[23] Ἤ ὡς ἐν τῷ Μεσηνιακῷ. οἱ Μεσηνιᾶται ἄποικοί εἰσι τῶν Λακεδαιμονίων· καὶ διότι συνεμάχησαν καὶ προσετέθησαν τοῖς Ἀθηναίοις, ὡρμήθησαν οἱ Λακεδαιμόνιοι καταδουλῶσαι αὐτούς. συμβουλεύει γοῦν ὁ Ἀλκιδάμας τοῖς Λακεδαιμονίοις καταδουλῶσαι τοὺς ἐν Μεσήνῃ ἐπιχειρῶν ἐκ τοῦ ἐναντίου· [
a 11] εἰ γὰρ ὁ πόλεμος, φησί, προυξένησε τάδε τὰ κακά, εἰρήνη πάλιν ταῦτα ἐπανορθώσεται. καὶ εἴ τις οὐκ ὀργίζεται κατὰ τοῦ ἀκουσίως κακόν τι δράσαντος εἰς αὐτόν, λοιπὸν οὐδὲ χάριν ὀφείλει νέμειν τῷ εὐεργετήσαντι αὐτὸν ἀκουσίως καὶ ἐν τῷ καταναγκασθῆναι παρ᾽ ἑτέρου. [
a 17] καὶ εἰ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανὰ ἤτοι ψεύδεσθαι καὶ δοκεῖν πιθανὰ τοῖς πολλοῖς καὶ ἀληθῆ λέγειν, οὐ μέντοι γε δὲ ψευδῆ, χρὴ νομίζειν καὶ τὸ ἐναντίον, ἤτοι ὅτι συμβαίνει πολλάκις ἀληθῆ μὲν λέγειν τινά, ἄπιστα δὲ καὶ ψευδῆ νομίζεσθαι τοῖς ἀκροαταῖς. [
a 21] εἰ πᾶν δίκαιον ἀγαθόν, ἦν ἂν καὶ πᾶν τὸ δικαίως γινόμενον ἀγαθόν· ἀλλὰ μὴν τὸ δικαίως ἀποθανεῖν οὐκ ἄν τις αἱρήσεται· δικαίως γὰρ ἀποθνῄσκει
73
ὁ μοιχὸς ἢ ὁ φονεύς. [
a 23] ἄλλος τόπος ἐκ τῶν πρὸς ἄλληλα ἤτοι τῶν πρός τι· εἰ γὰρ τῷ ἑτέρῳ ὑπάρχει ἤγουν τῷ φονεύσαντι τὸ καλῶς καὶ δικαίως ποιῆσαι, καὶ τῷ φονευθέντι ὑπάρχει τὸ καλῶς πεπονθέναι· καὶ εἰ καλῶς ἐκέλευσεν ὁ Σωκράτης τὸν Πλάτωνα ποιῆσαι τόδε, καὶ ὁ Πλάτων τόδε καλῶς ἐποίησεν. [
a 26] ὁ Διομέδων Ἀθη ναῖος ἦν καὶ ἠγόρασε τὸ φορολογεῖν ἀπὸ τοῦ δημοσίου, εἶτα ὠνειδίζετο
παρὰ τῶν ἀρχόντων ἐν Ἀθήναις τῶν καὶ πωλησάντων αὐτῷ τὸ φορολογεῖν,
74
διότι τοῦτο ἐποίησε, καί φησιν ὅτι
εἰ μὴ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ’ ἐμοὶ λοιπὸν τὸ ἀγοράσαι. [
a 30] εἰ γὰρ δικαίως ἀπέθανεν ἡ Κλυ ταιμνήστρα ὡς φονεύσασα τὸν ἄνδρα αὑτῆς, ἀλλ’ οὐχ ὑπὸ σοῦ τοῦ Ὀρέστου τοῦ υἱοῦ αὐτῆς ἔδει αὐτὴν ἀποκτανθῆναι. διὸ σκοπητέον χωρὶς καὶ ἰδίᾳ, εἰ καὶ ὁ παθὼν ἄξιος ἦν παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν ποιῆσαι· οὐ μέντοι γε δὲ προσῆκον ἦν τὸν Ὀρέστην φονεῦσαι αὐτὴν ἀλλ’ ἕτερον. [
b 1] εἶτα χρήσασθαι, ὁποτέρως ἁρμόττει καὶ συμφέρει σοι· εἰ γὰρ μέλλεις δεῖξαι, ὅτι ὁ παθὼν ἄξιος ἦν τοῦ παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἰ καὶ εὑρήσεις τὸν παθόντα ἄξιον τοῦ παθεῖν καὶ τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. εἰ δὲ μέλλεις δεῖξαι, ὅτι ὁ μὲν παθὼν ἄξιος ἦν τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιος τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἴ γε τέως εὑρήσεις καὶ τὸν μὲν παθόντα ἄξιον τοῦ παθεῖν, οὐ μέντοι γε τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. [
b 2] ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτο καὶ ὁ μὲν παθὼν ἄξιός ἐστι τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιός ἐστι τοῦ ποιῆσαι, ὡς ἐπὶ τῆς Κλυταιμνήστρας. ὁ Θεοδέκτης τραγικὸς ἦν. ὁποτέρως ἁρμόττει, εἴτε καὶ οἱ δύο δικαίως εἴτε καὶ ὁ εἷς. [
b 3] ὁ Ἀλκμαίων υἱὸς ἦν τοῦ Ἀμφιαράου τοῦ μάντεως, ὃς ἀπέκτεινε τὴν αὐτοῦ μητέρα. [
b 2] καὶ οὐδὲν κωλύει διαφωνεῖν ἤγουν τὸν μὲν παθόντα δικαίως παθεῖν, τὸν δὲ ποιήσαντα μὴ δικαίως ποιῆσαι. εἰσάγει δὲ ὁ Θεοδέκτης τινὰ ἐρωτῶντα τὸν Ἀλκμαίωνα
οὐδεὶς τῶν ἀνθρώπων ἐστύγει τὴν μητέρα τὴν σήν; [
b 4] φησὶ δὲ ἀποκρινόμενος τὸ ναί. πῶς ἐστύγει; τοῦτο τοῦ Ἀριστοτέλους. ἀλλὰ διαλαβόντα καὶ διελόντα ἰδίᾳ τὸν παθόντα καὶ ἰδίᾳ τὸν ποιήσαντα χρὴ σκοπεῖν, εἰ καὶ ὁ παθὼν ἀξίως ἔπαθε καὶ ὁ ποιήσας ἀξίως ἐποίησε· τοῦτο γὰρ δηλοῖ τὸ τί ἐστι τὸ συμ βαῖνον. εἶτα παρεισάγει ὁ Θεοδέκτης τὴν Ἀλφεσίβοιαν ἐρωτῶσαν
καὶ πῶς σε κατέκριναν, ὧ Ἀλκμαίων; ὁ δὲ Ἀλκμαίων ὑπολαβών φησι
διότι τὴν μὲν ἔκριναν ἀξίαν τοῦ θανεῖν ὡς φαύλην, ἐμὲ δὲ οὐκ ἄξιον ἔκριναν τοῦ κτανεῖν τὴν μητέρα, ἀλλ’ ὑπὸ ἄλλου ἔδει φονευθῆναι αὐτήν. ἡ Ἐρι φύλη ἦν ἡ μήτηρ τοῦ Ἀλκμαίωνος. [
a 17]
ἀλλ’ εἴπερ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά. Εὐριπίδης ταῦτά φησι πρὸς τὸν Θυέστην, ὃς ταῦτά φησι πρὸς τὸν Ἀτρέα τὸν ἀδελφὸν αὐτοῦ. [
b 7] τοῦ Ἀλεξάνδρου τελευ
τήσαντος ἡ Λακεδονία διῃρέθη εἰς ἀρχὰς πολλάς. καὶ ὁ Νικάνωρ Μακεδὼν
75
