[7] Ἐπεὶ δὲ περὶ τοῦ πότερόν ἐστι μεῖζον τόδε ἀμφισβήτησίς ἐστι.ληπτέον τόπους, ἐξ ὧν τι κατασκευασθήσεται μέγα ἢ μικρόν, κακὸν ἢ ἀγαθόν· ἀμφιβάλλεται γάρ, πότερον μεῖζον τὸ εὐεργέτημα τὸ ποιῆσαι νίκην καὶ ἀριστεῦσαι ἢ τὸ ἁμάρτημα τὸ ἀνελθεῖν εἰς τὸ τεῖχος, καὶ πότερον μεῖζον εὐεργέτημα τὸ διῶξαι τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως ἢ τὸ ἀπο κτεῖναι, καὶ ποῖον μεῖζον ἀδίκημα, τὸ κατασκάψαι τὴν πόλιν ἢ τὸ γεωργῆσαι. ῥητέον οὖν ἐφεξῆς περὶ τοῦ μείζονος ἀγαθοῦ καὶ μᾶλλον συμφέροντος. [
b 7] ἔστω δὲ ὡς λῆμμά τι καὶ ἀξίωμα προϋποκείμενον, ὅτι ὑπερέχει τί τινος, ἡνίκα τοσοῦτόν ἐστιν, ὅσον ἐκεῖνο, καὶ ἔτι, ὡς ὁ δέκα ὑπερέχει τοῦ ἐξ τοσοῦτος ὤν καὶ ἔτι. ὑπερεχόμενον δὲ λεγέσθω τὸ ἐλαττούμενόν τινος καὶ ὑποβεβηκὸς καὶ ὑπερεχόμενον. [
b 9] καὶ τὸ μεῖζον μὲν πρὸς τὸ ἔλαττον λέγεται, μέγα δὲ πρὸς τὸ μικρὸν καὶ
πολὺ πρὸς τὸ ὀλίγον, καθὼς ἔχουσι μεγέθους τὰ θεωρούμενα· εἰ μὲν
43
γὰρ ὑπερέχει τῷ μεγέθει, μέγα λέγεται, εἰ δὲ τοὐναντίον, μικρόν. τούτων ὑποτεθέντων, ἵνα δηλωθῇ, ποῖον τὸ μεῖζον καὶ ποῖον τὸ ἔλαττον χρῄζομεν γὰρ αὐτοῦ τούτου τοῦ λήμματος διὰ τὸ εἰδέναι σε, ὅτι καὶ τὸ τέλος,5 οὗ χάριν τἆλλα πράττεται, κρεῖττον τῶν πρὸς τὸ τέλος φερόντων, εἰ περι έχει ἐκεῖνα (ὄντος μὲν γὰρ τέλους ἀνάγκη εἶναι κἀκεῖνα, οὐ μὴν ἐκείνων ὄντων ἔστι καὶ τέλος) καὶ πολὺ ὡσαύτως τὸ περιέχον, ὀλίγον δὲ τὸ περι εχόμενον καὶ ἐλαττούμενον —, [
b 12] ἐπεὶ οὖν οὕτως ἔχει ταῦτα, ἄγα θὸν δὲ λέγομεν τὸ αὐτὸ αὑτοῦ ἕνεκα ἤγουν τὸ τέλος, οἷον ὑποδείγματος χάριν ἡ ὑγεία· οὐ γὰρ ἄλλου χάριν αἱρετόν, ὡς τὸ γυμνάσιον· πολλοὶ γὰρ τῆς ὑγείας μὴ οὔσης οὐδὲ τὸ ζῆν ἐθέλουσιν. [
b 14] καὶ ἀγαθόν, οὗ πάντ’ ἐφίεται, ᾗ τὸ εἶναι ἔχει καὶ ἡ ἡδονή τοῦ γὰρ εἶναι πάντα καὶ τῆς ἡδονῆς τὰ αἰσθανόμενα ἐφίεται. καὶ ἀγαθά, ἃ ἕλοιτο νοῦν καὶ φρόνησιν λαβόντα τὰ ζῷα, ὡς τὸ θεωρεῖν ἐμφρόνως καὶ εἰδέναι τὰ ὄντα, τὰ ἄνω, τὰ κάτω, τὰ περὶ ἀνθρώπου, τὰ περὶ ζῴων καὶ τὰ λοιπὰ πολυωφελῆ καὶ ἀναγκαῖα ὄντα. [
b 15] ἔστι δὲ ἀγαθὸν καὶ τὸ ποιητι κόν, ὡς τὸ ἡδὺ ἡδονῆς καὶ αἱ ἀρεταὶ τῶν ἀγαθῶν καὶ τὸ ὑγιεινὸν ὑγείας. ἀγαθὸν δὲ καὶ τὸ φυλακτικόν, ὡς τὰ γυμνάσια ὑγείας φυλακτικά. [
b 16] ἀγαθὸν δὲ καί, ᾧ ἕπεται τὰ ἀγαθά, ὥσπερ τὸ μανθάνειν ἀγαθόν· ἕπεται γὰρ αὐτῷ τὸ ἐπίστασθαι. καὶ τὸ ὑγιάζεσθαι καλόν· ἕπεται γὰρ αὐτῷ τὸ ἀπόνως ἔχειν. βούλεται οὖν ἐν τούτοις τοῦτο συναγαγεῖν καὶ εἰπεῖν, ὅτι μεῖζόν ἐστι τὸ μετὰ τοῦ τέλους ἔχον πλείονα ἀγαθὰ τοῦδε, οἷον εἰ ὑγεία τὸ τέλος, ἡ ῥώμη καὶ τὸ κάλλος καὶ ὁ πλοῦτος μετὰ τῆς ὑγείας τοῦ τέ λους κρείττω καὶ μείζω τοῦ κάλλους καὶ τοῦ πλούτου μόνου· ὡς περι 30έχοντα γὰρ μείζω τῶν περιεχομένων εἰσίν. ἀπαρτίζεται δὲ τὸ νόημα εἰς τὸ [
b 18]
ἀνάγκη τὰ πλείω ἀγαθὰ μετὰ τοῦ τέλους κρείττω εἶναι τῶν ὀλίγων. τὸ οὖν οὗ ἕνεκα τέλος· τέλος δέ, οὗ χάριν τὰ λοιπά· αὐτὸ δὲ ἀγα θόν. διὸ ἐκεῖνα οὕτως ὤφειλεν εἰπεῖν· αὐτὸ δὲ τελικώτατον τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτὸ τὰ πρὸς αὐτὸ φέροντα δι’ αὑτό· τέλος γὰρ τὸ παθὸν ἐκεῖνα δι’ ἑαυτό· αὐτὸ οὖν ἀγαθὸν τὸ πεπονθὸς ἐκεῖνα δι’ ἑαυτό. φέρεται δὲ οὕτως ἡ γραφή· [
b 17] οὗ ἕνεκα τἆλλα αὐτῷ· τὸ δὲ ἀγαθὸν τὸ πρὸς αὐτὸ πεπονθὸς ταῦτα. καὶ ἴσως κάλλιον οὕτως· ἀγαθὸν γάρ, οὗ ἕνεκα τἆλλα αὐτῷ ἤγουν ἐν αὐτῷ, τὸ δὲ ἀγαθὸν ἐκεῖνο τὸ πεπονθὸς ἐκεῖνα· τοῦ γὰρ πεπονθέναι καὶ ὑπάρξαι ἐκεῖνα τὸ τέλος αἴτιον. εἰ δὴ ταῦτα
οὕτως ἔχει (πολλοῖς γὰρ καὶ σχοινοτενέσι ῥήμασι τὸ θεώρημα ἐμεστώσαμεν),
44
ἀνάγκη τὰ πλείω ἀγαθὰ συναριθμούμενα τῷ τέλει κρείττω εἶναι τῶν ὀλίσυλεῖν γων. εἰκότως δὲ προσέθηκε τὸ συναριθμεῖσθαι τῷ τέλει τὰ συγκρινόμενα·εἰ γὰρ μὴ τοῦτο, εὑρεθήσεται τὰ πλείω χείρω τῶν ἐλαττόνων· καὶ γὰρ τὸ τέλος μεθ’ ἑνὸς ἀγαθοῦ κρεῖττον τῶν πλειόνων μὴ τελῶν ὄντων, οἷον ἡ ὑγεία καὶ ἡ ῥώμη κρείττω τοῦ κάλλους καὶ τοῦ πλούτου καὶ τῆς ἰσχύος καὶ τῆς εὐτεκνίας. πρῶτος οὖν τόπος τοῦ μεῖζον εἶναί τι ὅδε τὸ τὰ πλείω ἀγαθὰ εἶναι κρείττω τῶν ἐλαττόνων μετὰ τοῦ τέλους. ἐπεὶ δ’ εἴπομεν ἀρχῆθεν
45
ἐν τοῖς ὑποτεθεῖσι λήμμασιν, ὅτι καὶ μέγα ἔχομεν τὸ ὑπερέχον τοῦ μικροῦ, δεύτερος ἔστω τόπος οὗτος· [
b 21] εἰ τὸ μέγιστον ἔν τισι πράγμασι θεωρούμενον ὑπερέχει τοῦ μεγίστου τοῦδε, καὶ αὐτὰ ἁπλῶς τὰ πράγματα ἐκείνων, οἷον εἰ ὁ μέγιστος ἀνὴρ ὑπερέχει τῆς μείζονος γυναικός, καὶ οἱ ἄνδρες ἁπλῶς τῶν γυναικῶν. καὶ ἀντιστρέψας αὖθις εἰπέ, εἰ ἁπλῶς τάδε τῶνδε κρείττω, καὶ τὰ μέγιστα τῶν μεγίστων κρείττω· εἰ γὰρ οἱ ἁπλῶς ἄνδρες κρείττονες τῶν ἁπλῶς γυναικῶν, καὶ οἱ μέγιστοι τῶν μεγί στων, καὶ εἰ οἱ ἄνθρακες τῶν μαργαριτῶν μείζους, καὶ ὁ μείζων ἄνθραξ τοῦ μείζονος μαργαρίτου μείζων, καὶ εἰ ὁ μείζων ῥήτωρ τοῦ μείζονος γραμμα τικοῦ καὶ νομικοῦ κρείττων, καὶ ὁ ἁπλῶς ῥήτωρ τοῦ ἁπλῶς γραμματικοῦ καὶ νομικοῦ κρείττων· πᾶς γὰρ ῥήτωρ καὶ γραμματικὸς κείσθω· ἡ ἀναλογία γὰρ οὕτως ἔχει
εἰ τὰ ἁπλῶς τῶν ἁπλῶς, καὶ τὰ μείζω τῶν μειζόνων, καὶ εἰ τὰ μείζω τῶν μειζόνων κρείττω, καὶ τὰ ἁπλῶς τῶν ἁπλῶς κρείττω. [
