Περὶ ποιοῦ καὶ ποιότητος.
1ἤδη ἡμῖν δήλη ἐκ τῶν εἰρημένων ἐν τοῖς πρός τι. περὶ δὲ τοῦ ὁρισμοῦ ζητοῦμεν διὰ τί τῆς ποιότητος τὸν ὁρισμὸν ἀποδιδούς φησιν ὅτι καθ’ ἣν οἱ μετέχοντες αὐτῆς ποιοὶ λέγονται, αὐτὸ δὲ ὅπερ ἐζητοῦμεν ὡς σαφὲς παρέλαβε καὶ ὁμολογούμενον. ἐροῦμεν ὅτι οὗτος ὁ λόγος εἰς ἔννοιαν ἡμάς ἄγει τῆς ποιότητος διὰ τοῦ ποιοῦ· σαφέστερον γάρ ἐστι
τὸ ποιὸν ἅτε δὴ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπ’ αὐτοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτήτος. ἐκ τοῦ ποιοῦ οὖν τοῦ δεδεγμένου τὰς προειρημένας ποιότητας,
λευκότητα λέγω καὶ γλυκύτητα, ὡς σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιμαθήσεως] 3 εἷται. ἔστι δὲ ποιὸν μὲν αὐτὸ τὸ μετέχον ποιότητος, τὸ δὲ μετεχόμενον ἡ ποιότης· διὰ γὰρ τοῦτο καὶ προέταξε τὸ ποιὸν ἐν τῇ ἐπιγραφῇ ὡς ἐν τούτῳ τῆς ποιότητος θεωρουμένης.
ὅτι τῆς ποιότητος ὁ Ἀριστοτέλης τέσσαρα ἡμῖν παραδίδωσιν εἴδη, πρῶτον ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἕξις μέν ἐστιν, ὡς ὅταν λέγωμεν τὸν γεωμέτρην ἕξιν ἔχειν εἰς τὰ γεωμετρικὰ θεωρήματα, διάθεσις δέ ἐστιν, ὡς ὅταν εἴπωμέν τινα παρακούσματα ἔχειν γεωμετρικῶν
θεωρημάτων. καὶ τοῦτο μὲν τὸ πρῶτον εἶδος τῆς ποιότητος. τὸ δὲ δεύτερον δύναμις καὶ ἀδυναμία, ὅ ἐστιν ἐπιτηδειότης καὶ ἀνεπιτηδειότης πρὸς τὰ φυσικὰ πράγματα, καὶ τὴν μὲν δύναμιν ἐπιτηδειότητα τὴν δὲ ἀδυναμίαν ἀνεπιτηδειότητα καλοῦμεν. τρίτον δὲ εἶδος παθητικὴ ποιότης καὶ πάθος· ἔστι δὲ παθητικὴ ποιότης ὡς ἡ ἐν τῇ χιόνι ψυχρότης καὶ ἡ ἐν τῷ πυρὶ
θερμότης. αὕτη δέ ἐστι διττή, ἢ ὡς πάθος ποιοῦσα ἢ ὡς ἀπὸ πάθους ἐγγινομένη· ἡ μὲν οὖν ψῦξις τῆς χιόνος καὶ ἡ τοῦ πυρὸς θερμασία λέγεται παθητικὴ ποιότης, οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη ἀλλ’ ὡς πάθος ἐμποιοῦσα (οὔτε γὰρ τροπή τις ἐγένετο περὶ τὸ ὑποκείμενον, ἵνα δέξωνται ταύτας τὰς ποιότητας τό τε πῦρ καὶ ἡ χιών, ἀλλὰ μᾶλλον ταῦτα ἐν ἄλλοις
ἐντιθέασι πάθη, θερμότητα καὶ ψυχρότητα), ἡ δὲ ἐν τῷ τεθερμασμένῳ σιδήρῳ θερμασία λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. πάθος δὲ λέγομεν, ἡνίκα τὸν πρότερόν τις χρόνον ὠχρὸς ὢν δι’ αἰδῶ ἐρυθριάσῃ· τὸ ἔρευθος τοῦτο ἐροῦμεν εἶναι πάθος. | τέταρτον δὲ εἶδος 4 τὸ σχῆμα καὶ ἡ μορφή. καὶ εἰδέναι δεῖ ὅτι τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύχων
λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν ἐμψύχων. εἰδέναι δὲ δεῖ ὅτι καὶ ὁ Πλάτων ἐχρήσατο τῷ τῆς ποιότητος ὀνόματι ἐν τῷ διαλόγῳ τῷ Θεαιτήτῳ καὶ αὐτὸς γέγονε πρῶτος δημιουργὸς τοῦ ὀνόματος· φησὶ γὰρ ὅτι ‘δοκεῖς μοι ἀγνοεῖν τί σημαίνει τὸ τῆς ποιότητος ὄνομα διὰ τὸ ἀθρόως εἰρῆσθαι’. ὁ δὲ Ἀριστοτέλης ἐπέτεινε τὸ τῆς ποιότητος ὄνομα οὐ μόνον ἄχρι σωμάτων
ἀλλὰ καὶ ἐπὶ τὴν ψυχήν, λέγων ποιότητας εἶναι ἐν ψυχῇ ἐπιστήμην καὶ ἀρετήν.