ἦν· λαβὼν καὶ αὐτὸς μέρος τῆς Μακεδονίας καὶ ἄρχων ἐν αὐτῷ ἔσπευδε καταδουλῶσαι τὴν Ἑλλάδα· τέως γοῦν ἀνῃρέθη παρὰ τῶν συγγενῶν. ὁ γοῦν ῥήτωρ δικάζεται εἰς πρόσωπον τοῦ Νικάνορος μετὰ τῶν ἀποκτεινάντων τὸν Νικάνορα. [
b 8] ἐπεὶ γὰρ ἐκρίθησαν δικαίως ἀποκτεῖναι, ἔδοξε καὶ δικαίως ἀποθανεῖν ὁ Νικάνωρ· ἀλλὰ μὴν οὐ δίκαιον ἦν ἀπο θανεῖν παρὰ τῶν ὁμογενῶν· δίκαιον γὰρ ἦν θανεῖν παρὰ τῶν Ἐλλήνων, οὓς καὶ καταδουλοῦν ἔσπευδεν, οὐ μὴν δὲ παρὰ τῶν ὁμογενῶν. [
b 9] Θήβησι θανὼν ἦν ὁ Τιμόλαος, περὶ οὗ ἐκέλευεν ὁ κατηγορούμενος κρῖναι καὶ ἐξετάσαι, εἰ δίκαιος ἦν οὗτος ἀποθανεῖν, ἐπεὶ οὐκ ἄδικόν ἐστιν ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα. [
b 16] ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχει, ἤτοι εἰ τὸ ἧττον ὀφεῖλον ὑπάρχειν τῷδε ὑπάρχει αὐτῷ (ἔστι δὲ τὸ τύπτειν τὸν πατέρα), καὶ τὸ μᾶλλον ὑπάρξει αὐτῷ ἤτοι πολὺ μᾶλλον ὑπάρξει αὐτῷ τὸ τύπτειν τοὺς πλησίον. καθ’ ὁπότερον ἂν δέῃ δεῖξαι, ἤτοι εἴτε κατασκευάσαι εἴτε ἀνασκευάσαι, χρήσιμος οὗτος ὁ τόπος· ἀντίστρεψον γὰρ καὶ εἰπὲ
εἰ τοὺς πλησίον οὗτος οὐ τύπτει, οὓς δεῖ μᾶλλον τύπτειν, πολλῷ μᾶλλον οὐδὲ τὸν πατέρα, ὃν ἧττον δεῖ τύπτειν. [
b 20] κλεινότατον γόνον λέγει τὸν Μελέαγρον. καὶ ὅτι εἰ μὴ Θησεὺς ἀφελὼν τὴν Ἑλένην ἠδίκησεν, οὐδὲ Ἀλέξανδρος. [
b 25] οὐδ’ οἱ σοφισταὶ λοιπόν εἰσι φαῦλοι, εἴ γε πολλάκις ἡττῶνται παρὰ
76
τῶν προσδιαλεγομένων. λέγουσιν οἱ τῶν Ἀθηναίων ἐξάρχοντες ῥήτορες ὅτι
οἱ ἰδιῶται σπουδάζουσιν ἡμᾶς δοξάζεσθαι· δεῖ λοιπὸν καὶ ἡμᾶς τοὺς Ἀθηναίους, ὅπως φροντίζωμεν, πῶς ἂν οἱ Ἔλληνες δοξάζωνται. [
b 28] ὁ Ἁρμόδιος καὶ ὁ Ἀριστογείτων ἀπέκτειναν τὸν Ἱππαρχον τὸν Πεισιστράτου τυραννοῦντα· καὶ ἀξιοῖ Ἰφικράτης στῆσαι τούτοις εἰκόνας καί φησιν ὅτι
εἰ πρὸ τοῦ ποιῆσαι ἤτοι εἰ πρὸ τοῦ φονεῦσαι αὐτοὺς τὸν Πεισίστρατον ὁ δῆμος ἠξίου καὶ ὑπισχνεῖτο εἰκόνα στῆσαι, ἐὰν ποιήσῃ ἤτοι φονεύσῃ οὐ δώσετε δὲ τὸ ὑποσχεθὲν τῷ ποιήσαντι τὸν φόνον; [
b 31] ὁ Φίλιππος ἐβοήθει τοῖς Θηβαίοις πολεμοῦσι τοῖς Φωκεῦσιν ὑποσχομένοις βοηθῆσαι αὐτῷ εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον. καὶ πάλιν πρὸς τὸ τοὺς Θηβαίους διιέναι καὶ πέμψαι καὶ διαβιβάσαι τὸν Φίλιππον πρὸς τὴν
Ἀττικήν, ὅτι ὑπέσχοντο ἂν οἱ Θηβαῖοι διαβιβάσαι τὸν Φίλιππον εἰς
77
τὴν Ἀττικήν, εἰ ὁ Φίλιππος ἠξίου αὐτοὺς τοῦτο τὸ διαβιβάσαι αὐτὸν πρὸ τοῦ βοηθῆσαι αὐτοῖς εἰς τοὺς Φωκεῖς.
[1398a 2]
ἄτοπον οὖν, εἰ, διότι προεῖτο καὶ ἐνέδωκεν εἰς τὸ βοηθῆσαι αὐτοῖς κατὰ τῶν Φωκέων καὶ πιστεύσας αὐτοῖς ὡς ὑποσχεθεῖσι διαβιβάσαι αὐτὸν εἰς τὴν Ἀττικήν, οὐ μὴν διήσουσι καὶ διαβιβάσουσι νῦν αὐτόν. [
a 3] ἄλλος τόπος ἐκ τῶν εἰρημένων καθ’ ἑαυτούς, ἤτοι ἐξ ὧν εἶπον καὶ ἔπραξαν ἂν ἐκεῖνοι οἱ ἀξιοῦντες τόδε γενέσθαι, ἐπιχειρητέον· οἶον ὁ Ἀντιφῶν ἠρώτησε τὸν Ἰφικράτην, εἰ προδώσει τὰς νῆας, ὁ δὲ ἀνταπεκρίθη
σὺ μὲν Ἀντιφῶν ὤν καὶ προδότης οὐκ ἂν τοῦτο ἔδρασας, καὶ ἐμὲ ἀξιοῖς τοῦτο δρᾶσαι; [
a 4] διαφέρει δὲ οὗτος ὁ τρόπος· εἰ μὲν γὰρ ὁ ἀξιῶν κλέπτης ἐστὶ καὶ διαβαλλόμενος, ἔστι τούτῳ τῷ τρόπῳ χρήσασθαι ὅτι
σὺ μὲν τοῦτο οὐκ ἂν ἐποίησας· ἐγὼ δὲ τοῦτο πῶς ποιήσω; δεῖ γὰρ ἐκεῖνον τὸν ἀξιοῦντα δοκεῖν εἶναι ἄδικον καὶ κλέπτην. [
a 9] εἰ δ’ οὐκ ἔστι τοιοῦτος ἄδικος, οἷον ὁ Ἀριστείδης, γελοῖος ἂν φανῇ ὁ χρησάμενος τούτῳ τῷ τρόπῳ ἐπὶ τοῦ Ἀριστείδου ὅτι
σὺ μὲν ὤν Ἀριστείδης οὐκ ἂν προέδωκας, καὶ ἐμὲ ἀξιοῖς προδοῦναι; τὸν γὰρ κατήγορον δεῖ εἶναι ἄπιστον καὶ ἄδικον, ἵνα πρὸς τὴν ἀπιστίαν αὐτοῦ ἀποβλέπων εἴποι ὁ κατηγορούμενος ὅτι
σὺ μὲν ἄπιστος ὤν οὐκ ἂν τοῦτο ἐποίησας. [
a 4] οἷον ἐν τῷ Τεύρῳ. Τεῦκρος ποιητής ἐστιν. ὁ Ἰφικράτης στρατηγὸς ἦν εὐφυὴς εἰς τὰς ἀποκρίσεις. [
a 12] δεῖ οὖν ἀεὶ ἐξελέγχειν τοῦτο, ὅτι οὐ κρείττων ὁ κατήγορος· οἷον διεβλήθη Σωκράτης ὡς μὴ εἶναι λέγων θεοὺς καὶ ὡς καινῶν δαιμονίων καταγγελεύς· δείξει τις ὅτι εἰσὶ θεοὶ ἐκ τοῦ ὁρισμοῦ τοῦ δαιμονίου· εἰ γὰρ τὸ δαιμόνιόν ἐστιν ἔργον θεοῦ, ἀνάγκη εἶναι καὶ θεοὺς τοὺς δημιουργήσαντας· κατὰ Σωκράτην λοιπὸν τὸ δαιμόνιον. [
a 18] καὶ πάλιν ὅτι δὲ ὁ βέλτιστός ἐστι γενναιότατος, μᾶλλον δῆλον ἐκ τοῦ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα μὴ ἄλλως κληθῆναι καὶ γενναίους, εἰ μὴ γενναῖόν τι εἰργάσαντο· καὶ ἐγὼ συγγενέστερος ἤτοι ἐγγίζω μᾶλλον τῷ Ἁρμοδίῳ καὶ τῷ Ἀριστογείτονι παρ’ ὃ σύ, διότι καὶ τὰ ἐμὰ ἔργα ἐγγίζουσι τοῖς ἐκείνων ἔργοις παρ’ ὃ τὰ σά· καὶ τοῦτο ἐκ τοῦ ὁρισμοῦ· ἐκεῖνον γάρ φαμεν συγγενῆ τῶνδε, οὗ τὰ ἔργα ἐγγίζουσι τοῖς ἔργοις αὐτῶν. [