b 27] καὶ ὅταν τόδε μὲν τῷδε ἕπηται, ἐκεῖνο δὲ μὴ τούτῳ ἕπηται, πάντως ἀγαθὸν ἐκεῖνο τὸ ἡγούμενον καὶ συνεισφέρον ἕτερον ἀγαθόν, οὐ μὴν τὸ ἑπόμενον τὸ μὴ συνεισφέρον, οἷον ἡ ὑγεία συνεισφέρει τὸ ζῆν ἑπόμενον αὐτῇ καὶ τὴν ἐπιστήμην εἰσφέρει τὸ μεμαθηκέναι καὶ ὁ ἄνθρωπος τὸ ζῷον· κρείττω ἄρα τὰ συνεισφέροντα· ἔνεισι γὰρ αὐτοῖς κἀ [
b 29] λέγει δὲ τὰ ἑπόμενα ἢ ἅμα εἶναι τῷ συνεισφέροντι ἀγασυλεῖν θῷ, ὡς τὸ ζῆν τῇ ὑγείᾳ, ἢ ἐφεξῆς, ὡς ἡ ἐπιστήμη τῷ μανθάνειν ἐφεξῆς· εἰσφέρεται γὰρ τῷ μανθάνειν ὕστερον τὸ ἐπίστασθαι· ὃς μὲν γὰρ μανθάνει, ἐπίσταται, οὐ μήν, ὃς ἐπίσταται, μανθάνει· ἐπίσταται γὰρ καὶ αὐτοφυῶς, ὡς αἱ ψυχαὶ κατὰ Πλάτωνα ἀναμιμνῃσκόμεναι, ἀλλὰ καὶ ἀπὸ ζητήσεως καὶ εὑρέσεως· οὐκ ἀντιστρέφει ἄρα. ὥστε ἐπὶ πλέον τὸ ἐπίστασθαι τοῦ μανθάνειν, κρεῖττον δὲ τὸ μανθάνειν κατά γε τὸν παρόντα τόπον. [
b 30] ἕπεται δὲ καὶ τῇ δυνάμει τοῦ ῥητορεύειν τὸ λογογραφεῖν καὶ τῷ ἱεροσυλεῖν τὸ ἀποστερεῖν· ὥστε μεῖζον μὲν ἀγαθὸν τὸ ῥητορεύειν, κακὸν
κρείττων ἡ σωφροσύνη. [
a 5] καὶ τὸ ἧττον προσδεόμενον θατέρου
46
κρεῖττον τοῦ προσδεομένου αὐτοῦ, οἷον ἡ γραμματικὴ κρείττων τῆς ῥητορικῆς· οὐ γὰρ προσδέεται αὐτῆς, ἡ μέντοι ῥητορικὴ δέεται αὐτῆς. πάλιν ἡ φιλοσοφία δέεται ἑτέρων, ῥητορικῆς φημι καὶ γραμματικῆς, ἡ μέντοι γραμματικὴ οὐκ αὐτῶν, καὶ ἐντεῦθεν κρείττων αὐτῶν ἡ γραμ ματικὴ ἐλαττόνων προσδεομένη ἢ ῥᾳόνων. [
a 7] καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ , οἷον κρείττων ἡ γεωργία τῆς σκυτοτομικῆς· γεωργὸς μὲν γὰρ ἄνευ ὑποδημάτων ζήσεται, σκυτοτόμος δὲ χωρὶς σίτου καὶ γεωργίας οὐδαμῶς. πάλιν κρείττων ἡ στρατιωτικὴ δύναμις τῆς βασιλείας· στρατιῶται μὲν γὰρ καὶ χωρὶς βασιλέως ἐπιζήσονται στρατεύ οντες καὶ διατρεφόμενοι, βασιλεία δὲ χωρὶς στρατιωτῶν οὐδαμοῦ συστῇ. πάλιν φρόνησις ἀνδρίας· ἡ μὲν γὰρ φρόνησις οὐ δέεται ἀνδρίας, ἀνδρία δὲ φρονήσεως ἀναγκαίως. καὶ ὥσπερ ὁ θεμέλιος κρείττων τοῦ ὀρόφου(ἄνευ γὰρ τούτου ἀδύνατον γενέσθαι ὄροφον· ὄροφος γὰρ ἀναγκαίως τούτου χρῄζει, οὐ μὴν ὁ θεμέλιος τοῦ ὀρόφου), ὁμοίως δὲ καὶ ἡ γραμματικὴ ἧττον προσδέεται τῆς ῥητορικῆς, ῥητορικὴ μέντοι ἀναγκαίως χρῄζει τῆς γραμματικῆς· κρείττων οὖν ἡ γραμματική· αὐταρκεστέρα γὰρ ὡς μὴ δεο μένη ἑτέρας. [
a 10] κἂν ἦ ἀρχή, τὸ δὲ μὴ ἀρχή. ἐντεῦθεν κρείτ των ἡ ἐγκράτεια τῆς σωφροσύνης· ἀρχὴ γὰρ ἡ ἐγκράτεια, οὐκ ἀρχὴ δὲ ἡ σωφροσύνη. καὶ ὁ φόβος ὁ στοιχειώδης κρείττων ἐν ἀρεταῖς ἀρχὴ ὤν. καὶ τὸ τὰ στοιχεῖα καὶ τὰς συλλαβὰς εἰδέναι τοῦ ψηφηφορεῖν κρεῖττον ὡς ἀρχή. κἂν ἢ αἴτιον, τὸ δ’ οὐκ αἴτιον. ἐντεῦθεν κρεῖττον τὸ ὑγιει νὸν τῆς ὑγείας ὡς ποιητικὸν αὐτῆς. [
a 11] ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι ἢ γενέσθαι τι. ὥστε αἱ ἀρχαὶ καὶ τὰ αἴτια λόγον ἔχοντα τὸν ὧν οὐκ ἄνευ μείζω ἀγαθὰ τῶν ὑπ’ αὐτά. [
a 12] καὶ ἐν δυσὶν ἀρχαῖς τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον. κείσθωσαν φρόνησις καὶ πλοῦτος ὡς ἀρχαί, εὐβουλία δὲ καὶ εὐεργεσία ὡς ἐξ αὐτῶν·ἐπειδὴ γοῦν μείζων ἡ φρόνησις τοῦ πλούτου, καὶ ἡ εὐβουλία μεῖζον ἀγα θὸν ἢ ἡ εὐεργεσία, εἴπερ ἡ εὐβουλία ἀπὸ μείζονος ἀρχῆς τῆς φρονήσεως πρόεισι. [
a 13] καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. τεθείσθω τὸ ὑγιεινὸν ὑγείας ποιητικόν, τὸ δὲ ἡδὺ ἡδονῆς, μεῖζον δὲ τὸ ὑγιεινὸν τοῦ ἡδέος, μείζων ἄρα καὶ ἡ ὑγεία τῆς ἡδονῆς· ἡ γὰρ ὑγεία τὸ αἰτιατὸν αἰτίου ὄντος τοῦ ὑγιεινοῦ ἐξ ἀνάγκης ὑπέρκειται τῆς ἡδονῆς, εἴπερ ἔστιν αὕτη αἰτιατὸν τοῦ ἡδέος, οὗπερ εὑρίσκομεν ἀσυγ κρίτως τὸ ὑγιεινὸν ὑπερκείμενον. [
a 14] καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρ χαῖν. ἐντεῦθεν βούλεται ἀντιστρόφως δεῖξαι ἀπὸ τῆς ὑπεροχῆς τοῦ
αἰτιατοῦ πρός τι ἕτερον αἰτιατὸν καὶ τὸ αἴτιον τοῦ μείζονος αἰτιατοῦ ὑπερφέρον
47
τοῦ ἐλάττονος αἰτιατοῦ αἰτίου· δύο γὰρ κειμένων αἰτιατῶν, εἰ τόδε μεῖζον τοῦδε, καὶ τὸ αἴτιον ἐκείνου τοῦ μείζονος ὑπερέξει τοῦ ἑτέρου αἰτίου, ὅπερ ἐστὶν ἐλάττονος αἴτιον. καὶ ἐπὶ τῶν ἀρχῶν ὁμοίως· εἰ γὰρ δύο πρόκεινται τελοῦντα ὑπό τινας ἀρχάς, ἔστι δὲ τόδε κρεῖττον τοῦδε, καὶ ἡ ἀρχὴ τοῦ κρείττονος κρείττων ἐστὶ τῆς ἑτέρας ἀρχῆς τῆς ἐχούσης ὑφ’ ἑαυτὴν ἔλαττον ἀγαθόν, ὡς ἐφ’ ὧν εἴπομεν παραδειγμάτων, εἰ καὶ μὴ σῴζουσιν ἀκριβῶς. [
a 15] δῆλον οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀμφο τέρως μεῖζόν ἐστι φαίνεσθαι. τοῦτο πρὸς τὸν ἄνω τόπον ἀποδο τέον, ἐν ᾧ ἐλέγομεν [
a 10] κἂν ἦ ἀρχή, τὸ δὲ μὴ ἀρχή. ὁποτέρως γάρ, φησί, βούλει, τὸ προκείμενον μεῖζον δείκνυε, ποτὲ μὲν μείζω τὸν θεμέλιον καὶ τὴν γραμματικὴν τυχὸν κατασκεύαζε τοῦ ὀρόφου καὶ τῆς ῥητορικῆς (ἀρχαὶ γὰρ ἐκεῖνα, τὰ δὲ οὐκ ἀρχαί), ὁτὲ δὲ τὰ τέλη συλλολεύσαντος γίζου μείζω τῶν ἀρχῶν εἶναι, εἴπερ ἐχρῄζομεν ἐκείνων, τῶν τελῶν κατα στοχαζόμενοι· τοῦτο βουλόμενος ἐπάγει [
a 16] καὶ γὰρ εἰ ἀρχὴ τόδε ἤγουν ἡ γραμματική, τὸ δὲ μὴ ἀρχὴ ἤγουν ἡ ῥητορική, δόξει μεῖζον
48
εἶναι τὸ τῆς ἀρχῆς ἤτοι ἡ γραμματική. [
a 1] καὶ εἰ μὴ ἀρχὴ τόδε ἀλλὰ τέλος ὡς ἡ ῥητορική, τὸ δὲ ἀρχή. κρεῖττον τὸ τέλος ἤτοι κρείττων ἡ ῥητορικὴ τῆς γραμματικῆς· τὸ γὰρ τέλος μεῖζον καὶ οὐκ ἀρχή. [