καὶ πάλιν ἑκτικὸν πυρετόν. ταύτας οὖν τὰς ποιότητας ὑπὸ ποῖον 5 τῶν τεττάρων εἰδῶν τῆς ποιότητος τῶν ὑπὸ Ἀριστοτέλους εἰρημένων ἀνάμέν ἐστι κατ’ ἐπιτηδειότητα ἡ δὲ κατ’ ἐνέργειαν, καὶ αὕτη μὲν ἡ κατ’ ἐπιτηδειότητα ποιεῖ τὸ δεύτερον εἶδος τὸ ὑπὸ Ἀριστοτέλους εἰρημένον τὸ
κατὰ δύναμιν καὶ ἀδυναμίαν. ἡ δὲ κατ’ ἐνέργειαν ἢ τελειωτική ἐστιν ἢ κακωτικὴ ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. τῆς δὲ τελειωτικῆς ἡ μὲν πάθος ἐμποιεῖ περὶ τὴν ἡμετέραν αἴσθησιν ἡ δὲ οὐ ποιεῖ πάθος. αὕτη ἡ μὴ ποιοῦσα πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. καὶ εἰ μὲν δυσαπόβλητός ἐστι, γίνεται ἕξις, καὶ γίνεται ἢ ἐν ψυχῇ ἢ ἐν σώματι, εἰ
δὲ εὐαπόβλητος, γίνεται διάθεσις. ἕξις δὲ ἐν ψυχῇ μὲν ἐπιστήμη ἀρετή, ἐν σώματι δὲ ὡς ὑγεία. εἰ δέ τις εἴποι τὴν ὑγείαν πάθος ἐμποιεῖν (αἰσθανόμεθα γὰρ αὐτῆς), ἐροῦμεν ὅτι οὐ τῆς ὑγείας αἰσθανόμεθα, ἀλλὰ τῶν παθητικῶν ποιοτήτων τῶν ἡγουμένων τῆς ὑγείας· οἱ μὲν γὰρ πυρέττοντες αἰσθάνονται τῆς παρὰ φύσιν θερμασίας παρούσης καὶ πάλιν ἀπούσης, τῆς
μέντοι ὑγείας αὐτῆς οὐκ αἰσθάνονται· διὸ καὶ ὅσοι ἀνίατοι, νόσου παρούσης ἀμυδράς οὐκ αἰσθάνονται· οὐ γάρ ἐστι τότε κατάδηλος ἡ νόσος εἰ μὴ μόνοις τοῖς ἰατροῖς, καὶ αὐτοὶ δὲ οἱ ἰατροὶ διαγνώσεως σημεῖά τινα ἔχουσι, δι’ ὧν θηρῶνται τὴν νόσον καὶ τὴν ὑγείαν. τῆς δὲ πάθος ἐμποι- ούσης ἡ μὲν δυσαπόβλητός ἐστιν ἡ δὲ εὐαπόβλητος, καὶ εἰ μὲν εὐαπόβλητος
εἴη, τὸ ἓν τμῆμα τοῦ τρίτου εἴδους ποιεῖ τοῦ ὑπὸ Ἀριστοτέλους εἰρημένου, φημὶ δὴ τὸ πάθος, οἷόν ἐστι τὸ ἔρευθος τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος· ἡ γὰρ φύσις τοῦ ἀνθρώπου συνειδυῖα τῷ ἑαυτῆς πταίσματι μὴ βουλομένη | ἄτιμα μηδ’ ἔρημα εἶναι τὰ ἐπιπολῆς τὰ τιμιώτερα ἑαυτῆς εἰς 6 προκάλυμμα πέμπει τοῦ πάθους· τιμιώτερα δὲ πάντων τῇ φύσει τό τε
πνεῦμα καὶ τὸ αἷμα. καὶ ἡ μὲν φύσις ἀποστέλλει τὸ αἷμα εἰς τὰ ἐπιπολῆς, τὸ δὲ χρῶμα τοῦ χυμοῦ ποιεῖ τὸ ἔρευθος. εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ τὸ ἕτερον τμῆμα τοῦ τρίτου εἴδους, τὴν παθητικὴν ποιότητα τὴν πάθος ἐμποιοῦσαν. εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτική, ἢ περὶ τὴν ἐπιφάνειαν θεωρεῖται ἢ διὰ βάθους κεχώρηκε τοῦ ὑποκειμένου.