a 22] κατηγορεῖ τις τοῦ Ἀλεξάνδρου ὡς ἀκολάστου καί φησιν, ὅτι μὴ κόσμιος ἤτοι ἀκόλαστος ᾖ μὴ ἐρῶν ἑνὸς σώματος· ὁ γὰρ σώφρων ἑνὸς ἐρᾷ· ἐπεὶ δὲ καὶ ὁ Ἀλέξανδρος πολλῶν σωμάτων ἐρᾷ, λοιπὸν κόσμιός
ἐστιν οὔ. [
a 24] καὶ πάλιν Σωκράτης ἐρωτηθείς, διὰ τί οὐ βαδίζει
78
πρὸς τὸν Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων καὶ ταῦτα πολλὰ παρ’ αὐτοῦ εὐεργετηθείς, ἔφη
διότι εὖ παθὼν παρ’ αὐτοῦ οὐ δύναμαι ὁμοίως καὶ ἐπ’ ἴσης ἀμῦναι καὶ βοηθῆσαι αὐτῷ καὶ ὠφελῆσαι αὐτόν, ὥσπερ τῷ παθόντι κακῶς παρά τινος ὕβρις ἐστὶ τὸ μὴ δύνασθαι ἀντιδρᾶσαι ὁμοίως αὐτὸν κακῶς καὶ ἀνταμῦναι. [
a 29] τὸ ὀρθὸν σημαίνει πολλά· λαμβάνεται γὰρ καὶ ἐπὶ ξύλου, ὅτι ὀρθόν ἐστι τόδε τὸ ξύλον, καὶ ἐπὶ λόγου
ὀρθὸς ὁ λόγος ἐστί καὶ
ὀρθῶς ἐδίδαξας. [
a 31] εἰ γοῦν ἐγὼ διὰ τὰ δύο οὐκ ἠδίκησά σε, διὰ δὲ τὸ τρίτον οὐδὲ αὐ τοὶ λέγετε ἀδικηθῆναι παρ’ ἐμοῦ, λοιπὸν ὑμᾶς οὐκ ἠδίκησα. [
a 32] ἡ Πεπάρηθος ἢ νῆσός ἐστιν ἢ γυνὴ ἐκ τῆς Πεπαρήθου· φησὶν αὕτη, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες ἤτοι αἱ μητέρες διορίζουσι καὶ μαρτυροῦσι τὸ ἀληθές,
79
εἴτε νόθα τὰ τέκνα εἰσὶν εἴτε καὶ μή. ἠμφισβήτει ὁ Παντίας περὶ τοῦ οἰκείου υἱοῦ, ὅτι νόθος ἐστὶ καὶ οὐχὶ αὐτοῦ, ἀλλ’ ἡ γυνὴ τοῦ Μαντίου ἐμαρτύρησε τὸν παῖδα εἶναι σπέρμα αὐτοῦ. [
b 2] ἀπέφηνεν ἤτοι ἐμαρ τύρησεν. ἡ Δωδωνὶς γυνὴ ἦν τοῦ Ἰσμηνίου παῖδα ἔχουσα τὸν Θεττα λίσκον· ὁ γοῦν Ἰσμηνίας λέγων τὸν Θετταλίσκον μὴ εἶναι παῖδα αὑτοῦ, ἡ Δωδωνὶς ἡ μήτηρ ἐμαρτύρησεν αὐτὸν εἶναι σπέρμα αὐτοῦ. [
b 5] κακῶς ἐπεμελήθη ὁ Σωκράτης τῶν ἀλλοτρίων ἵππων, οὐ δεῖ παραδοῦναι αὐτῷ καὶ τοὺς ἐμοὺς ἵππους· οὐδὲ δεῖ ἐπιδοῦναι τὰς οἰκείας ναῦς τοῖς ἀνα τρέψασι τὰς ἀλλοτρίας. [
b 10] τοὺς σοφοὺς εἶπε περὶ ὁτουοῦν ἐκ τούτου ἐδήλωσε
πάντα ἐπιστήμονα καίπερ βλασφημήσαντα εἰς αὐτὸν τετιμήκασι. [
b 13] καὶ Λακεδαιμόνιοι ἐποίησαν τὸν Χίλωνα ἀπὸ τῶν γερόντων ἤτοι τῶν ἐντίμων· τοὺς γὰρ ἄρχοντας γέροντας ὡς ἐντίμους ἐκάλουν. [
b 18] οἱ προστάται ἤτοι οἱ ἄρχοντες. ἄλλος τόπος ὁ ἐκ τῆς κρίσεως περὶ τοῦ αὐ τοῦ. εἰ περί τινος λέγεις, ὃ ἔφθασε κριθῆναι, λέγε, ὅτι οὕτως τοῦτο ἔφθασε κριθῆναι. ἢ ὁμοίου, ἤτοι εἰ ἔφθασε κριθῆναί τι ὅμοιον ὂν τούτῳ, περὶ οὗ λέγεις, λέγε, ὅτι ὅμοιον τούτῳ πάλαι ἐκρίθη. ἢ τοῦ ἐναντίου, ἤτοι ἢ εἰ, περὶ οὗ λέγεις. τοῦτό ἐστιν ἐναντίον ᾧ ἔφθασε πάλαι κριθῆναι, λέγε, εἰ, ὃ ἐκρίθη
πάλαι, τοῦτό ἐστιν ἐναντίον τῷ νῦν λεγομένῳ καὶ ἐξεταζομένῳ·
εἰ τῷ
80
ἐναντίῳ τὸ ἐναντίον, λοιπὸν καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον. μάλιστα μέν, εἰ, ὃ λέγεις, ἔφθασαν πάντες τοῦτο κρῖναι ἢ οἱ πλεῖστοι καὶ ἀεὶ τοῦτο οὕτως κρίνουσι πάντες. [
b 22] ἢ ἐὰν οἱ κρίνοντες αὐτοὶ ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες τοῦτο οὕτως ἔκριναν, ἢ εἰ τοῦτο ἔκριναν οἱ κύριοι, οἷς τὰ ἐναντία κρῖναι τὸν ὑπὸ χεῖρα ἀδύνατον, ἢ εἰ ἔκρινε τοῦτο πατὴρ ἢ θεὸς ἢ διδάσκαλος, οἷς τὰ ἐναντία κρῖναι ἀδύνατον· οὐ γὰρ δύναται ὁ υἱὸς τἀναντία κρῖναι οἷς ἔκρινεν ὁ πατήρ. [
b 25] ὁ Μιξιδημίδης ἤγετο εἰς κρίσιν· καὶ ἔλεγόν τινες μὴ δεῖν τὸν Μιξιδημίδην κριθῆναι ἔνδοξον ὄντα, εἶτα ὁ Αὐτοκλῆς ἀντι λέγων φησὶν
ἄτοπον, εἰ αἱ σεμναὶ θεαὶ ἤτοι αἱ Ἐρνινύες ἐκρίθησαν μετὰ τοῦ Ὀρέστου ἐν Ἀρείῳ πάγῳ, Μιξιδημίδης δὲ οὐ κριθήσεται, ἐπιχείρησις ἐκ κρίσεως πάλαι κριθείσης. [
b 30] εἰπόντα ἤτοι ὑποσχεθέντα ἐπαγγελ τικώτερον ἤτοι λεπτομερέστερον εἰπεῖν καὶ ἀφηγήσασθαί τι· εἰπεῖν ὅτι
ὁ Σωκράτης ἑταῖρος ἡμῶν οὐδὲν τοιοῦτον ἔλεγεν ἤτοι λεπτομερῶς οὐ δεῖν ἔλεγεν ἀφηγεῖσθαι καὶ ἐν μακρηγορίᾳ, ἀλλὰ βραχυλογεῖν ἀεὶ ἐδί δασκεν· ἐνταῦθα ἐκ τῆς κρίσεως τοῦ διδασκάλου ἐπεχείρησε· διδάσκαλος δὲ ὁ Σωκράτης τοῦ Πλάτωνος. [
b 32] καὶ ὁ Ἡγησίπολις κεχρημένος καὶ μαντευσάμενος ἐν ταῖς Ὀλυμπιάσιν ἤτοι τῷ Διί· ἠρώτησε γὰρ τὸν Δία περί τινος, εἶθ’ οὕτως ἐν Δελφοῖς ἐπειρᾶτο τὸν Ἀπόλλωνα, εἰ ταὐτὰ δοκεῖ τῷ Ἀπόλλωνι, ἅπερ καὶ τῷ πατρὶ ἤγουν τῷ Διί· αἰσχρὸν δὲ ἦν εἰπεῖν τὸν Ἀπόλλωνα τἀναντία τῷ πατρί.