a 19] τούτων τῶν ἐφ’ ἑκάτερα κατασκευῶν ἀντιστρόφως εἰσάγει τὸν Λεωδάμαντα μάρτυρα κατηγοροῦντα μὲν Καλλιστράτου, ἐπειδὴ ὑπέ θετο τῷ Χαβρίᾳ καὶ συνεβούλευσεν ἀναιρεθῆναί τινα, καὶ μεῖζον εἶναι τὸ ἀδίκημα τούτου τοῦ βουλεύσαντος ἢ τὸ τοῦ πράξαντος διατεινόμενον (οὐ γὰρ ἂν ἐπράχθη τὸ τέλος, εἰ μὴ ἡ ἀρχὴ τῆς βουλῆς προηγήσατο), ὁτὲ δὲ τοῦ Χαβρίου μᾶλλον καταφερόμενον ὡς πράξαντος καὶ μεῖζον τοῦ βου Καλλιστράτου ἔγκλημα τούτῳ προστρίβοντα ([
a 22] οὐδὲ γὰρ ἂν γενέσθαι τὴν βουλὴν διετείνετο, εἰ μὴ ἦν ὁ πράξων). ὁρᾷς, ὅπως ἀμφοτέρωθεν ὁτὲ μὲν μείζω τὴν ἀρχὴν ὁτὲ δὲ τὸ τέλος κατασκευάσαι δυνάμεθα. σὺ δέ μοι ὁ συνετὸς ἀκροατὴς διελὼν ἀκριβῶς τὰ τῆς ἀρχῆς καὶ τοῦ αἰτίου σημαινόμενα (πολλαχῶς γὰρ λέγεται) εὑρὲ καὶ τῶν λεγο μένων τὰ παραδείγματα προσφυῆ καὶ κατάλληλα. [
a 23] καὶ τὸ σπανι ώτερον μεῖζόν ἐστι μᾶλλον τοῦ ἀφθόνου, ὡς ὁ χρυσὸς μᾶλλον τοῦ σιδή ρου κρείττων ὢν διὰ τὸ εἶναι χαλεπωτέραν τὴν κτῆσιν αὐτοῦ. ἄλλον δὲ τρόπον τὸ ἄφθονον μεῖζον τοῦ σπανίου διὰ τὴν χρῆσιν· τὸ γὰρ χρησιμώτατον κρεῖττον, ὅθεν καὶ τὸ
ἄριστον μὲν ὕδωρ διὰ τὸ πολλάκις ἡμᾶς ἔχειν τὴν χρῆσιν αὐτοῦ. [
a 28] καὶ ὅλως τὸ χαλεπώτερον μεῖζον τοῦ προχείρου καὶ ῥᾴονος, κάλλιον δὲ καὶ μεῖζον ὡς σπανιώ
τερον· ἄλλον γὰρ τρόπον κρεῖττον τοῦ χαλεπωτέρου τὸ ῥᾷον ὡς
49
χρησιμώτερον. [
a 30] καὶ ᾧ τὸ ἐναντίον μεῖζον. ὡς ἡ ὑγεία μεῖζον ἀγαθὸν ἢ ὁ πλοῦτος· ἡ γὰρ νόσος ἡ ἀντικειμένη τῇ ὑγείᾳ μεῖζον κακὸν ἢ ἡ πενία ἡ ἀντικειμένη τῷ πλούτῳ· μεῖζον οὖν ἀγαθὸν ἡ εἰ μείζον κακὸν ἀντίκειται. [
a 31] καὶ οὖ ἡ στέρησις μείζων, ὡς
εἰ ἡ φρόνησις μείζων τῆς ἀνδρίας, μᾶλλον χείρων ἡ στέρησις τῆς φρονήσεως ἢ τῆς ἀνδρίας· οὗ δὲ ἡ στέρησις μείζων, καὶ αὐτὸ μεῖζον. καὶ ἀρετὴ μὴ ἀρετῆς καὶ κακία μὴ κακίας μείζων· τὰ μὲν γὰρ τέλη, τὰ δὲ οὐ τέλη. οὐ τοῦτο λέγω, ὅτι ἡ ἀρετὴ μεῖζον καλὸν τῆς μὴ ἀρετῆς (τίνος γὰρ λόγου δεῖται τοῦτο καὶ ἀποδείξεως, ὅτι μείζων ἡ ἀρετὴ τῆς μὴ ἀρετῆς καὶ ἡ κακία μεῖζον κακὸν τῆς μὴ κακίας;), ἀλλ’ ὅτι αἱ ἕξεις κρείττους τῶν διαθέσεων καὶ γενέσεων ἐν ἀγαθοῖς, ἐν δὲ φαύ λοις χείρων ἡ ἕξις τῆς διαθέσεως· οἷον εἰ ὅδε μὲν γραμματικὴν ἔξιν ἔχει, ὁ δὲ γίνεται, καὶ εἰ ὁ μὲν ἕξιν ἀνδρίας ἔχει, ὁ δὲ οὔπω, κρείττων ὁ ἔχων τὴν ἕξιν τοῦ μὴ ἔχοντος μὲν κτωμένου δὲ καὶ γινομένου· καὶ ὁ ἐν κακοῖς τισιν ἕξιν ἔχων ἢ μέθης ἢ ἀκρασίας χείρων τοῦ μήπω τὴν ἕξιν λαβόντος ἐκ τῶν καθ’ ἕκαστα. μείζω δὲ ἁπλῶς τὰ τέλη τῶν ἀτελῶν ἐν μὲν ἀγαθοῖς ἀγαθά, ἐν δὲ φαύλοις φαῦλα· μεῖζον οὖν ἀγαθὸν ἡ ὑγεία τοῦ ὑγιά ζεσθαι, ὥσπερ μεῖζον κακὸν τὸ ἤδη ὂν τοῦ μὴ τέλος λαβόντος· ὥστε ἡ νόσος χείρων καὶ μείζων τοῦ νοσάζεσθαι καὶ τῆς φερούσης εἰς νόσον δια θέσεως. τὰ μὲν οὖν τέλη ἐν ἀρεταῖς μείζω ἀγαθά, τὰ δὲ φαῦλα ἐν κακοῖς μείζω κακά, τὰ δὲ μὴ τέλη ἐλάττω μὲν ἐν ἀγαθοῖς ἀγαθά, ἐλάττω δὲ ἐν κακοῖς κακά. [
a 33] καὶ ὧν τὰ ἔργα καλλίω ἢ αἰσχίω, μείζω αὐτά, ὡς ἡ ἀνδρία μείζων τῆς σωφροσύνης· τά γὰρ ἔργα ταύτης μείζω τῶν ἔργων τῆς σωφροσύνης· ὥσπερ μείζους κακίαι, ὧν κακιῶν τὰ ἔργα αἰσχίω, ὡς ἡ μοιχεία καὶ ἡ ἀσέλγεια καὶ ἡ ἀνδροφονία χείρονες τῆς κλοπῆς καὶ ἱεροσυλίας, ἤδη δέ που καὶ ἀσεβείας διὰ τὸ εἶναι τὰ ἔργα αὐτῶν αἰσχίω, ἐπειδή, [
a 35] ὡς ἔχουσι τὰ αἴτια καὶ αἱ ἀρχαὶ τῶν ἔργων, οὕτω καὶ τὰ ἐξ αὐτῶν ἀποβαίνοντα, καὶ ὡς τὰ ἐξ αὐτῶν ἀποβαίνοντα καὶ γινόμενα, οὕτως ἔχουσι καὶ αἱ ἀρχαὶ καὶ τὰ αἴτια. εἰ μὲν οὖν μείζονες αἱ ἀρχαί, καὶ τὰ ἐξ αὐτῶν, καὶ εἰ τὰ ἐξ αὐτῶν, καὶ αἱ ἀρχαί· εἰ γὰρ κάλλιον τὸ ἔργον τῆσδε τῆς ἀρετῆς πρὸς ἑτέραν καὶ μεῖζον, καλλίων κἀκείνη καὶ μείζων, καὶ εἰ καλλίων ἡ ἀρετὴ αὕτη καὶ μείζων πρὸς ταύτην, καὶ τὰ ἔργα πάντως αὐτῆς καλλίω καὶ μείζω (ἀνδρίας γὰρ τὰ ἔργα καλλίω εἰσὶ πρὸς τὰ τῆς σωφροσύνης), καὶ εἰ τὰ αἴτια μείζω τῶνδε τῶν αἰτίων καὶ ἀγαθά, μείζω καὶ τὰ ἐξ αὐτῶν καὶ ἀγαθά, ἐπειδή, εἰ τὸ ὑγιεινὸν μεῖζον τοῦ ἡδέος, καὶ ἡ ὑγεία μείζων τῆς ἡδονῆς,
καὶ εἰ ὑγεία μείζων τῆς ἡδονῆς, καὶ τὸ αἴτιον πάντως (τὸ ὑγιεινὸν
50
λέγω) μεῖζον τοῦ ἡδέος. [
a 37] καὶ ὧν πραγμάτων αἱ ὑπεροχαὶ αἱρε τώτεραι καὶ καλλίονες, καὶ αὐτὰ ἁπλῶς χωρὶς ὑπεροχῆς αἱρετώτερα καὶ καλλίω, ὡς ἐφ’ ὧν παραδειγμάτων προτεθείκαμεν ἔστιν ἰδεῖν τοῦ ὁρᾶν
51
καὶ ὀσφραίνεσθαι, καὶ ἀντιστρόφως, εἰ τὰ ἁπλῶς κρείττω, καὶ αἱ ὑπερ βολαὶ καλλίους· ἄνω μὲν γὰρ ἐκ τοῦ εἶναι τὰς ὑπεροχὰς βελτίους καὶ τὰ ἁπλῶς κρείττω ἐδεικνύομεν, νῦν δὲ ἐκ τοῦ τὰ ἁπλῶς κρείττω φαίνεσθαι κρείττονας τὰς ὑπεροχὰς συλλογιζόμεθα. [
b 4] καὶ ὧν αἱ ἐπιθυ μίαι καλλίους, ἐκεῖνα καλλίω· εἰ γὰρ ὁ σοφὸς μᾶλλον ἐπιθυμεῖ ἡσυχίας καὶ τοῦ ἀπερισπάστου ἢ τοῦ ἔχειν πλοῦτον, ὅς ἐστι πολλῶν περι σπασμῶν αἴτιος, κρείττων ἂν εἴη πενία, ἧς ἡσυχία τὸ κάλλιστον, ἢ πλοῦ τος, οὗ τὸ πολυμέριμνον καὶ πολυόχλητον ἴδιον· πάλιν τῷ φιλοχρημάτῳ μᾶλλον ἐπιθυμία χρημάτων ἢ δόξης, ὥστε παρ’ ἐκείνῳ κρείττω τὰ χρή ματα τῆς δόξης· ἡ ἐπιθυμία τῆς ὑγείας μᾶλλον πᾶσιν ἢ χρημάτων, κρείττεροι· των οὖν ἡ ὑγεία τῶν χρημάτων. καὶ ἀνάπαλιν, εἰ ἐκεῖνα βέλτιστα, ὧν μᾶλλον ἐπιθυμοῦμεν, καὶ αἱ τῶν τοιούτων καλλιόνων ἐπιθυμίαι μείζονες τῶν ἐπιθυμιῶν, ἃς ἔχομεν ἐπὶ τοῖς ἐλάττοσιν ἀγαθοῖς. [
b 7] καὶ ὧν αἱ ἐπιστῆμαι καλλίους καὶ σπουδαιότεραι, καὶ τὰ πράγματα καλλίω καὶ σπουδαιότερα· εἰ γὰρ ἡ φιλοσοφία ἐπιστήμη ἐπιστημῶν καὶ ὑπέρκειται, κρείττω ταύτης τὰ ἔργα καὶ τὰ πράγματα ἢ τὰ τῆς νομικῆς. [
