόνον οὖν κυρίως ἄγνωστον τὸ ἁπλῶς μὴ ὄν, ἅτε μηδὲ ὑπόστασίν τινα ἔχον· πρὸς τοῦτο τὸ τί, ταὐτὸν δὲ εἰπεῖν τὸ ἓν ὂν ἢ μετέχον τοῦ ἑνός, γνωστὸν εἶπεν ὁ Σωκράτης. κράτης. εἶτα ἐπειδὴ ἄλλως μὲν] τὸ ἐν τοῖς οὖσιν ἓν γνωστὸν
καταφατικῶς, ἄλλως δὲ τὸ ὑπὲρ τὰ ὄντα ἀποφατικῶς γάρ), μόνην * * *
χαλκευτικὴ καὶ ἀργυροχοϊκή, αἳ δὲ κατὰ τὸν τρόπον τῆς ἐνεργείας, ὡς τεκτονικὴ καὶ ναυπηγική· εἰκότως οὖν ἀπ ἀμφοτέρων αὐτῶν ἔλαβεν τὴν διαφορὰν ὁ Σωκράτης [V p. 477d] καὶ ἁπλῶς τῶν δυνάμεων.
ὅτι αἱ μὲν γνωστικαὶ δυνάμεις κτλ.] αἱ δυνάμεις γνωστικαί ABBREV κινήσεως αἴτιαι αἰσθητικαί ABBREV νοητικαί ἐν κινουμένοις ABBREV ἐν κινοῦτὰ ἐλάττονα τὰ μείζονα αἱ ὑπὸ ἐλατσ- σιν αἱ τὰ
γινώσκουσαι γινώσκουσαι τόνων κινού- μείξονα κικαὶ τὰ μείζω καὶ τὰ ἐλάτ- μεναι καὶ νοῦσαι καὶ τονα ὑπὸ μειζόνων τὰ ἐλάσσονα.
τὸ νοητόν ἐστιν, ὑποβάθρα τῆς ἐκείνου θέας ἐστίν] οὐχ ὅτι τὸ εἰδητικὸν ἀγαθόν, ἀλλ’ αὐτὸ τὸ πρῶτον· ὕτω καὶ πρότερον ἐκάλει ἔστι γὰρ αὐτὸ ἰδέα ἰδεῶν) καὶ ἔσχατον 15 εἶναι μάθημα ἔλεγεν· τοῦτο οὖν ἐν τῷ νοητῷ φαίνεται, οὐχ ὡς μετέχον ἐκείνου οὐδ’ ὅλως ὡς ἐν αὐτῷ ὄν, ἀλλ’ ὡς πρώτως ὑπ' ἐκείνου μετεχόμενον καὶ δι’ ἐκείνου φαινόμενον.
τὸ εἶδος τοῦ βίου. ὁ δὲ θεῖος Πλάτων τὴν σπόριμον ὥραν δῆλός ἐστιν οὐ μόνον τῆς κυήσεως ἀρχὴν ἡγούμενος εῖναι, ἀλλὰ καὶ τῶν με[τὰ] τὴν κύησιν συμβαιν]όντ[ων].
τοῦ θεοῦ βούλησιν] ὁ Ἁρποκρατίων καὶ ὁ Ἀττικὸς οἱ τὸ γενητὸν λέγεσθαι τὸν κόσμον ἐν Τιμαίῳ [p. 28c] ὑπὸ τοῦ Πλάτωνος κατὰ χρόνον ἀκούοντες, ἐπειδὴ ὁ Ἀρι- στοτέλης ἐγκαλεῖ τῷ θείῳ Πλάτωνι ἐν τῇ περὶ οὑρανοῦ I 10 p. 280a 30], διότι λέγων κατὰ χρόνον τὸν κόσμον
γενητόν, ὡς ἐκεῖνος οἴεται, λέγει αὐτὸν ἄφθαρτον εἶναι, ἀπολογίαν οἴονται εὑρίσκειν πρὸς αὐτὸν λέγοντες, ὅτι φθαρτὸς μέν ἐστι διὰ τὴν ἑαυτοῦ φύσιν, ἄφθαρτος δὲ διαμένει διὰ τὴν τοῦ θεοῦ βούλησιν. πάνυ δὲ καλῶς ὁ φιλόσοφος εἶπεν πρὸς αὐτούς, ὅτι εἰ λέγετε φθαρτὸν αὐτὸν ὄντα ὅσον
ἐπὶ τῇ ἑαυτοῦ φύσει ἄφθαρτον γεγονέναι, διὰ τί μὴ λέγετε, ὅτι καὶ γενητὸν αὐτὸν ὄντα καὶ γενόμενον ἐν χρόνῳ εἶναι ἀγένητον διὰ τὴν τοῦ δημιουργοῦ βούλησιν; εἰδέναι δὲ χρή, ὅτι ὅ θεῖος Πλάτων τὸ γενητὸν κατ’ αἰτίαν λαμβάνει καὶ οὐ κατὰ χρόνον. οὐ γὰρ δήπου ὁ Τίμαιος παρὼν τῇ προτοιὰν 16 τεραίᾳ τοῖς περὶ πολιτείας λόγοις καὶ ἀποδεξάμενος τὸ πᾶν τὸ κατὰ χρόνον γενητὸν φθαρτὸν εἶναι, τῇ ἑξῆς ὥσπερ ἐπιλαθόμενος τὰ ἐναντία ἑαυτῷ ἔλεγεν. καὶ ὀρθῶς ἀπαντῶντες πρὸς τὸν Ἀριστοτέλη ταῦτα ἐροῦσιν, ὅτι ἐπειδὴ κατ’ αἰτίαν αὐτὸν λέγει γενητὸν καὶ οὐ κατὰ χρόνον, εἰκότως οὐ
λέγει αὐτὸν φθαρτὸν εἶναι.