[1399a 2]
καὶ ὁ Ἰσο κράτης ἔγραψεν, ὅτι σπουδαία ἦν ἡ Ἑλένη, ἐπεὶ καὶ ὁ Θησεὺς σπουδαίαν κρίνας αὐτὴν ἥρπαξεν. ὁ Ἀλέξανδρος φρόνιμος ἦν καὶ παρ’ αὐτοῦ ᾑρετίσαντο αἱ θεαὶ κρίνεσθαι καὶ ἔκρινε τῇ καλῇ τὸ μῆλον· ὃν αἱ θεαὶ προὔκριναν. [
a 4] καὶ πάλιν ὁ Ἰσοκράτης φησίν, ὅτι Εὐαγόρας σπουδαῖος· δῆλον δέ ἐστι, διότι καὶ ὁ Κόνων στρατηγὸς ὢν τῶν Ἀθη ναίων καὶ ἔνδοξος δυστυχήσας εἰς τὸν Εὐαγόραν ἦλθε κρίνας αὐτὸν σπουδαῖον· ἔχομεν ἐκ τῆς κρίσεως τοῦ Κόνωνος, ὅτι ὁ Εὐαγόρας σπουδαῖος. [
a 7] ὅτι δὲ ἡ ψυχὴ κίνησις οὐκ ἔστι, δῆλόν ἐστιν ἐκ τοῦ λαβεῖν τὰ μέρη τῆς κινήσεως· ἐπειδὴ ἡ ψυχὴ οὕτε ἥδε ἡ κἰνσίς ἐστιν ἤτοι γένεσις οὔτε ἥδε ἤτοι φθορὰ οὔτε αὔξησις οὔτε φθίσις οὔτε κατὰ τόπον μεταβολή,
λοιπὸν κίνησις οὐκ ἔστι ψυχή. καὶ παράδειγμα ἐκ τοῦ Σωκράτους,
81
περὶ οὗ Θεοδέκτης ποιητὴς ὤν φησι λαβὼν καὶ διαιρήσας τὰ τεμένη τῆς πόλεως φησιν
εἰς ποῖον ἱερὸν ἠσέβηκεν ὁ Σωκράτης; ἢ τίνας θεοὺς οὐ τετίμηκεν; ἀσεβὴς γὰρ ἐκρίνετο. [
a 10] ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ἕπεσθαι τῷ αὐτῷ καὶ ἑνὶ πράγματι, εἰ καὶ ἀγαθόν, καὶ κακόν. [
a 12] οἷον τῇ παιδεύσει ἕπεται τὸ φθονεῖσθαι κακὸν ὄν, ὁμοίως ἕπεται αὐτῷ καὶ τὸ σοφὸν γενέσθαι ἀγαθὸν ὄν. δεῖ γοῦν ἐκ τοῦ ἀκο λουθοῦντος καὶ τοῦ ὑστέρου προτρέπειν ὅτι
δεῖ παιδεύεσθαι, ἵν’ ἐκ τούτου σοφὸς γένηται ἢ ἀποτρέπειν οἷον
οὐ δεῖ παιδεύεσθαί τινα, ἵνα μὴ φθονῆται παρὰ τῶν πολιτῶν. [
a 16] ὁ Κάλλιππος ἦν ῥήτωρ· καὶ ἡ τέχνη αὐτοῦ οὗτος ὁ λόγος ἦν ἤτοι τοῦτο ἐδίδασκε τὸ ἐπιχειρεῖν ἐκ τοῦ ἑπομένου προσλαμβάνουσα καὶ τὸ δυνατὸν καὶ τὰ ἄλλα ἤτοι τὸ ἀδύνατον, τὸ συμφέρον, τὸ ἀσύμφορον, οἷον
δεῖ παιδεύεσθαι· δυνατὸν
82
γὰρ ἢ συμφέρον ἐστὶ σοφόν γενέσθαι· ἢ ἐὰν ἀποτρέπῃς. ἐπχεί λέγων
οὐ δεῖ παιδεύεσθαι· ἀδύνατον γὰρ σοφόν τινα γενέσθαι. [
a 17] ἄλλος τόπος χρησιμεύων εἰς τὸ προτρέπειν ἢ ἀποτρέπειν, ὅταν λάβῃς δύο ἀντικείμενα, οἷόν ἐστι τὸ δίκαιον καὶ τὸ ἄδικον, καὶ ἐπιχειρήσῃς ἐξ αὐτῶν, οἶον
εἰ τὰ δίκαια λέγεις, μισήσουσί σε οἱ ἄνθρωποι. [
a 18] ἔστι δὲ τῷ προτέρῳ τρόπῳ χρῆσθαι καὶ ἐπ’ ἀμφοῖν ἤτοι τῷ προτρέπειν καὶ ἀπο τρέπειν. πρότερον τρόπον λέγει, ἐν ᾧ ἔλεγεν
εἰ λάβῃς τὰ ἑπόμενά τινι, εἴ γε αὐτῷ καὶ ἀγαθὸν καὶ κακόν. [
a 19] διαφέρει δὲ οὗτος ὁ τρόπος τοῦ προτέρου, διότι ἐν μὲν τῷ τρόπῳ τούτῳ λαμβάνομεν ἐναντία κυρίως. οἷον δίκαιον καὶ ἄδικον, ἐν δὲ τῷ προτέρῳ τρόπῳ ἐλαμβάνομεν τὰ τυχόντα ἐναντία, οἷον τῇ παιδείᾳ ἐλέγομεν ἕπεσθαι τὰ τυχόντα ἐναντία ἤτοι τὸ φιλοσοφεῖν καὶ τὸ φθονεῖσθαι· ταῦτα δέ, τὸ φθονεῖσθαι καὶ τὸ φιλοσοφεῖν, κυρίως ἐναντία οὔκ εἰσιν. [
a 25] καὶ τὸ ἕλος καὶ οἱ ἅλες ἀντικείμενά εἰσιν οὐ κυρίως, καὶ τῷ μὲν ἕλει ἕπεται τὸ σύνδενδρον, τὸ εὐκραὲς τοῦ ἀέρος καὶ εὔκρατον, τῷ δὲ ἅλατι ἕπεται τὸ ἐπὶ σήψει λαμβά νεσθαι. εἰσὶ δὲ καὶ τὰ ἑπόμενα ἀντικείμενα. [
a 26] βλαισοὶ πόδες λέγονται οἱ τῆς σαύρας· τὸ μὲν γὰρ μέρος τοῦ ποδὸς αὐτῆς ἐστιν ἔξω, τὸ δὲ ἔσω· καὶ βλαίσωσις τοῦτό ἐστιν, ὅταν λάβῃς δύο ἀντικείμενα καὶ ἕπεται τῷ ἑνὶ καὶ ἀγαθὸν καὶ κακὸν καὶ πάλιν τῷ ἑτέρῳ ὁμοίως
ἕπεται καὶ ἀγαθὸν καὶ κακόν, ὃ λέγεται ἔσω καὶ ἔξω. [
a 27] εἰσὶ δὲ
83
ἑκάτερα τὰ ἑπόμενα ἑκατέροις ἐναντία, οἷον τόδε τὸ ἀγαθόν ἐστιν ἐναντίον
τῷδε τῷ ἀγαθῷ καὶ τὸ κακὸν τῷ κακῷ. [
a 28] φανερῶς μὲν καὶ πρὸς τὸν δῆμον δημηγοροῦντες ἐπαινοῦσι τὰ δίκαια, ἄλλα δὲ βούλονται ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ἢ καὶ πρὸς ἕνα λέγοντες ἐπαινοῦσι τὰ συμφέροντα καὶ ταῦτα ἄδικα ὄντα· ἐκ τούτων ἐπιχειρεῖν τὸ ἕτερον, οἷον
εἰ καὶ τὰ δίκαια λέγεις εἰς πλῆθος, ἀλλ’ ἕτερον βούλει καὶ ἰδίᾳ συμ βουλεύεις ἢ τοὐναντίον
εἰ καὶ ἰδίᾳ συμβουλεύεις τὸ συμφέρον, ἀλλ’ εἰς πλῆθος λέγεις τὰ δίκαια. [
b 2] τοὺς μὲν μισθοφόρους ἐπιεικεῖς ὄντας καὶ ἀγαθοὺς ποιεῖσθε πολίτας, τοὺς δὲ πεπραγμένους ἀνήκεστα καὶ φαῦλα οὐ ποιήσετε φυγαδίας καὶ ἐξορίστους; [
b 4] ἕτερος τόπος, ὅταν τὸ συμβαῖνον καὶ τὸ ἀποτέλεσμά ἐστι ταὐτὸ καὶ ἕν, οἷον τὸ μὴ εἶναι θεούς, εἰσὶ δὲ δύο· οἷον τὸ γενέσθαι θεοὺς καὶ τὸ θνῄσκειν, ἐξ ὧν συνέβη τὸ μὴ εἶναι θεούς· εἴτε γὰρ δώσεις τὸ γενέσθαι τοὺς θεούς, συμ βαίνει τὸ μὴ εἶναί ποτε τοὺς θεούς, εἴτε δὲ δώσεις τὸ θνῄσκειν τοὺς θεούς, συμβαίνει πάλιν τὸ αὐτὸ ἤτοι τὸ εἶναι καιρόν, καθ’ ὃν θεοὶ οὐκ ἦσαν· ἐπεὶ οὖν ἐκ τῶν δύο τὸ αὐτὸ συμβαίνει ἀποτέλεσμα, καὶ αὐτά εἰσι ταὐτά. [