b 9] ὡς γὰρ ἔχει ἡ ἐπιστήμη, οὕτω καὶ τὸ ἐν ταύτῃ ἀληθές· ἔχει δὲ ἡ φιλοσοφία ἀποδεικτικῶς καὶ ἐξ ἀληθῶν καὶ πρώτων εὑρίσκει τὰ πράγματα· κρείττω οὖν τὰ ταύτης πράγματα τῶν τῆς νομικῆς, ἢ σοφιστική τίς ἐστιν ἐφ’ ἑκάτερα βοηθοῦσα. σπουδαιότεραι δὲ ἁπλῶς αἱ λογικώτεραι τέχναι τῶν πρακτικῶν καὶ βαναύσων. τῶν οὖν σπουδαιοτέρων καὶ τὰ ἔργα κρείσσω. ἀναλόγως δὲ καὶ τοῦδε τοῦ σπουδαιοτέρου ἀνδρὸς ἡ ἐπιστήμη κρείττων τῶν ἐπιστημῶν ἐκείνων, ἃς ἔχουσιν οἱ μὴ σπουδαιότεροι· οἱ γὰρ σπουδαιότεροι τὰς κρείττους ἐκλέγονται ἐπιστήμας, οἱ δὲ ῥᾳθυμότεροι τὰς χείρονας. [
b 11] καὶ ὃ κρίναιεν ἂν ἢ κεκρίκασιν οἱ φρόνιμοι, μεῖζόν ἐστι τοῦ παρὰ μὴ τοιούτων κριθέντος· καὶ ὃ οἱ πάντες κρίνουσι, μεῖζον ἐκείνου, ὅπερ οὐχ οἱ πάντες κρίνουσι· καὶ ὃ οἱ πολλοὶ κρίνουσι, μεῖζον ἐκείνου, ὅπερ οὐχ οἱ πολλοὶ κρίνουσι· καὶ ὅπερ οἱ πλείους ἔκριναν, μεῖζον τοῦ παρ’ ὀλίγοις κριθέντος. πιθανοὶ δὲ οἱ τόποι καὶ εὐανάτρεπτοι. καὶ ὅπερ οἱ κράτιστοι ἔκριναν, ἀγαθὸν μεῖζον. [
b 13] οἱ δὲ κρίνοντες ἢ ἁπλῶς κρίνουσιν ἤτοι ἐπιστήμονες ὄντες· ὁ μὲν γὰρ στρατηγὸς κρίνει τόδε κατὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ τὰ
πολεμικὰ ἐμπειρίαν, ὁ δὲ ῥήτωρ κρίνει τόδε κατὰ τὴν ἐνοῦσαν αὐτῷ ἐπι στήμην
52
καὶ γνῶσιν καὶ δύναμιν. [
b 14] ἤγουν οὕτω κρίνουσιν ἢ κατὰ φρόνησιν ἤτοι ὅπερ κρίνουσί τινες πεπαιδευμένοι ὄντες περὶ πᾶν· εἰσὶ γάρ τινες ἐκ τῆς οἰκείας φρονήσεως οἷον γνώσεις τινὰς ἔχοντες ἐν ἑαυτοῖς καὶ γεωμετρικῶν θεωρημάτων καὶ φυσικῶν καὶ ἀστρονομικῶν καὶ ῥητορι κῶν καὶ τῶν ἄλλων· οὗτοι δὲ καὶ δύνανται κρίνειν, εἰ ὅδε διαλέγεται καλῶς, ὅδε δὲ οὔ, καὶ εἰ ὅδε φυσικῶς ἀποδείκνυσιν ἄριστα τόδε ἢ μή. καὶ εἰ ῥήτωρ γενναῖος οὗτος, ὁ δὲ μή· οὗτοι λέγονται περὶ πᾶν πεπαιδευ μένοι ὡς ἔχοντες οἷον πάντων ἀρχὰς καὶ ἀκούσματα, οὐ μέντοι ἀκριβῆ ἕξιν· ὁ γὰρ ἔχων ἀκριβῆ κατάληψιν ἐπιστήμων κυρίως λέγεται, οἱ μέντοι διαθέσεις τινὰς ἔχοντες καὶ μετρίαν γνῶσιν καὶ ἀρχάς τινας καὶ ἀκούσματα μόνον ἐν πᾶσι καὶ δυνάμενοι κρίνειν πεπαιδευμένοι καὶ κριταὶ λέγονται. μήποτε οὖν μᾶλλον τὸ ἁπλῶς λέγεται ἐπὶ τῶν περὶ πᾶν πεπαιδευμένων, τὸ δὲ κατὰ φρό νησιν ταὐτόν ἐστι τῷ κατὰ τὴν ἐπιστήμην, ὡς εἶναι τὸ λεγόμενον, ὅτι ἢ ἁπλῶς κρίνουσιν ὡς περὶ πᾶν πεπαιδευμένοι ἢ κατὰ τὴν οἰκείαν φρόνη σιν ἤγουν κατὰ τὴν ἐνοῦσαν αὐτοῖς ἐπιστήμην, περὶ τὴν ῥητορικὴν τυχὸν ἢ γεωμετρικὴν ἢ φυσικὰ μαθήματα· οὕτω γὰρ καὶ ἐν τοῖς Ἠθικοῖς λέγει
ἁπλῶς δὲ ὁ περὶ πᾶν πεπαιδευμένος, ἐν δὲ τῷ προοιμίῳ τῆς Περὶ ζῴων πραγματείας ὅλως πεπαιδευμένον καὶ κριτικὸν περὶ πάντων λέγει τὸν τοιοῦτον. ἀλλὰ καὶ ἐφεξῆς τοῦτο δηλῶν ἐπάγει [
b 16] ὡς ἂν ἡ ἐπιστήμη καὶ ἡ φρόνησις εἴπῃ, ὡς τῆς ἐπιστήμης εἰς ταὐτόν ποτε τῇ φρονήσει συντρεχούσης. ἀλλ’ ὅπερ ἐλέγομεν, ἀγαθόν ἐστιν, ὅπερ οἱ οὕτως ἔχοντες κρίνουσιν ἢ ὡς ἐπιστήμονες ἢ ὡς πεπαιδευμένοι. [
b 14] ἔστι δὲ φησὶ τοῦτο τὸ λεγόμενον κοινότατον ἐπὶ πάντων τῶν
53
πραγμάτων καὶ ἐπὶ τῶν ἐπιστημῶν καὶ τῶν τεχνῶν· καὶ γὰρ ἀνάγκη ἐπί τε γραμματικῶν κρεῖττον εἶναι τὸ λεγόμενον ὑπὸ τῶν ἀρίστων καὶ ἐπὶ τῶν ῥητόρων τὸ λεγόμενον ὑπὸ Ἐρμογένους μᾶλλον ἢ τὸ ὑπὸ Μινουκιανοῦ, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων, ἰατρικῶν, λογικῶν, φυσικῶν. κοινότατος οὖν ὁ τόπος· ἐπὶ πᾶσι γάρ, εἴ τι πρᾶγμα κρίνουσιν οἱ ἄριστοι καὶ πεπαιδευ μένοι, μέγα τοῦτο ἀγαθόν, οἷον εἰ λέγουσι πολεμῆσαι τῷ Φιλίππῳ ἢ τειχί σαι τὴν πόλιν καὶ ὀχυρῶσαι ἐν ναυσίν, ἢ εἰ λέγουσιν οἱ ἄριστοι ἰατροὶ καὶ οἱ πεπαιδευμένοι συμφέρειν τὸ μὴ τέμνεσθαι τὴν φλέβα τῶν ἐχόντων τὸ στόμα τῆς γαστρὸς ἀσθενές· εἰ κρίνουσιν οὖν τι πρᾶγμα, ἄριστόν ἐστιν οἷον οἱ στρατηγικοὶ καὶ πολεμισταὶ πάλιν εἰ λέγουσι κάλλιον εἶναι τὸ μετὰ ἀσπίδων καὶ σπαθῶν πολεμῆσαι, καὶ εἰ τὸ ποσὸν τῶν ἀσπίδων καὶ τῶν σπαθῶν λέγουσι καὶ τὸ ποιόν, ὅτι ὁλόκυκλοι μὲν αἱ ἀσπίδες, δίστομοι δὲ αἱ σπάθαι, ἢ εἰ κρίνουσι μέν τι πρᾶγμα, οἷον ὅτι τριήρεις εἰς τὸν διὰ θαλάττης πόλεμον ἑτοιμασθήτωσαν. ποσὸν δέ, εἰ εἴπωσιν, ὅτι πεντήκοντα
ἀβεβαιοτέρων. οἷον τὸ ἔχειν ἕξιν τῆσδε τῆς ἐπιστήμης κρεῖττον ἢ τὸ
54
διάθεσιν καὶ ἀκούσματα μόνα ψιλὰ κεκτῆσθαι, καὶ τὸ λαβεῖν με δεσποτείαν πράγματός τινος ἤγουν ἀγροῦ ἢ βιβλίων μεῖζον ἀγαθὸν ἢ τὸ ἔχειν με χρῆσιν μόνην. διὰ τί δὲ μείζω τὰ πολυχρονιώτερα καὶ τὰ βεβαιότερα; [
b 32] διότι ὑπερέχει τῶν πολυχρονιωτέρων ἡ χρῆσις (μᾶλλον γάρ, ὡς ἔφημεν, διαρκοῦσιν οἱ ἀγροὶ ἢ τὰ ὑφάσματα), τῶν δὲ βεβαιοτέ ρων ἡ χρῆσις τῇ βουλήσει παρέπεται, ἤγουν εἴ τις ἔξιν ἔχει ῥητορικῆς,
55
ἔχει τῇ βουλήσει τὴν δύναμιν σύνδρομον καὶ ἅμα τῇ θελήσει τὴν χρῆσιν ἐφεπομένην καὶ λογογραφεῖ εὐθέως, οὐ μὴν τοιοῦτος ὁ διάθεσιν ἔχων.[
b 34] καὶ ἐκ τῶν συστοίχων. εἰ τὸ ἀνδρείως τοῦ σωφρόνως μεῖ ζον καὶ βέλτιον, καὶ ἀνδρία σωφροσύνης κρείττων καὶ τὸ ἀνδρεῖον εἶναι τόνδε τοῦ σωφρονεῖν ἕτερον κάλλιον. [
b 37] καὶ ὃ πάντες αἱροῦνται ὁμοῦ, κρεῖττον τοῦ πράγματος, ὅπερ οὐχ οἱ πάντες αἱροῦνται, οἷον τὸ φῶς ὁρᾶν κρεῖττον τοῦ τέκνα ἔχειν τυχὸν ἢ τινος ἄλλου, ὃ μὴ πάντες αἱροῦνται.