τῆσδε τῆς περιφορᾶς· εἰ γὰρ ἁπλῶς ὑπὸ τῆς κινήσεως ἐγενόμην, ἔδει με καὶ πρὶν γεννηθῶ γενέσθαι.
γηρώντων] ὡς ἡ κορώνη.
in quo 1. Π]λάτων et πολιν.
ἐξ ἀνομοίων πλευρῶν] κζ καὶ #x772;.
προτάσεως.
partem 1. . . λα δαίμοσιν ἐν ἀέρι καθορᾶσθαι πέσοῦσιν.
αὐτῶν· Με διὰ τοῦτο τέσσαρες αἱ σχέσεις καὶ μεταβολαὶ τῆς ζωῆς, ἃς τὰ χάσματα σημαίνουσιν.
ζωτικῆς καὶ παντοδαπῆς κινήσεως οἱ ὑπουργοῦντές τε καὶ οἱ τὰ σημεῖα δεδεγμένοι.
τὰς πέντε αἰσθήσεις λέγει, οἷον εὐθείαις ἀναλογούσας ἀπὸ τοῦ κοινοῦ σημείου προϊούσαις.
τῶν ἐκ τῶν ὑπὸ γῆς δικαιωτηρίων ἀνιουσῶν, ὅτι ἠρώτων ἀλλήλας μόναι αὗ]ται καὶ διηγοῦντο ἀλλήλαις μό]ναι, αὐταῖς]] ἅμα συνηρίθμηνται ταύταις καὶ αἱ τῶν σωμάτων προσεχῶς ἐξελθοῦσαι ὡς ἂν προηγουμένην καὶ κατεπείγουσαν ἐχούσαις τήν τε κρίσιν καὶ τὴν ἐπὶ τὰς λήξεις ὁδόν.
ἀφαίρεσιν τῶν πρὸς τὴν κόλασιν ἐμποδίων· οἱ γὰρ τοῦ δέρματος ἀφαιρούμενοι μᾶλλον συναισθάνονται τῶν ἔξωθεν πληγῶν.
τοῦ φωτὸς λέγοιντο ἂν αἱ συνεκτικαὶ αὐτοῦ δυνάμεις (λέγεται γὰρ συνέχειν τὸν οὐρανόν), ἄκρα δὲ τῶν δεσμῶν αἱ ἀκρόταται καὶ πρώτισται καὶ οἶον ἐκ πρύμνης τῆς κυρτῆς ἐπιφανείας τοῦ οὐρανοῦ τὸν ὅλον κόσμον συνέχουσαι· τοῦτο γὰρ τὸ τετάσθαι.
Ibid. ad 1. 24 μᾶλλον δοκεῖ λέγειν ὑποζώματα τὰ πρὸς ὀρθὰς τῇ τρόπιδι ξύλα τὰ συνέχοντα τὰς συμπληρούσας τὸ κύτος τῆς νεὼς σανίδας.
ἐν Ποταμοῖς (fr. 38 K).
ἡμεῖς τὰ τῶν ἀστέρων σώματα χωρεῖν λέγομεν διὰ τῶν σφαιρῶν συνεχῶν οὐσῶν καὶ ναστῶν.
† μείζονα τῶν λόγων τὴν ῥῖψιν ποιούμενος.
τε αὐτὸ φθαρτὸν ὂν ἐν οὐρανῷ γενέσθαι.
ἐπιλεγόμενον.
In Platonis Rem Publicam Commentarii. Proclus Diadochus. ed. Wilhelm Kroll. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.