b 8] καὶ ὅλως λαμβάνειν, ὅτι ταὐτόν ἐστι καὶ ἂν ἀεί, ὃ συμβαίνει ἐξ ἑκάστου ἤτοι τοῦ θνῄσκειν καὶ τοῦ γενέσθαι τοὺς θεούς. καὶ πάλιν πρὸς τοὺς κατακρίνοντας τὸν Σωκράτην καὶ θανάτου κρίνοντας ἄξιον, ὅτι ἐκ τοῦ κρίνειν τὸν Σωκράτην ἀποβαίνει τὸ μὴ δεῖν τινα φιλοσο φεῖν ὥστε οὐ τὸν Σωκράτην κρίνετε, εἰ χρὴ θανεῖν ἢ μή, ἀλλὰ τὸ ἐπι τήδευμα αὐτοῦ ἤτοι τὴν φιλοσοφίαν, εἰ χρὴ φιλοσοφεῖν ἢ μή. [
b 11] καὶ ὅτι ἐκ τοῦ διδόναι γῆν καὶ ὕδωρ τῷ Ξέρξῃ ἀποβαίνει τὸ δου λεύειν τῷ Ξέρξῃ. ὁ Φίλιππος κατηνάγκαζε τοὺς Ἀθηναίους, ἵν’ εἰρη νεύωσι μετ’ αὐτοῦ, ὥσπερ καὶ αἱ ἄλλαι χῶραι, ὁ δὲ Δημοσθένης λέγει ἀντιπίπτων ὅτι
τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ἤτοι τὸ εἰρηνεύειν μετὰ τοῦ Φιλίππου ἡμᾶς ὡς καὶ τοὺς λοιποὺς πάντας ἐστὶ τὸ ποιεῖν, ὃ προστάττει ὁ Φίλιππος. [
b 13] ληπτέον δὲ τὸν τόπον τοῦτον τὸν ἀπὸ τοῦ συμβαίνοντος, πρὸς ὁπότερον χρησιμεύει σοι, ἤτοι εἴτε κατηγορεῖν ὀφείλεις εἴτε ἀπολογεῖσθαι· καὶ εἴτε προτρέπειν ὀφείλεις, χρησιμεύει σοι ὁ τόπος, εἴτε πάλιν ἀποτρέπειν, καὶ οὕτως ὁ τόπος χρησιμεύει σοι. [
b 13] ἄλλος τόπος ἐκ τοῦ μὴ τὸ αὐτὸ τοὺς αὐτοὺς ἀεὶ αἱρεῖσθαι· οἷον
τινὲς ἐγένοντο φυγάδες καὶ ἐξόριστοι τῆς πατρίδος καὶ κατιέναι παρεκάλουν
84
εἰς τὴν πατρίδα εἶτα πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ κατῆλθον εἰς τὴν πατρίδα· εἶτα μετὰ τὸ εἰσελθεῖν εἰς τὴν πατρίδα ἐγένετο πάλιν πόλεμος· καὶ βουλευόμενοι πάλιν φυγεῖν, ἵνα μὴ πολεμῶσιν, εἰ συμβουλεύει
85
τις αὐτοῖς μὴ δεῖν φυγεῖν, ἐρεῖ [
b 15]
ἄτοπον, εἰ φεύγοντες μὲν καὶ ἐξόριστοι ὄντες ἐμαχόμεθα τοῖς πολεμοῦσι τὴν πατρίδα, ἵνα συγχωρηθῶμεν κατελθεῖν παρὰ τῶν πολιτῶν, κατελθόντες δὲ εἰς τὴν πατρίδα ἐκ ταύτης φευξόμεθα, ἵνα μὴ πολεμῶμεν· ὁτὲ μὲν γὰρ φυγάδες ὄντες ᾑρετισάμεθα μένειν ἐν τῇ πατρίδι ἀντὶ τοῦ μάχεσθαι ἤτοι ἀντὶ τοῦ πολέμου, οἳ ἐπολεμήσαμεν τοὺς πολεμοῦντας τὴν πατρίδα, ὁτὲ δὲ αἱρετισόμεθα τὸ μὴ μένειν ἐν τῇ πατρίδι, ὅνα μὴ μαχώμεθα καὶ πολε μῶμεν. [
b 19] ἄλλος τόπος τὸ οὖ ἕνεκα ἂν εἴη οἷον ἔδωκά τινι νομίσματα σκοπὸν ἔχων πάλιν ταῦτα λαβεῖν ἀπ’ αὐτοῦ, ἵνα οὕτως αὐτὸν λυπήσω, ὡς ἀφαιρεθέντων, ἃ ᾤετό με χαρίσαι αὐτῷ· εἰ οὖν ἐγκαλοῦμαι παρ’ αὐτοῦ διὰ τί, ἃ μοι ἐχάρισας νομίσματα, ταῦτα πάλιν ἀφείλου ἀπ’ἐμοῦ ἐρῶ
διότι τούτου ἕνεκά σοι ταῦτα ἐχάρισα, ἵνα λαβὼν ταῦτα ἀπὸ σοῦ λυπήσω σε· † τὸ γὰρ εἰπεῖν ἀνῆκον ἀνιαρὸν εἰς ἀφαίρεσιν. τὸ φάναι ἐν τῷ ἀνακρίνεσθαι διὰ τὸ ἀφαιρεῖν αὐτὸν τὰ νομίσματα τούτου ἕνεκα εἶναι ἢ γεγενῆσθαι ἤτοι
ἔλαβον ἀπὸ σοῦ τὰ νομίσματα, ἵνα σε λυπήσω, οὗτινος ἕνεκα εἶναι ἤτοι
δίδωμί σοι τὰ νομίσματα, ἢ γένοιτο ἤτοι
ἔδωκα. [
b 22]
πολλοῖς ὁ δαίμων πλοῦτον δίδωσιν οὐ δι’ εὔνοιαν ἤτοι οὐ διὰ τὸ φιλεῖν αὐτούς, ἀλλὰ διὰ τὸ ἵνα λυπήσῃ αὐτοὺς ἐπιφανεστέρως καὶ λαμπρῶς ἐν τῷ λαβεῖν πάλιν ταῦτα ἀπ’ αὐτοῦ. [
b 25] περὶ οὖ Μελεάγρου ὁ Ἀντιφῶν γράφει, ὅτι συνῆλθον τῷ Οἰνεῖ τῷ πατρὶ τοῦ Μελεάγρου οἱ ἔκκριτοι τῶν Αἰτωλῶν, οὐχ ἵνα κτάνωσι τὸν σῦν τὸν ἐξελ θόντα τὸν Ἐρυμάνθιον, ἀλλ’ ἵν’ ἴδωσι τὸν Μελέαγρον, ὅπως τὸν θῆρα ἀπέκτεινε. καὶ μαρτυρῶσι τοῦτο. [
b 28] καὶ ὀ Θεοδέκτης λέγει, ὅτι ὁ Διομήδης ἔλαβε τὸν 0δύσσεα ἐξελθὼν εἰς τὸ ἑλεῖν τινα Τρωικόν, ὅτε ἐκράτησε καὶ τὸν Δόλωνα, οὐ τιμῶν καὶ προτιμῶν αὐτὸν τοῦ Αἴαντος, ἀλλ’ ἵνα ᾖ ὁ ἀκολουθῶν αὐτῷ ἐλάττων. [
b 30] ἐνδέχεται γὰρ ποιῆσαι τοῦτο ἤτοι τὸ λαβεῖν μεθ’ ἑαυτοῦ τὸν Ὀδυσσέα ἕνεκεν τούτου ἤτοι τοῦ εἶναι αὐτὸν ἐλάττονα αὐτοῦ κατὰ τὴν ἀνδρίαν, ἵνα μὴ τὸ τρόπαιον λογισθῇ τοῦ ἀκολουθοῦντος αὐτῷ. τοῖς ἀμφισβητοῦσιν ἤτοι τοῖς δικαζομένοις, ὡς ἐπὶ τῶν δικανικῶν. [
b 25] δρᾶμα τοῦ λεγομένου
Μελεάγρου ἐποίησεν ὁ Ἀντιφῶν. [
b 31] καὶ σκοπεῖν καὶ ἐκεῖνα, ὧν
86
ἕνεκα καὶ πράττουσι καὶ φεύγουσι τὴν πρᾶξιν. [
b 33] εἰσὶ δὲ ταῦτα τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ὠφέλιμον, ἅτινα, ταῦτα εἰ μὴ ὑπάρχει ἤτοι εἰ μὲν ὑπάρχει τὸ δυνατὸν γενέσθαι καὶ ῥᾳδίως τῷ πράγματι, ἔστι δὲ δυνατὸν ἢ αὐτῷ τῷ ἐπιχειροῦντι ποιῆσαι ἢ τῷ φίλῳ, δεῖ πράττειν. ὁμοίως δεῖ πράττειν, καὶ εἰ ἔστι βλαβερὸν τοῖς ἐχθροῖς. [
b 35] ἢ εἰ μὲν τὸ πρᾶγμα, ὃ δεῖ ποιῆσαι, ἐστὶ πολλοῦ ἄξιον, ἡ δὲ ζημία, ἣν ἔπαθεν εἰς τὸ κτήσασθαι τὸ πρᾶγμα,
ἐλάττων (ἴσως γὰρ κατεβάλου νομίσματα εἰς τὴν κτῆσιν αὐτοῦ), ἐπιχειρητέον εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα. [
b 36] προ τρέπονται εἰς τὸ ποιῆσαι ἐκ τούτων ἤτοι ἐκ τοῦ εἶναι ἐκεῖνο δυνατὸν ἢ ὠφέλιμον, ἀποτρέπονται δέ, ὥστε μὴ πρᾶξαι, ἐκ τῶν ἐναντίων ἤτοι ἐκ τοῦ εἶναι ἀδύνατον ἢ βλαβερόν, καὶ διὰ τοῦτο δεῖ ἀποφυγεῖν ὡς βλαβερόν.