[1365a 1]
ἀγαθὸν γάρ ἐστιν, οὗ πάντες ἐφίενται, μεῖζον δέ, οὗ μᾶλλον πάντες ἐφίενται· ὑγείας γὰρ μᾶλλον ἅπαντες ἢ χρημάτων ἐρῶσι. καὶ οἱ ἀμφισβητοῦντες. ἔτι μεῖζόν ἐστιν, ὅπερ καὶ αὐτοὶ οἱ ἀμφισβητοῦντες πρότερον καὶ λέγοντες μὴ εἶναι ἀγα θὸν συνέθεντο ὕστερον, ὅτι ἀγαθόν ἐστιν· οἷον εἰ συνεβούλευον μεῖζον εἶναι ἀγαθὸν τὸ συμμαχῆσαι τοῖς Ὀλυνθίοις, Αἰσχίνης δὲ καί τινες ἄλλοι ἀντέλεγον ἐμοὶ συμβουλεύοντες, ὕστερον δὲ συνέθεντο καὶ αὐτοί, ὅτι κάλλιον τὸ συμμαχῆσαι Ὀλυνθίοις, πάντως μεῖζον ἐκεῖνο. [
a 2] ἢ ὅπερ οἱ ἐχθροὶ αὐτοί φασιν ἀγαθὸν εἶναι, μεῖζον ἐκεῖνο, οἷον τὸ θεῖναι πεζι κὸν οἷον φρούριόν τι καὶ πρόβλημα καὶ αὐτοὶ οἱ ἐχθροὶ ἐπαινοῦσι καὶ τῶν Ῥωμαίων τὴν ἀρίστην ἱππείαν οἱ Ἰσμαηλῖται ἐπαινοῦσιν. ἢ ὅπερ οἱ κρίνοντες εἴπωσι, μεῖζον· ὃ γὰρ οἱ κριταὶ εἴπωσιν ὡς κύριοι, ἀγα θόν. καὶ ὅπερ αὐτοὶ οἱ κρινόμενοι ἐροῦσιν ἀγαθὸν εἶναι, τοῦτο κάλλιον·γὰρ ἑαυτοῖς συμφέρειν νομίζουσι, τοῦτο ἐξελέξαντο. [
a 3] τὸ μὲν γάρ, ὅπερ οἱ ἀμφισβητοῦντες καὶ οἱ ἐχθροὶ λέξουσιν εἶναι καλόν, τοιοῦτόν ἐστιν, ὥσπερ ἂν εἰ πάντες συνέθεντο· τὸ δέ, ὅπερ οἱ κρίνοντες εἴπωσιν, ἀγαθόν ἐστι μεῖζον, διότι παρὰ τῶν κυρίων καὶ τῶν εἰδότων ἐλέχθη. [
a 4] καὶ ὁτὲ μὲν οὖ πάντες μετέχουσι μεῖζον, οἷον τὸ παρρησίας μετέχειν ἐν δημοκρατίᾳ, ἧς (τῆς παρρησίας καὶ ἐλευθερίας) πάντες μεταλαμβάνουσιν· ἀτιμία γὰρ τὸ μὴ μετέχειν· ὁτὲ δὲ 20ἀγαθόν, οὗ μηδεὶς μετέχει, ὡς ἡ βασιλεία, ὁτὲ δὲ ἀγαθόν, οὖ μετέ χουσιν ὀλίγοι, οἷον τιμή, ἦς μετέχουσιν ἐν ἀριστοκρατίᾳ οἱ ἄριστοι, κάλλιον δὲ ὡς σπανιώτερον. [
a 6] καὶ τὰ ἐπαινετώτερα· καλλίω
γάρ. τὰ τῇ πολιτείᾳ φησὶν ἐπαινετώτερα καλλίω. καὶ εἰ μὲν ὀρθῶς
56
ἔχει καὶ ἀδιαστρόφως ἡ πολιτεία καὶ οὐκ ἀσπάζεται τὸ πλεονεκτεῖν καὶ τὰ χρήματα, ἐπαινετὰ νομίζει τὰ κυρίως καλά, ἀρετήν, γνῶσιν, σοφίαν· εἰ δὲ μὴ οὕτως, ὡς εἴπομεν, ἔχει, ἐπαινετώτερα νομίζει τὰ χείρονα, ὥσπερ νῦν τὴν νομικὴν διὰ τὸ τῆς πλεονεξίας νόσημα τιμῶσιν οἱ πολλοὶ καὶ οἴονται τῶν ἐπαινετῶν καὶ τιμίων αὐτήν. [
a 7] καὶ ὧν αἱ τιμαὶ μείζους. πρόσθες τὸ
ἐκεῖνα μείζω ἀγαθά. οἷον τὸ ἀριστεύειν κρεῖττον ἢ τὸ τέκτονα εἶναι· ἡ τιμὴ γὰρ τῶν ἀριστέων κρείττων ἢ τῶν τεκτόνων. [
a 8] καὶ ὧν αἱ ζημίαι μείζους. συνεννόει πάλιν τὸ
ἐκεῖνα μείζω ἀγαθά· εἰ γὰρ χείρων καὶ μείζων ἡ ζημία τῶν ὀφθαλμῶν ἢ τῶν ποδῶν, κρεῖττον ἀγαθὸν τὸ τῆς ὁράσεως ἢ τὸ βαδίζειν, καὶ εἰ τὸ ἀπολέσαι ὑγείαν μεῖζον τοῦ ἀπολέσαι χρήματα, μεῖζον ἀγαθὸν ἡ ὑγεία. [
a 8] καὶ τὰ ὑγείανμεῖζοντῶν ὁμολογουμένων ἢ φαινομένων μεγάλων ἀγαθῶν μείζω καὶ αὐτά εἰσι μείζω πάντως καὶ κρείττω· οἷον φαινόμενον ἀγαθόν ἐστιν ἥδε ἡ ἀρχή. Κύπρου τυχὸν ἢ Φοινίκης, ἢ ὁμολογούμενον ἀγαθὸν τὸ ἄρξαι Ἀντιοχέων, ἀλλὰ τούτων κρεῖττον τὸ καίσαρα εἶναι τυχὸν ἢ βασιλέα· μείζω ἄρα τὰ καὶ τῶν ὁμολογουμένων ἀγαθῶν ἢ φαινομένων ὑπερκείμενα. [
a 10] καὶ διαιρούμενα δὲ εἰς τὰ μέρη ταὐτὰ μείζω φαίνεται· οἷον εἰ λέγω
δεῖ βοηθῆσαι τοῖς Ὀλυνθίοις, εἶτα διαίρεσιν ποιήσομαι τῶν αὐτοῦ μερῶν
εἰ γὰρ βοηθήσαντες ἐκείνοις πολεμήσομεν Φιλίππῳ, ἔσται δόξα τῇ πόλει, λαμπρότης, ἐλευθερία, τὰ παρόντα ἀγαθὰ μενοῦσι, τὰ οὐκ ὄντα δὲ προσκτησόμεθα, οὕτω διαιρεθὲν τὸ ἀγαθὸν μεῖζον ἐφάνη, ὥσπερ μεῖζον κακὸν δείκνυται τὸ διαιρούμενον· ὥσπερ ὁ Δημοσθένης ἐποίησε θέλων ἀπελέγξαι μέγα τὸ τοῦ Αἰσχίνου τῆς παραπρεσβείας ἔγκλημα, καὶ ὅπως ὁ Φίλιππος πόλιν τινὰ τῶν Ἀθηναίων οὖσαν ἐπόρθησεν, οὕτω λέγει
ἡνίκα γὰρ ἐπορευόμεθα εἰς Δελφούς, ἦν ὁρᾶν τὰ τείχη μὲν οὕτως ἔχοντα, ὡς διηγεῖται, τοὺς δὲ ἄνδρας ἐλεεινούς, αἰχμαλώτους, γύναια δὲ καὶ παιδάρια ὀλίγα καὶ πρεσβύτας οἰκτρούς. [
a 11] πλειόνων γὰρ ὑπερέχειν δοκεῖ τὸ διαιρούμενον, ὥσπερ καὶ ὁ ποιητὴς εἰσάγει τινὰ δεόμενον τῆς γυναικὸς τοῦ Μελεάγρου, ἵνα πείσῃ τὸν ἄνδρα ἐξελθεῖν πρὸς τὸν πόλεμον.
57
δέεται δὲ τῆς γυναικὸς εἰς πειθὼ τοῦ ἀνδρὸς διηγήσασθαι τὰ μέρη τῆς ἁλώ σεως, ἵνα μεῖζον κακὸν φανῇ ἡ ἅλωσις καὶ ἐντεῦθεν πεισθῇ ὁ Μελέαγρος διαναστῆναι πρὸς τὸν πόλεμον. Ὁμηρος ἐν τῷ ἰῶτα τῆς Ἰλιάδος εἰσάγει τὴν Κλεοπάτραν δεομένην τοῦ Μελεάγρου, ἵν’ ἐξέλθῃ πρὸς τὸν πόλεμον.[
a 16] καὶ τὸ συντιθέναι δὲ καὶ τὸ ἐποικοδομεῖν μέγα ποιεῖ φαίνεσθαι τὸ πρᾶγμα, ὅπερ ἐποίει καὶ ὁ Ἐπίχαρμος.
ἐφόνευσα τὸν τύραννον, οὐ μόνον δὲ τὸν τύραννον, ἀλλὰ καὶ τὸν τύραννον καὶ τὴν γυναῖκα, οὐδὲ τὸν τύραννον μόνον καὶ τὴν γυναῖκα, ἀλλὰ τὸν τύραννον, τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ ἐφεξῆς τοὺς πέντε ἢ ἐξ τυχὸν μέχρι
58
τῶν τριάκοντα ἠρίθμει· τὸ συντιθέναι οὖν μέγα τὸ πρᾶγμα ἐποίει, ὥσπερ καὶ ἡ διαίρεσις. [
a 17] ἡ σύνθεσις γὰρ ὑπεροχὴν δίδωσι τῷ πράγματι, ὥσπερ καὶ ὅτε λέγομεν
εἰ πολεμήσομεν τῷ Φιλίππῳ, προσέσται τῇ πόλει κλέος, ἄδεια τοῖς πολίταις, φόβος τοῖς λοιποῖς ἐναντίοις, τῶν νῦν προσόντων ἀγαθῶν αὔξησις, τῶν κακῶν μείωσις· ἀλλὰ καὶ μεγάλα ἡμῖν ἀγαθὰ προσγενήσεται. [
a 19] ἐπεὶ δὲ τὸ χαλεπώτερον, ὡς εἴρηται ἄνωθεν καὶ τὸ σπανιώτερον μεῖζον ἀγαθόν, ποιήσουσιν αὐτὸ μέγα ἀγαθὸν οἱ καιροί, οἷον εἰ ἐν καιρῷ πολιορκίας ἢ ἀνελθών τις εἰς τὸ τεῖχος ἠρίστευσεν ἢ στρατόπεδον λαβὼν καὶ ῥήξας τὰς πύλας ἐνίκησε. καὶ αἱ ἡλικίαι μέγα τὸ πρᾶγμα κηρύττουσιν, εἰ παρ’ ἡλικίαν τις ἠρίστευσεν, οἷον γέρων ἢ δεκαετής. [
a 20] καὶ οἱ τόποι· εἰ γὰρ ἐν τῷ τόπῳ τις ἐκείνῳ, ἐν ᾧ σπάνις σίτου καθέστηκεν, εὐεργετήσει τις ἢ τὴν πόλιν ἢ τόνδε τὸν πολίτην σίτου ἀφθονίαν δούς, μέγα ἀγαθόν. καὶ οἱ χρόνοι μέγα τὸ πρᾶγμα ποιοῦσιν, οἷον εἰ πολλάκις εὐεργέτησε τὴν πόλιν ἀριστεύων καὶ ἐν χρόνοις πολλοῖς καὶ νῦν ἐν χρόνῳ ἀνάγκης καὶ πολιορκίας ἠρίστευσε. [
a 21] καὶ αἱ δυνάμεις, εἰ μικρὰ δυνάμενός τις μεγάλα τὴν πόλιν ὠφέλησε καὶ μικρὰν στρατιῶτιν δύναμιν ἔχων πολλὰς πολεμίων χιλιάδας ἐτρέψατο. ταῦτα κατασκευάζων ἐπήγαγε τὸ εἰ γὰρ παρὰ τὴν δύναμιν τὴν οἰκείαν ἐποίησέ τις κατόρθωμα μόνος, ἐν πολλοῖς πολεμίοις τυχὸν περιπλακείς, ἢ σῖτον δέδωκε τῇ πόλει πολὺν εἰς διατροφὴν πλείονα τῆς ἑαυτοῦ δυνάμεως, τοῦτο μέγα ἀγαθόν, οἷον δυνά μενος δοῦναι χιλιάδας δύο τέσσαρας δέδωκε. [
a 22] καὶ εἰ παρ’ ἡλι κίαν ἐποίησέ τι δεκαετὴς ἀριστεύσας ἢ γέρων, μεῖζον τὸ κατόρθωμα.25 καὶ εἰ παρὰ τοὺς ὁμοίους ποιεῖ τι, μεῖζον τὸ κατόρθωμα, οἷον εἰ πάντες μὲν οἱ νέοι ἐξ Ἄργους εἰς Τεγέαν διὰ τριῶν ἡμερῶν βαδίζουσιν ἄλλος δὲ διὰ μιᾶς, μεῖζον τὸ ἀγαθόν. εἰ οὖν παρὰ τοὺς ὁμοίους ποιεῖ τι, ἢ οὕτως ἤγουν ἁπλῶς, ὡς τὸ πορεύεσθαι διὰ μιᾶς ἡμέρας τὸ διά στημα τῶν τριῶν ἡμερῶν, ἢ ἐν ἐνταῦθα ἤτοι ἐν τόπῳ δυσβάτῳ καὶ τραχεῖ καὶ ἀδιεξιτήτῳ πεπόρευται, ἢ τότε ἤγουν εἰ ἐν χρόνῳ χρειώδει ἀνάγκης κατεπειγούσης τὸ διάστημα ἤνυσε. καὶ ἐπ’ ἄλλων ὁποίων βούλει παραδειγμάτων τὸν λόγον ἐξέταζε· πάντως ἀγαθὸν ἐκεῖνο μέγα καὶ μέγε θος ἕξει τὸ τοιοῦτον ὑπερέχον καὶ τῶν ἀγαθῶν καὶ τῶν καλῶν καὶ τῶν δικαίων. [
a 24] τὸ δὲ καὶ τῶν ἐναντίων τί βούλεται τῷ Ἀριστοτέλει προσκείμενον; ἢ πάντως, ὅτι καὶ ἀντιστρόφως ἐκεῖνο μέγα κακὸν καὶ μέγεθος ἔχει ὑπερέχον τῶν ἀδίκων καὶ τῶν κακῶν καὶ τῶν φαύλων, ὅπερ οὔτε ἐν καιρῷ γέγονεν οὔτε ἐν χρόνῳ οὔτε ἐν ἡλικίᾳ οὔτε ἐν δυνάμει.
οἷον τί λέγω; δύναμιν ἔχων εὖ ποιῆσαί τις οὐκ ἐποίησε, καιρὸν
59
ἔχων οὐκ ὠφέλησεν, ἡλικίας εὖ ἔχων οὐκ ἠρίστευσεν· ἢ ἔδρασε μέν τι, ἀνάξιον δὲ καὶ τῆς ἑαυτοῦ δυνάμεως· καὶ τῆς ἡλικίας· μεῖζον οὖν τοῦτο κακόν. [
a 24] τὸ δὲ ὅθεν καὶ τὸ ἐπίγραμμα τῷ ὀλυμμπιονίκῃ παράδειγμά ἐστι τοῦ ἀγαθοῦ, ὅπερ ποιεῖ τις παρὰ τοὺς ὁμοίους, ὁποῖον καὶ τοῦτο συνέβη τῷ ὀλυμπιονίκῃ· φαίνεται γὰρ καὶ ἐν τῷ Ὀλυμπιακῷ ἀγῶνι νικήσας ἐκ τῆς ἐπωνυμίας τοῦ ὀλυμπιονίκου· τί δὲ τὸ ἐπίγραμμα, ὁ ὀλυμπιονίκης εἰσάγεται λέγων ταῦτα
πρόσθε όσθε μὲν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν,
ἤτοι πρόσθεν ἔχων ἐν τοῖς ὤμοισιν τραχεῖαν ἄσιλλαν, τουτέστιν ἄγγος ἰχθύων τραχύ, ὃ καὶ σκάφην λέγουσιν,
ἰχθῦς ἐκ τοῦ Ἄργους εἰς Τεγέαν ἔφερον·
ἰσχυροῦ δὲ ἀνδρὸς καὶ ῥωμαλέου τὸ κατόρθωμα. τὸ δὲ ἐφεξῆς τὸ [
a 28] καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων ὁ μὲν φιλόσοφος διὰ τὸν ὀλυμπιονίκην εἰπεν, ὡς εἶναι τὸ δηλούμενον, ὅτι καὶ ὁ Ἰφικράτης ἐνεκωμίαζε
60
τὸν ὀλυμπιονίκην λέγων, ἐξ οἵων εἰς οἷα μετέβαλλεν. ἕτερος δὲ λό γος ἀληθέστερος πείθει πάλιν ἕτερον ἐννοεῖν τὸ τοῦ Ἰφικράτους, ὡς εἶναι καὶ αὐτὸ παράδειγμα εἰς τὸ παρὰ τοὺς ὁμοίους, ὅτι καὶ ὁ Ἰφικράτης αὑτὸν ἐνεκωμίαζε λέγων, ἐξ ὧν ὑπῆρξε ταῦτα, ἤγουν ἀπὸ κόπων 5καὶ ἱδρώτων πολλῶν ὑπῆρξε τοιοῦτος· φασὶ γάρ, ὅτι ὁ Ἰφικράτης δοκῶν εἶναι γονέων εὐτελῶν καὶ ἀσήμων υἱὸς (σκυτέα γὰρ ἔλεγον τὸν αὐτοῦ παπίοις τέρα τινές) ἐντεῦθεν κατεφρονεῖτο, ἡνίκα δὲ πολέμιον ἄνδρα συναρπάσας ζῶντα μετὰ τῶν ὅπλων εἰς τὴν ἑαυτοῦ τριήρη κατήνεγκε, τότε δόξαν ἐκαρ πώσατο συγκρύπτουσαν τὸ δυσγενὲς καὶ περιφανὲς εὕρηκε τὸ κλέος. ὅτι δὲ οὐ μάτην ἐπερραψῴδησα ταῦτα οὐδ’ ἀντιλέγω τοῖς τοῦ φιλοσόφου ῥῆμασιν εἰκῇ, αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης μαρτυρείτω τῷ λόγῳ λέγων ἐν τοῖς τόποις, οὓς τῷ πανηγυρικῷ παραδίδωσιν, οὕτω
τοιοῦτον δὲ καὶ τὸ τοῦ Ἰφικράτους, ἐξ οἵων εἰς οἷα· ἐφεξῆς δὲ τούτῳ τῷ ῥητῷ φησι
καὶ τὸ τοῦ ὀλυμπιονίκου
πρόσθε μὲν ἀμφ’ ὤμοισιν ἔχων τραχεῖαν ἄσιλλαν.