[1400a 4]
ὁ Πάμφιλος καὶ ὁ Κάλλιππός εἰσι ῥήτορες· ἡ γοῦν ῥητορικὴ τέχνη αὐτῶν ὅλη ἐστὶν ὁ τόπος οὗτος· διδάσκει γὰρ ἐπιχειρεῖν ἐκ τοῦ δυνατοῦ καὶ ὠφελίμου καὶ ἀδυνάτου. [
a 5] ἄλλος τόπος ἐκ τῶν δοκούντων μέν, ἀπίστων δέ. ἄπιστα δὲ νοητέον ἐνταῦθα οὐχὶ τὰ πάντα ἀδύνατα καὶ ψευδῆ πάμπαν, ἀλλὰ τὰ ἀμφίβολα καὶ εἰκὸς πιστευ θῆναι καὶ μή· εἰ γοῦν ἐστιν ἄπιστον τοιοῦτον, οἷον εἴπομεν, ὑπελήφθη δέ τινι, ἀνάγκη εἶναι καὶ ἀληθές· οὐ γὰρ ἂν ἔδοξέ τι καὶ ὑπέλαβεν, ὅτι οἱ Σίφνιοι καὶ οἱ Μαρωνῖται βουλεύονται περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς, εἰ μὴ ἦν ἢ ὂν καὶ ἀληθὲς ἢ τῆς ἀληθείας ἐγγὺς καὶ μᾶλλον ὂν καὶ ἀληθές· [
a 7] πάντες γὰρ ἢ τὰ ὄντα ὑπολαμβάνουσιν ἢ τὰ εἰκότα ἤτοι τὰ ἐγγὺς τῆς ἀληθείας. εἰ οὖν τοῦτο, ὃ ὑπελήφθη, ἄπιστόν ἐστι, τοιοῦτον δὲ ἄπιστον ἀμφίβολον καὶ οἷον εἴπομεν καὶ οὐδὲ εἰκὸς λέγεις τοῦτο,
87
λοιπὸν ἀληθές ἐστιν· ὃ γάρ τις ὑπολάβῃ γενέσθαι, εἰ μή ἐστιν εἰκός, ἀνάγκη εἶναι ἀληθές· πᾶν γὰρ τὸ δοξαζόμενον ἢ εἰκὸς ἢ ἀληθές ἐστιν. [
a 8] οὐ γὰρ δοκεῖ οὕτως ἤτοι οὐ γὰρ ὑπελήφθη τοῦτο καὶ ἐδοξάσθη διὰ τὸ εἰκὸς καὶ τὸ πιθανόν· καὶ ἐπεὶ οὐχ ὑπελήφθη τοῦτο οὔτε διὰ τὸ εἰκὸς οὔτε διὰ τὸ πιθανόν, ἔστι λοιπὸν ἀληθές. [
a 11] ἐπεὶ καὶ οἱ ἰχθύες δέονται τοῦ ἁλός, ἵνα μὴ σαπῶσιν· ἁλατίζονται γάρ· καίτοι ἔδει μὴ δεῖσθαι ἁλὸς καὶ ἁλατίζεσθαι, διότι ἐν ἅλμῃ τρέφονται. [
a 13] στέμφυλα λέγει τὰ τζίπουρα τῶν ἐλαιῶν, ἅτινα ἀνέφυρον οἱ παλαιοὶ μετὰ τοῦ ἐλαίου καὶ ἔτρωγον. [
a 15] τὸ σκοπεῖν τὰ ἀνομολογούμενα καὶ
ἀσύμφωνα χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος καὶ ἀντιδικοῦντος
88
ἐμοί, εἰ ἀνομολογούμενον καὶ ἀσύμφωνόν ἐστιν, ἢ τῷ χρόνῳ, οἷον ἐν τῷδε τῷ χρόνῳ πρᾶξαί τι ἐνίσταται, καθ’ ὃν οὐκ ἦν εἰκὸς γενέσθαι, ἢ εἰ, ὃ ἔπραξε νῦν ἢ εἶπεν ἀσύμφωνον, ἐναντίον ἐστὶν ἢ οἷς πάλαι ἔπραξεν ἢ εἶπεν, οἷον λέγει πρός τινα τῶν Ἀθηναίων προδότην ὅτι
λέγεις μὲν ἡμᾶς τοὺς Ἀθηναίους φιλεῖν, συνώμοσας δὲ τοῖς τριάκοντα τυράννοις καὶ ἐσπείσω· ὡς ὃ ἔπραξας ἐναντίον ἐστὶν οἷς λέγεις. [
a 18] χωρὶς δέ, εἰ ἀπολο γούμενος ἐφ’ ἑαυτῷ ἤτοι ἑαυτῷ ἀσύμφωνόν τι λέγει, ὅτι
σὺ μὲν ἑαυτὸν φῂς εἶναι φιλόδικον, οὐκ ἔχεις δὲ ἀποδεῖξαι ὡς ἐδίκασας δίκαιον [
a 20] ἢ ἐφ’ ἑαυτοῦ ὀφείλεις σκοπεῖν τὸ ἀσύμφωνον καὶ τοῦ ἀμφισβη τοῦντος ἤτοι δεῖ σε σκοπεῖν, εἰ ὃ ἐποίησας ἀσύμφωνόν ἐστιν οἷς ὁ ἀντί δικός σου λέγει ποιῆσαι, ὅτι
σὺ μὲν λιμοῦ ὄντος οὐ δεδάνεικας οὐδέτινι τῶν Ἀθηναίων ἢ αἰχμαλώτων πολλῶν κρατηθέντων οὐδενὶ ἐδάνεισας πρὸς τὸ ἀγορασθῆναι, ἐγὼ δὲ πολλοὺς ἔλυσα καὶ ἠλευθέρωσα τῶν αἰχμαλώτων δοὺς νομίσματα. [
a 22] ἄλλος τόπος· εἰ προεβλήθη τις ἢ ἀληθῶς ἢ ὅτι ἔστι τοιοῦτος, οἷος διεβλήθη, λύσις ἔσται τῆς διαβολῆς, εἴ γε εἴπῃ τὴν αἰτίαν, δι’ ἣν ἡ παράδοξος αὕτη διαβολὴ ἐρρέθη· ἢ κἂν οὐ προεβλήθη, ἀλλ’ οὖν οὐ δοκεῖ τοιοῦτος οἷος ἦν, (ἔστι γάρ τι αἴτιον, δι’ ὃ φαίνεται), ἢ διαβληθείς, εἰ μὲν δοκεῖ τοιοῦτος, οἷος ἦν [
a 24] οἷον γυνή τις ἠσπά ζετο τὸν υἱὸν αὑτῆς καὶ ἀεὶ συνῆν ἐκείνῳ καὶ συνεκοιμᾶτο καὶ ἐδόκει, ὅτι μοιχεύεται παρ’ αὐτοῦ· εἰπούσης δὲ τὴν αἰτίαν, δι’ ἣν αὐτὸν φιλεῖ (ἢ γὰρ διότι πολλὰ παρ’ αὐτοῦ ὠφελήθη ἢ διότι ἐστὶ σώφρων), ἐλύθη ἡ διαβολή. ἢ ὥσπερ ἐν τοῖς Ῥωμαίοις ἦν ναὸς τῆς Ῥέας· τὸ δὲ εἴδωλον ταύτης ἦν ἐν Περγάμῳ· εἶτα παρακαθισάντων τῶν πολεμίων τὴν Ῥώμην χρησὸς ἐξῆλθε μὴ εἶναι δυνατὸν ἄλλως τῆς πολιορκίας ἀπαλλαγῆναι, εἰ μὴ ἐκ τοῦ Περγάμου τὸ εἴδωλον τῆς Ῥέας κομίσωσιν. ἐστάλησαν ἐκεῖ τινες καὶ λαβόντες αὐτὸ τὸ εἴδωλον ἀπεκόμιζον ὡς πρὸς τὴν Ῥώμην διὰ θαλάσσης· εἶτα ἔστη ἐν τῷ πελάγει ἡ ναῦς καὶ οὐκ ἐκινεῖτο ἐπὶ τὸ ἔμπροσθεν, ἡ δὲ ἱέρεια ἡ ἐν τῷ ναῷ τῆς Ῥέας ἐγέλα ἀμέτρως καὶ διεβάλλετο παρὰ τοῦ τότε ἀρχιερέως τοῦ Θύμβριδος ἐπὶ μοιχείᾳ, εἶτα στᾶσα ἐπὶ τοῦ αἰγιαλοῦ ηὔξατο πρὸς τὸ εἴδωλον εἰποῦσα ὅτι
εἰ παρθένος εἰμί, δεῖξον τοῦτο σήμερον· τὸ δὲ εἴδωλον πηδῆσαν ἀπὸ τῆς νηὸς ἦλθε πρὸς τὰς
χεῖρας τῆς ἱερείας. [
a 27] καὶ ὥσπερ ὁ Ὀδυσσεὸς εἰπὼν τὴν αἰτίαν,
89
δι’ ἣν ἀνδρειότερος αὐτοῦ δοκεῖ ὁ Αἴας καὶ ταῦτα τοῦ Ὀδυσσέως ὄντος ἀνδρειοτέρου, εἶπεν ὅτι