ὁρᾷς, πῶς ἕτερον τὸ τοῦ ὀλυμπιονίκου καὶ ἕτερον τὸ τοῦ Ἰφικράτους, ἐξ ὧν εἶπε
καὶ τὸ τοῦ ὀλυμπιονίκου ὡς ἕτερον ὃν παρὰ τὸ τοῦ Ἰφικράτους.εἰ δέ τις ἐρεῖ, ὅτι φησὶν ὁ Ἰφικράτης
νῦν δὲ κράτος φέρομαι ὀλυμπιονί καις μετὰ πᾶσιν, ἀκούσεται, ὡς οὐδὲν ἀπεικὸς καὶ τὸν τοιοῦτον ἐν Ὀλυμνικῆσαι· πολλοὶ γὰρ ἐκράτησαν τὸν Ὀλυμπιακὸν ἀγῶνα κατ’ ἔτος ἀγωνιζόμενοι. [
a 29] καὶ τὸ αὐτοφυὲς τοῦ ἐπικτήτου μεῖζον ἀγαθόν, ὥσπερ ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς ῥητορικαῖς χάρισιν ἐκόσμουν τὸν λόγον καὶ λογοειδῶς ἀφηγοῦντο τὰ τῆς πολιτείας, μήπω τῆς ῥητορικῆς
τεχνωθείσης· αὐτοφυῶς οὖν παρ’ ἐκείνοις ἡ ῥητορική. μεῖζον δὲ τὸ αὐτοφυὲς
61
καὶ οἰκεῖον τοῦ ἐπικτήτου· χαλεπώτερον γάρ· [
a 30] ὅθεν καί τις ποιητής φησιν
αὐτοδίδακτος δ’ εἰμί. καὶ τὸ τοῦ μεγάλου μέγιστον μέρος, συνεπινόει δὲ τὸ
μεῖζον ἀγαθόν οἷον μέγα μὲν ἡ πόλις, μέρος δὲ μέγα ταύτης ἡ νεότης· λέγει οὖν ὁ Περικλῆς
ἡ νεότης ἐκ τῆς πόλεως ἀνῄρηται· ἐπιτάφιον δὲ ἐποίει τῇ νεότητι τῆς πόλεως πεσούσῃ λέγων ταῦτα
ἡ νεότης ἐκ τῆς πόλεως ἀνήρηται, ὥσπερ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ εἰ ἐξαιρεθείη. [
a 33] καὶ τὰ ἐν χρείᾳ μείζονι χρήσιμα μείζω, οἷον τὰ ἐν γήρᾳ καὶ νόσοις καλὰ μείζω ἀγαθά, οἷον ἡ εὐγηρία ἐν τῷ τέλει οὖσα τοῦ βίου καὶ ἐν χρείᾳ μείζονι κρατίστη, καὶ τὸ διδόναι τινὶ μεῖζον ἐν γήρει καὶ τυφλότητι, καὶ τὸ ἐν αἰχμαλωσίᾳ ὄντα τραφῆναι παρά τινος μεῖζον, καὶ τὸ ἐν κινδύνῳ μεγάλῳ βοηθηθῆναι μεῖζον ἢ τὸ ἐν ἐλάττονι. [
a 34] καὶ δυοῖν τὸ ἐγγύτερον τοῦ τέλους· οἷον πρόκειται πλοῦτος καὶ ἀρετή, τέλος δὲ ἡ εὐδαιμονία, ἐγγύτερον δὲ ἡ ἀρετὴ πρὸς τὴν 30εὐδαιμονίαν ἢ ὁ πλοῦτος· κρείττων οὖν καὶ μείζων ἡ ἀρετὴ τοῦ πλούτου ὡς ἐγγυτέρα τῷ τέλει ἤγουν τῇ εὐδαιμονίᾳ. πολλάκις δὲ εἶπον, ὡς οὐκ ἀκριβολογούμεθα νῦν ἐν τοῖς παραδείγμασι. [
a 35] καὶ τὸ αὐτὸ καὶ ἁπλῶς. οὕτω μὲν ὁ φιλόσοφος γράφεσθαι βούλεται τὸ ῥητόν· γράφεται δὲ καὶ οὕτως καὶ τὸ αὐτῷ ἢ ἁπλῶς. καὶ τὴν μὲν πρώτην γραφὴν οὕτως ὁ φιλόσοφος ἐξηγήσατο· καὶ τὸ αὐτό τε ὂν τέλος καὶ ἁπλῶς ἤγουν πρὸς ἄλλο τέλος ἀπονεῦον κρεῖττον καὶ μεῖζον τοῦ πρὸς ἄλλο μόνον συντελοῦντος καὶ μόνον πρὸς τέλος ἄγοντός τι, οὐ μὴν καὶ τέλους ὄντος, ὥσπερ ἡ μὲν στρατηγικὴ πρὸς τὴν νίκην ὡς τέλος τι ἀφορᾷ, ἡ δὲ νίκη τέλος οὖσα τῆς ἱππικῆς παρασκευῆς ἀφορᾷ καὶ πρὸς τὴν εὐδαιμονίαν· οὐκ εὐδαίμων γὰρ κυρίως ὁ ἡττώμενος, ὡς ὁ Κροῖσος· ἡ μὲν οὖν νίκη καὶ τέλος καὶ πρὸς τέλος ἄγει κρεῖττον, ἡ δὲ ἱππικὴ ἁπλῶς πρὸς ἄλλο μόνον λυσιτελεῖ μεῖζον οὖν τὸ αὐτὸ ὂν τέλος ἄλλου καὶ ἁπλῶς ἤτοι πρὸς ἄλλο λυσιτελοῦν καὶ φέρον πρὸς ἐκεῖνο ἢ τὸ μόνον πρὸς ἄλλο φέρον, ὁποῖον ἡ ἱππική. τῆς δὲ δευτέρας γραφῆς ἡ ἐξήγησις αὕτη· καὶ τὸ αὐτῷ λυσιτελοῦν καὶ χρησιμεῦον ἤτοι ἐμοὶ μεῖζον ἢ τὸ ἁπλῶς ἤγουν τὸ ἄλλοις τισὶ χρησιμεῦον, ὡς εἶναι τὸ λεγόμενον, ὅτι τὸ ἐμοὶ ὠφέλιμον μεῖζον τοῦ ὠφελίμου ἄλλοις ἢ τὸ τινὶ ὠφέλιμον κρεῖττον τοῦ ἄλλοις ὠφελίμου· μεῖζον γὰρ τὸ αὐτὸν
62
ὠφελοῦν ἢ τὸ ἄλλους. [
a 35] καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου μεῖζον, ὡς τὸ γενέσθαι με γραμματικὸν δυνατὸν μᾶλλον ἢ τὸ μαθεῖν με ἀστρονομίαν καὶ κατοπτρικὴν καὶ Χαλδαϊκὴν φιλοσοφίαν· κρεῖττον οὖν καὶ μεῖζον τὸ δυνατόν. [
a 36] τὸ μὲν γὰρ αὐτῷ ἤγουν ἐπ’ ἐμοὶ κεῖται, τὸ δὲ οὔ·
εἰ γὰρ ἀδύνατον, οὐκ ἐπ’ ἐμοί· τὸ γὰρ πτερωθῆναί με τυχὸν ἢ τὸ ἀθάνατον
63
γενέσθαι με ἐν σώματι ἀδύνατον· καίτοι μέγα ἡ ἀθανασία, ἀλλ’ ἀδύνατον· κάλλιον οὖν ἐμοὶ τῆς ἀθανασίας τὸ ζῆσαι μέχρι ἐτῶν ἑβδομή κοντα. [
a 36] καὶ τὰ ἐν τέλει τοῦ βίου ἀγαθὰ μείζω· τὸ γὰρ ἀνασμεῖν παύεσθαι ἐν τῷ γήρει μᾶλλον καλὸν καὶ τὸ τιμᾶσθαι ἐν γήρᾳ ἐπαινετὸν μᾶλλον. τότε ἐπιδιωρθώσατο τὸν λόγον, ἐπεὶ ὁ θάνατος μᾶλλόν ἐστι τέλος, καὶ εἶπε [
a 37] τέλη γὰρ μᾶλλόν εἰσι τὰ πρὸς τῷ τέλει τοῦ βίου ἀγαθά. διὰ τοῦτο παραινοῦμεν πονεῖν ἐν νεότητι, διότι μεγάλα τὰ ἐν τῷ γήρᾳ καλά, ἅπερ εὑρίσκει ὁ πονῶν ἐν τῷ καιρῷ τῆς νεότητος. [
a 37] καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν μείζω, ὡς τὸ ὑγιαίνειν πρὸς ἀλή θειαν ἀγαθόν, τὸ δὲ οἰκίαν ἔχειν λαμπρὰν καὶ ἐφεπομένους καὶ προπομ πεύοντας φαινόμενα καὶ πρὸς δόξαν· καὶ τῆς τιμῆς κρεῖττον τὸ ὁρᾶν· τὸ μὲν γὰρ πρὸς δόξαν ἤτοι φαινόμενον ἀγαθὸν οὐκ ἀληθές, τὸ δὲ ὁρᾶν ἀληοῦτος θὲς ἀγαθὸν καὶ μεῖζον. διὰ τοῦτο καὶ τὸ εὖ ποιεῖν τοῦ δοκεῖν δίκαιον κρεῖττον τὸ γὰρ πρὸς δόξαν καὶ οὐκ ἀληθὲς ἀγαθὸν διὰ τὸ φανῆναί τισι ποιοῦμεν. [
b 1] ὅρος γὰρ τοῦ πρὸς δόξαν τὸ μὴ λαθεῖν· λανθάνων γάρ τις τὸν πολλῶν ὀφθαλμὸν οὐκ ἂν ἕλοιτο λαμπροφορεῖν καὶ χρυσῷ κο τὸν ἵππον, ἃ πρὸς δόξαν τείνει καὶ φανητιασμόν. [