ὁ Αἴας τοιοῦτος δοκεῖ, διότι τολμητίας ἐστὶ καὶ μωρὸς καὶ ἀνόητος. [
a 29] ἄλλος τόπος ἐπιχειρῶν ἀπὸ τοῦ αἰτίου. ἂν γὰρ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι ἔστι καὶ τὸ αἰτιατόν, κἂν οὐχ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι οὐκ ἔστι τὸ αἰτιατόν· τὸ γὰρ αἴτιον τὸ ποιητικόν φησιν ἅμα εἶναι τῷ αἰτιατῷ. καίτοι ἐνδέχεται οἰκοδόμον μὲν εἶναί τινα, οἰκίαν δὲ μὴ οἰκοδομεῖσθαι παρ’ αὐτοῦ· καί φαμεν ὅτι, εἰ ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, ἀνάγκη εἶναι ἅμα καὶ τὸ οἰκοδομούμενον, καὶ εἰ δυνάμει ἐστὶν ὁ οἰκοδόμος, καὶ τὸ οἰκοδομούμενόν ἐστι δυνάμει· ὥστε ἅμα αὐτὴν εἶπε, καθ’ ὃ ἢ ἄμφω εἰσὶ δυνάμει ἢ ἄμφω ἐνεργείᾳ. [
a 31] καὶ ἄνευ αἰτίου οὐδέν ἐστιν αἰτιατὸν γενόμενον. [
a 31] ὁ δῆμος τῶν Ἀθηναίων ἔστησε στήλην ἐν τῇ ἀκροπόλει, ἐπάνω δὲ τῆς στήλης ἔθεντο
90
κύρβιν ἤτοι σανίδιον, ἐν ᾧ κατέγραφον τὰ ὀνόματα τῶν προδοτῶν τῆς πόλεως καὶ τῶν πρὸς λύμην ὄντων τῆς πόλεως καὶ τῶν προστεθειμένων τοῖς τριάκοντα· κατήγορος ἦν ὁ Λεωδάμας τοῦ Θρασυβούλου, ὅτι ἦν στηλίτης ἤτοι
ἀναγεγραμμένον ἦν τὸ ὄνομά σου ἐν τῇ κύρβει μετὰ τῶν προδοτῶν εἶτα τοῦ Θρασυβούλου λέγοντος ὅτι
ψεύδῃ· οὐ γὰρ ἀναγέγραπται ἐν τῇ κύρβει τὸ ὄνομά μου νῦν, εἶτα ὁ Λεωδάμας
ἦν μὲν τὸ ὄνομά σου ἀναγεγραμμένον ἐν τῇ κύρβει, σὺ δὲ τὸ μέρος τῆς σανίδος, ἐν ᾧ ἀναγε γραμμένον ἦν τὸ ὄνομά σου, ἐξέκοψας ἐπὶ τῶν τριάκοντα τυράννων, ὁ δὲ Θρασύβουλος ἔφη
οὐκ ἐνδέχεται ἐμὲ ἐκκόψαι καὶ ἀφαιρῆσαι τὸ ὄνομά μου ἀπὸ τῆς κύρβεως καὶ ταῦτα τυραννούντων τῶν τριάκοντα· μάλιστα γὰρ ἐπίστευον ἂν ἐμοὶ καὶ ἐθάρρουν οἱ τύραννοι ὡς ἐχθρῷ ὄντι τοῦ δήμου·ἐδόκουν δὲ ἐχθρὸς πρὸς τὸν δῆμον, εἰ ἐθεώρουν τὸ ὄνομά μου ἀναγεγραμ μένον ἐν τῷ σανιδίῳ. [
a 35] ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως. εἰ ὁ Σωκράτης ἔπραξέ τι καὶ διαβάλλεται ἐπὶ τῇ πράξει, σκοπητέον, εἰ ἐνεδέχετο καὶ ἐχώρει βελτιώτερον, ἢ συμβουλευθῇ, γενέσθαι τοῦτο, ὃ ἐγέ νετο, τοῦ, οὖ ὁ Σωκράτης ἐποίησεν ἢ συνεβούλευσεν, ἢ εἰ ἐνδέχεται βελτιώτερον συμβουλεῦσαι ἢ ποιῆσαι ὡς ἐπὶ ἐνεστῶτος χρόνου, ἤτοι εἰ συμ βουλεύσει ὁ Σωκράτης γενέσθαι τι, οὗ φαίνεται ἐναντίον τι πράξας πρότερον, καὶ κατηγορεῖται ὡς ἄλλο τι πράξας πρότερον, παρ’ ὃ ὃ συμβουλεύει· δεῖ γοῦν τὸν Σωκράτην ἀπολογήσασθαι ὡς
οὐκ ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, καὶ [
b 1] εἰ μὴ οὕτως ἔχει ἤτοι καὶ εἰ μὴ
91
ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, λοιπὸν οὐ πέπρα κται τοιοῦτον, οἷον λέγεις· πᾶν γάρ, ὅ ἔμελλον ποιῆσαι καὶ ἐποίησα, εἰ ἕτερον ἦν τοῦ, οὗ νῦν συμβουλεύω, λοιπὸν οὐ κακόν ἐστιν· οὐδεὶς γὰρ γινώσκων τόδε, ὅτι κακόν ἐστι, προαιρήσεται τοῦτο ποιῆσαι· καὶ ἐγὼ πῶς ἂν ἐποίησα τόδε, εἰ φαῦλον ἦν; ταὐτὰ ὀφείλει λέγειν, καὶ εἰ κατηγορεῖται, ὅτι βελτιώτερον πρότερον ἐποίησε τοῦ, οὗ νῦν ποιεῖ· φήσει γάρ, ὡς οὐκ ἐγχωρεῖ βελτιώτερον τούτου γενέσθαι, οὗ νῦν ποιεῖ· πᾶν γάρ, ὃ καὶ ἐγένετο παρὰ τοῦτο, φαῦλον ἂν εἴη, οὐδεὶς δὲ τὰ φαῦλα πράττειν αἱρήσεται. [
b 2] ἔστι δὲ τοῦτο ψεῦδος· ἴσως γὰρ πρότερον ἄδηλον ἦν τὸ πῶς ἔδει τοῦτο ποιῆσαι καὶ τὸ βέλτιον ἠγνόεις, ὕστερον δὲ πολλάκις δῆλον γίνεται τὸ βέλτιον καὶ γινώσκεις τοῦτο, πῶς δεῖ βελτιώτερον ποιῆσαι· ὥστε εἰ καί συ πρότερον ἠγνόεις τὸ βέλτιον καὶ διὰ τοῦτο οὐ καλῶς τοῦτο ἐποίησας, ἀλλ’ ὕστερον οὐκ ἠγνόεις τοῦτο, ἀλλ’ ἑκὼν ἔπραξας τὰ φαῦλα ἢ συνεβούλευσας καὶ ταῦτα γινώσκων τὸ βέλτιον· συμβαίνει γὰρ πολλάκις τὸ μὲν καλὸν πρότερον ἀγνοεῖν, ὕστερον δὲ νοῆσαι. σὺ γοῦν νοήσας τοῦτο ἀπέκρυψας. [
b 4] ἄλλος τόπος, εἰ τοῖς πεπραγμένοις μέλλει πράττεσθαί τι ἐναντίον ἅμα, ἤτοι εἰ ἅμα, ἐν οἷς πράττεται τόδε, γίνεται καὶ πράττεται τὸ ἐναντίον αὐτῷ, [
b 6] οἶον ἐν οἶς ἔθυον τῇ Λευκοθέᾳ, ἔπραττον καὶ τὸ ἐναντίον αὐτῇ ἤτοι ἔκλαιον· ἐναντίαι γὰρ αἱ πράξεις αὗται ἤτοι τὸ θύειν καὶ τὸ κλαίειν· ᾗ μὲν ἔθυον, ὡς θεὰν αὐτὴν ἐτίμων, ἦ δὲ ἐθρήνουν, ὡς θνητὴν αὐτὴν ἡγοῦντο· εἰ γοῦν ἔθυον, οὐκ ἔδει θρηνεῖν, ἢ εἰ ἐθρήνουν, οὐκ ἔδει θύειν· οὕτω γὰρ ἂν οὐκ ἂν ἔπραττον ἅμα τὰ ἐναντία. ἡ Ἰνὼ εἰσῆλθε μετὰ τοῦ υἱοῦ αὐτῆς τοῦ Μελικέρτου καὶ Κλεάρχου εἰς τὴν θά λασσαν διωκομένη ὑπὸ τοῦ Ἀθάμαντος τοῦ ἀνδρὸς αὑτῆς μανέντος ὑπὸ τῆς Ἡρας διὰ τὴν ζηλοτυπίαν, ὅτι συνῆλθε τῇ Ἰνοῖ ὁ Ζεύς, καὶ ἀπηθανα τίσθη ἡ Ἰνώ· διὰ τοῦτο ὡς μὲν δεινὰ παθούσῃ ἐπιθρηνοῦσιν, ὡς δ’ ἀπο θανατισθείσῃ θύουσιν. [