b 2] ἀπὸ τούτου δὲ τοῦ τόπου καὶ τὸ εὖ πάσχειν δόξειεν ἀληθέστερον εἶναι καὶ κρεῖττον τοῦ εὖ ποιεῖν· τὸ μὲν γὰρ εὖ ποιεῖν οὐκ ἂν λαθεῖν τις αἱρήσεται· τοιαργὲς δὲ τοῦ πρὸς δόξαν ὅρος· ὥστε τὸ εὖ ποιεῖν πρὸς δόξαν· τὸ δὲ πρὸς δόξαν οὐ μέγα ἀγαθόν. τὸ δὲ εὖ πάσχειν λανθάνειν αἱρεῖται· ὃ δὲ ἔχων τις λανθάνειν αἱρεῖται, μέγα ἀγαθόν· εὖ δὲ πάσχων βούλεται λανθάνειν κρεῖττον οὖν τὸ εὖ πάσχειν ἔχον τὸν ὅρον τὸν πρὸς ἀλήθειαν ἀγαθόν. ἦσαν δὲ ταῦτα πρὸς ἀλήθειαν, ἅ, κἂν λανθάνωσιν, ἔχειν φιλεῖ τις, πρὸς δόξαν δέ, ἅπερ οὐ λανθάνεσθαι βούλεταί τις· τοιοῦτον δὲ τὸ εὖ ποιεῖν κρεῖττον οὖν τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν. [
b 5] καὶ ὅσα εἶναι μᾶλλον ἢ δοκεῖν μᾶλλον βούλεται,
μείζω ἀγαθά συνεπινόει ἐκτός· τὸ γὰρ εἶναί τινα σοφὸν κρεῖττον ἢ τὸ δοκεῖν· μείζων οὖν ἡ οὖσα σοφία ἢ ἡ δοκοῦσα· πρὸς ἀλήθειαν γὰρ ἡ οὖσα μᾶλλόν ἐστι, πρὸς δόξαν δὲ ἡ δοκοῦσα. ἐλέγομεν δὲ ἐν τῷ ἀνωτέρω τόπῳ τὰ πρὸς ἀλήθειαν εἶναι κρείττω καὶ μείζω, τὰ δὲ πρὸς δόξαν ἐλάττω· καὶ μᾶλλον ἔχειν βούλεταί τις πλοῦτον ἢ δοκεῖν, εἰ καὶ τισὶ δοκεῖ τὸ ἀντίστροφον· καὶ τὸ ὑγιαίνειν μεῖζον ἐκ πάλιν τούτου τοῦ τόπου καὶ κρεῖττον δικαιοσύνης καὶ ἐλευθεριότητος καὶ μεγα λοπρεπείας· δοκεῖν μὲν γὰρ βούλεταί τις ἢ εἶναι ἐλευθέριος. καὶ δίκαιος δοκεῖν ἢ εἶναι, καὶ μεγαλοπρεπὴς δοκεῖν μᾶλλον ἢ εἶναι, ὑγιαίνειν δὲ δοκεῖν οὐ βούλεταί τις. ἀλλ’ εἶναι μᾶλλον ὑγιὴς θέλει. [
b 8] καὶ τὸ πρὸς τὰ πολλὰ χρησιμώτερον μεῖζον ἀγαθόν, ὡς αὐτὸς ὁ Ἀριστοτέλης ἐν παράδειγμα τίθησι τὸν πλοῦτον καὶ τὴν ὑγείαν· ταῦτα γὰρ χρησι
μεύουσι πρὸς πλείω καὶ μέγιστα ἀγαθά, πρὸς τὸ ζῆν, πρὸς τὸ εὖ ζῆν,
64
πρὸς τὴν ἡδονήν, πρὸς τὸ πράττειν τὰ καλά. καὶ τὰ γυμνάσια καὶ κυνηγέσια πρὸς πολλὰ χρήσιμα, πρὸς ὑγείαν, πρὸς ἡδονήν, πρὸς ἀλυπίαν· κρείττω ἄρα καὶ μείζω. [
b 11] καὶ τὸ ἀλυπότερον καὶ τὸ μεθ’ ἡδο νῆς, συνεπινόησον ὁμοίως
μεῖζον ἀγαθὸν μᾶλλον τοῦ ἔχοντος τὸ ἀλυπό τερον μόνον ἢ τὸ μεθ’ ἡδονῆς μόνον, ὥσπερ ἡ ἐλευθεριότης καὶ τὸ ἄλυπον ἔχει καὶ τὸ μεθ’ ἡδονῆς καὶ ἡ μεγαλοπρέπεια· ἡ δὲ ἀνδρία ἐν πολέ μοις τὸ μεθ’ ἡδονῆς οὐκ ἔχει· ἀγαπητὸν οὖν, εἰ καὶ τὸ ἀλύπως ἔχει καὶ τὸ οὐκ ἄνευ ἡδονῆς. εἰ οὖν τὸ ἓν ἀγαθὸν μέγα πολλάκις, τὸ ἔχον δύο μεῖζον ὅπερ οὖν ἔχει τὸ ἄλυπον καὶ τὸ μεθ’ ἡδονῆς, μέγα ὡς ἔχον δύο ἀγαθά, ὁποῖα καὶ τὰ ἱππηλάσια καὶ γυμνάσια. ῥητέον δὲ καὶ τὰ τῶν πε παιδευμένων παίγνια· παίζουσι γὰρ οἱ πεπαιδευμένοι πολλάκις, ἵνα σπου
65
δάζωσιν, ὅτι μηδὲ δεῖ συντονωτέρᾳ χρῆσθαι τῇ σπουδῇ ἀεί· κρείττων οὖν ἡ ἐλευθεριότης τῆς ἐγκρατείας· ἡ δ’ εὐφροσύνη καὶ ἡδονὴ τάχα διὰ τὸν παρόντα τόπον κρείττων ἔσται τῆς ἀρετῆς καὶ ὁ πλοῦτος τῆς πενίας· ὁ μὲν γὰρ τὸ μεθ’ ἡδονῆς καὶ τὸ ἄλυπον ἔχει, ἡ δὲ οὐδέτερον· καὶ ἡ ἀλυ πία δὲ ἀγαθόν, εἰ ἡ ἡδονὴ μέγα ἀγαθόν. [
b 13] καὶ δυοῖν, ὃ τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ· εἰ γὰρ ἡ φρόνησις μεῖζον ποιεῖ προστιθεμένη τῇ ἰσχύι ἤπερ τὸ κάλλος, μείζων ἡ φρόνησις τοῦ κάλλους. [
b 14] καὶ ἃ μὴ λανθάνει παρόντα ἢ ἃ λανθάνει. κρείττω φησὶν ἀγαθά, ἃ παρόντα οὐ λανθάνει, οἷον ἡ εὐτεκνία καὶ τὸ ἔχειν τέκνα ἀγαθὰ καὶ πολλὰ κρεῖττον ἢ τὸ ῥώμην ἔχειν· τὸ μὲν γὰρ ἔχειν τέκνα παρὸν οὐ λανθάνει, τὸ δὲ ῥώμην ἔχειν λανθάνει. καὶ τὸ ἐγκωμιάζειν ῥητορικῶς καὶ ἐπιστέλλειν κρεῖττον τοῦ μόνον ἔχειν τέχνην ῥητορικὴν καὶ ἕξιν, οὐ μὴν καὶ ἐνέργειαν· τὸ μὲν γὰρ λανθάνει, ἡ ἕξις φημὶ ἐνοῦσα, τὸ δέ, ἡ ἐνέρ γεια, οὐδαμοῦ. καὶ τὸ πλουτεῖν καὶ φαίνεσθαι μεῖζον τοῦ πλουτεῖν καὶ μὴ φαίνεσθαι· εἰ γὰρ δύο τινῶν ὄντων ὁ μὲν φαίνεται πλουτῶν, ὁ δὲ πλουτεῖ μέν, ἄπορος δὲ δοκεῖ, μᾶλλον ὑπερέχει ὁ τὸν πλοῦτον ἔχων φαι νόμενον ἢ ὁ κρυπτόμενον· τὸ γὰρ φαινόμενον κρεῖττον τοῦ λανθάνοντος καὶ ἀφανοῦς. καὶ εἰ ὁ μὲν ἐπαγγέλλεται σοφὸς εἶναι, ὁ δὲ δεικνύει τὴν ἐνέργειαν, κρείττων ὁ ἐνεργῶν καὶ δεικνύων ἢ ὁ ἐπαγγελλόμενος. [
b 16] καὶ τὸ ἀγαπητὸν τοῖς μὲν μόνον, τοῖς δὲ μετ’ ἄλλων. κρεῖττόν φησι τὸ ἀγαπητόν, ὅταν ᾗ μοναδικόν, ἢ μετ’ ἄλλων ἤγουν πεπληθυσμένον· ὡς γὰρ ὁ μονογενὴς παῖς ἀγαπᾶται πλέον ἢ ὁ ἐν πολλοῖς ἀδελφοῖς θεωρούμενος, οὕτω καὶ πᾶν ἀγαθὸν μεμονωμένον παρ’ ὃ μετ’ ἄλλων ἀγαθῶν δεικνύ μενον μεῖζον. [
b 17] αὐτίκα εἴ τις κατά τινα περίστασιν ὀφθαλμὸν ἔχει ἕνα, μᾶλλον ἀσπάζεται αὐτὸν τῶν ἐχόντων δύο ὀφθαλμούς· διό, ἄν τις αὐτὸν τυφλώσῃ, ζημίαν μείζονα πεποίηκε, παρ’ ὃ εἰ ἄλλου τινὸς δύο ἔχοντος τὸν ἕνα ἀφῄρηκεν, ἐπειδὴ τούτῳ μόνος ὢν ὁ ὀφθαλμὸς μᾶλλον ἦν
ἀγαπητὸς καὶ ἀσπαστὸς ὁλοσχερῶς. καὶ εἰ ὁ μὲν δύο ἔχει ἀγρούς, ὁ δὲ
66
ἕνα, καὶ ὁ μὲν πολλοὺς θησαυρούς, ὁ δὲ ἕνα, κρεῖττον τὸ ἐν τῷ ἔχοντι τὸ ἕν, ὅταν τις ἔχῃ ὡς πένης ἕν τι ἀγαθόν, ἐφ’ ᾧ πέποιθεν, ἤ τις ὢν ἐν στειρώσει πάλαι ὀψὲ πατὴρ ἑνὸς τέκνου γεγένηται. [
b 19] ταῦτα μὲν οὖν εἰσιν, ἐξ ὧν ἄν τις προτρέπων καὶ ἀποτρέπων ἀποδείξῃ τι μέγα ἀγαθὸν εἶναι, εἰς ὃ προτρέπει, καὶ μέγα κακόν, ἀφ’ οὗ ἀποτρέπει.