b 8] ἄλλος τόπος τὸ κατηγορεῖν ἐκ τῶν ἁμαρτηθέντων. ὁ Καρκίνος τραγικὸς ἦν ποιητής. [
b 10] κατηγο ροῦσι τῆς Μηδείας, ὅτι τοὺς παῖδας ἀπέκτεινε· καὶ τοῦτο δῆλόν ἐστιν, ὅτι αὐτοὺς ἀπέκτεινεν, ἀπὸ τοῦ μὴ φαίνεσθαι αὐτοὺς ἀλλ’ ἀφανεῖς γενέσθαι. ἥμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν τῶν παίδων ἀπό
σκευὴν ἤτοι ἀπόκτανσιν. ἡ δὲ ἀπολογεῖται ὅτι
εἰ ἔμελλον ἀποκτεῖναι,
92
τὸν Ἰάσονα ἂν ἀπέκτεινα ὡς λυπήσαντα, οὐχὶ τοὺς παῖδας· οὐδὲ γὰρ οἱ παῖδές με ἐλύπησαν. [
b 14] εἴπερ γοῦν τὸ ἕτερον ἐποίησεν ἤτοι τὸ ἀποκτεῖναι τοὺς παῖδας, μᾶλλον ἥμαρτεν ὡς μὴ ποιήσασα τὸ ἕτερον ἤτοι τὸ τὸν Ἰάσονα ἀποκτεῖναι. [
b 16] ἡ γοῦν ῥητορικὴ τοῦ Θεοδώρου τοῦτον τὸν τόπον παρεδίδου ἤτοι τὸ ἐκ τῶν ἁμαρτηθέντων τινὶ ἐπιχειρεῖν. [
b 17] ἡ Σιδηρὼ κόρη τις ἦν καὶ ἐβιάζετο παρά τινος, ἡ δὲ οὐχ ὑπήκουεν·
93
ἀπὸ γοῦν τοῦ ὀνόματος ἐπιχειρητέον ὅτι
καλῶς ὠνομάσθη Σιδηρὼ ὡς φοροῦσα καὶ φέρουσα τὸ ὄνομα τοῦ σιδήρου· ἀκαμπὴς γὰρ εἶ ὡς σίδηρος. καὶ ἐν τοῖς ἐπαίνοις τῶν θεῶν οὕτω λέγομεν, ὅτι σοφῶς ὠνομάσθη ὁ Ποσειδῶν Ποσειδῶν ὡς συνδεσμῶν καὶ συνέχων τὴν πόσιν ἤτοι τὴν θάλασσαν, ἢ ὅτι καλῶς ὠνομάσθη ὁ Ζεὺς Ζεὺς ὡς χορηγὸς τῆς ζωῆς. [
b 18] καὶ ὁ Κόνων πρὸς τὸν Θρασύβουλον
σοφῶς ὠνομάσθη Θρασύβουλος· θρασὺς γὰρ εἶ καὶ τολμητίας καὶ τολμηρὰ βουλευόμενος. καὶ πρὸς τὸν Θρασύμαχον
ἀεὶ θρασὺς εἶ περὶ τὰς μάχας. σὺ αἰεὶ πῶλος ἤτοι ἀεὶ λάρος εἶ, ὦ Πῶλε. [
b 23] καὶ πρὸς τὴν Ἀφροδίτην
ὀρθῶς ἔχεις τὸ ὄνομα ἤτοι ὠνομάσθης Ἀφροδίτη· ἀφροσύνης γὰρ ἄρχεις. [
b 24] ὡς ὁ Χαιρήμων λέγει, ὁ Πενθεὺς ἐκλήθη Πενθεὺς ὡς ἐπώνυμος τῆς ἑπομένης συμφορᾶς. ὁ Κάδμος γεννᾷ Σεμέλην καὶ Ἰνώ· ἐκ τῆς Σεμέλης ὁ Διόνυσος. τοῦτον ὁ τοῦ Κάδμου υἱὸς ὁ Πενθεὺς οὐκ ἐκάλει θεόν· βουλόμενος δὲ δεῖξαι ὁ Διόνυσος, ὡς ἔστι θεός, ἔσεισε καὶ ἐξῆλθεν ὁ Πενθεὺς εἰς τὸ ὄρος καὶ διεσπάσθη ὑπὸ τῶν μαινάδων πρώτης τῆς μητρὸς καταρξαμένης τῶν σπαραγμῶν. ὁ Χαιρήμων ποιητὴς ἦν. [
b 19] ὁ δὲ Ἡρόδικος Ἀθηναῖος ἱστορικός. ὁ Πῶλος μαθητὴς καὶ παῖς ἦν τοῦ Γοργίου. [
b 23] ἐν ταῖς Τρωάσι τῷ δράματι εἰσάγει τὴν Ἑκάβην λέγουσαν πρὸς τὴν Ἀφροδίτην. [
b 17] φησὶν ὁ βιάζων πρὸς τὴν Σιδηρὼ
αὕτη δὲ μάχιμός ἐστιν ὡς κεχρημένη
σαφῶς σιδήρῳ καὶ φέρουσα τοὔνομα
οὐκ οἴεται δύσκλειαν ἐκ τούτου φέρειν.
[
b 11] πρὸς τὴν Γλαύκην, ἣν ἀνελάβετο Ἰάσων, ἔπεμψεν ἡ Μήδεια τοὺς αὐτῆς παῖδας, καὶ πτοηθεῖσα, μὴ ἀναιρεθῶσιν ὑπὸ τῶν θεραπόντων τῆς Γλαύκης,
προανῃρέθησαν παρ’ αὐτῆς. [
b 18] ὁ Κόνων στρατηγὸς Ἀθηναῖος, Θρασύβουλος
94
δὲ κατήγορος. [
b 26] διὰ τὸ εἶναι τὸ ἐλεγκτικὸν ἐνθύμημα συναγωγὴν τῶν ἐναντίων ἐν μικρῷ, οἷον
καλὸν ὁ γάμος ἢ κακόν· καὶ εἰ μὲν καλόν, φθονεῖς τῷ παιδί, εἰ δὲ κακόν, ἵνα τί μήτηρ ἐγένου; ἐναντία τὸ καλὸν καὶ τὸ οὐ καλόν· παρ’ ἄλληλα γὰρ κείμενα τὸ καλὸν καὶ τὸ κακὸν καὶ ἐν παραθέσει. [
b 28] μᾶλλον γίνονται φανερὰ καὶ γνώριμα τῷ ἀκροατῇ, ὅσα τῶν ἐνθυμημάτων ἅμα τῷ ἄρξασθαι τὸν ῥήτορα λέγειν εὐθὺς προορῶσι καὶ συνιᾶσιν οἱ ἀκροαταὶ τὴν δύναμιν αὐτῶν, οἷον ὁ Δημοσθένης λέγει πρὸς τὸν Αἰσχίνην
παρῆς ἢ οὐ παρῆς, ὅτε ταῦτα ἔλεγον; καὶ ἐγίνωσκες τὸ μέλλον ἢ οὐκ ἐγίνωσκες; καὶ εἰ μὲν ἐγίνωσκες, τί οὐκ ἔλεγες; [
b 30] προορῶσι δὲ ταῦτα οὐκ ἐν τῷ εἶναι ἐπιπολῆς ἤτοι ἐπιπόλαια καὶ εὔκολα (ἔχουσι γὰρ καὶ αὐτὰ βάθος) ἀλλ’ ἐν τῷ ἔχειν ἀκολουθίαν· ἐκ γὰρ τῆς ἀκολουθίας νοοῦσι τὰς δυνάμεις αὐτῶν· ἅμα γὰρ καὶ χαίρουσιν οἱ ἀκροαταὶ ἐν τῷ προαισθάνεσθαι, ὃ μέλλει εἰπεῖν ὁ δημηγορῶν. [
b 32] ἔτι δὲ καὶ ἐκεῖνα τῶν ἐνθυμημάτων θορυβοῦσι τὸν ἀντίδικον, ὅσων το σοῦτον ὑστερίζουσι πρὸς τὸ νοῆσαι αὐτά, ὥστε ἅμα τῷ ῥηθῆναι εὐθὺς γνωρίζειν αὐτά, ἤτοι ἃ ἐξ ἀρχῆς μὲν καὶ ἅμα τῷ ἄρξασθαι λέγεσθαι οὐ γνωρίζονται τοῖς ἀκροαταῖς, μετὰ δὲ τὸ ῥηθῆναι εὐθὺς ταῦτα γνωρίζουσιν.