καὶ εἰ διὰ τοῦ βάθους κεχώρηκεν, ἢ εὐαπόβλητός ἐστιν ἢ δυσαπόβλητος· καὶ εἰ μὲν εὐαπόβλητος εἴη, ποιεῖ πάλιν πάθος τοῦ τρίτου εἴδους τῆς ποιότητος, εἰ δὲ δυσαπόβλητος εἴη, ποιεῖ παθητικὴν ποιότητα, οὐ τὴν πάθος ἐμποιοῦσαν ἀλλὰ τὴν ἀπὸ πάθους ἐγγινομένην, καθάπερ ἐπὶ τοῦ ἐκ γενετῆς ἐρυθροῦ· ὃν γὰρ τρόπον ὁ δι’ αἰδῶ ἐρυθριάσας κατὰ πάθος ἔσχε 7 τὸ τοιοῦτον χρῶμα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ ἐκ φύσεως ἐρυθρὸς κατὰ φυσικὸν πάθος τοιοῦτον ἔσχε χρῶμα.
τῶν παθητικῶν· αἱ γὰρ κατὰ τὴν ἕξιν ποιότητες οὐ ποιοῦσι, φησίν, ἀλλοίωσιν ἀλλ’ ὁδόν τινα ἢ ἐπὶ φθορὰν ἢ ἐπὶ γένεσιν· ἡ γὰρ τῆς ἕξεως μεταβολὴ ἐναλλαγὴ τῆς οὐσίας ἐστίν. ἐπιζητῶν γὰρ ὁ φιλόσοφος τὰ εἴδη τῆς μεταβολῆς ἔλεγεν ἓξ εἶναι, γένεσιν φθορὰν αὔξησιν μείωσιν ἀλλοίωσιν τὴν κατὰ τόπον μεταβολήν. θεωροῦνται δὲ αὗται αἱ μεταβολαὶ
ἐν τέτρασι κατηγορίαις, ἐν οὐσίᾳ ἐν ποσῷ ἐν ποιῷ ἐν τῇ ποῦ. καὶ ἡ μὲν μεταβολή, φησίν, ἡ γινομένη περὶ τὴν οὐσίαν ἡ μὲν ἀπὸ τοὐ μὴ ὄντος εἰς τὸ ὂν γινομένη λέγεται γένεσις, ἡ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν λέγεται φθορά. ἡ δὲ περὶ τὴν τοῦ ποσοῦ κατηγορίαν γινομένη μεταβολὴ καλεῖται αὔξησις καὶ μείωσις, ἡ δὲ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ ἡ
κατὰ τόπον μεταβολή, ἡ δέ γε ἀλλοίωσις οὐ κατὰ πᾶν εἶδος ποιότητος γίνεται· αἱ γὰρ κατὰ τὴν ἕξιν οὐκ ἂν λέγοιντο ἀλλοιώσεις, ἀλλ’ οἷον γενέσεις τινὲς καὶ φθοραί· εἴτε γὰρ ἐν τῇ ψυχὴ εἴη ἕξις, ὡς ἐπιστήμη ἢ ἀρετὴ ἔσται, εἴτε ἐν σώματι, ὡς ὑγεία, καὶ ἐὰν μία τούτων μεταβληθῇ, εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, γίνεται γένεσίς τις, εἰ δὲ ἀπὸ τοῦ ὄντος
εἰς τὸ μὴ ὄν, φθορὰ λέγεται. καὶ ταύτας, φησίν, οὐ δεῖ καλεῖν ἀλλοιώσεις. οὐκοῦν ἐροῦμεν τὴν ἀλλοίωσιν γίνεσθαι, ἡνίκα μεταβολὴ κατὰ τὰς παθητικὰς ποιότητας γένηται, τοῦτ’ ἔστιν οὐ κατὰ τὰς οὐσιώδεις ἀλλὰ κατὰ τὰς συμβεβηκυίας τῷ πράγματι. | καὶ ταῦτα μὲν περὶ τούτων εἰρήσθω. 8 Εἰ δὲ μὴ δι’ ὅλης τῆς οὐσίας κεχώρηκεν, ἀλλὰ περὶ τὴν ἐπιφάνειαν
μόνην θεωρεῖται, εἰ μὲν ἐν ἀψύχοις εἴη, λέγεται σχῆμα, εἰ δὲ ἐν ἐμψύχοις, λέγεται μορφή· ταύτην γὰρ ἴσμεν διαφορὰν σχήματος καὶ μορφῆς, ἢ ὅτι τὸ μὲν σχῆμα ἐν τῇ φαντασίᾳ τῇ ἡμετέρα θεωρεῖται, ἡ δὲ μορφὴ ἐν τοῖς φυσικοῖς πράγμασιν, ὡς φέρειν τὸ τῆς μορφῆς ὄνομα καὶ κατὰ παντὸς ἀψύχου, φημὶ δὴ λίθου καὶ ξύλου καὶ σιδήρου καὶ εἴ τι ἄλλο τῶν
φυσικῶν σωμάτων μετέχει σχήματος. εἰ δέ τις εἴποι δι’ ἣν αἰτίαν μὴ καὶ τὰ χρώματα λέγομεν εἶναι μορφήν, ἐπειδὴ καὶ αὐτὰ περὶ τὴν ἐπιφάνειαν θεωροῦνται, ἐροῦμεν ὅτι τὰ χρώματα οὐχ ἁπλῶς ἐν τῇ μεταβολῇ τῆς ἐπιφανείας θεωροῦνται, ἀλλὰ πάντως ἀμείβεται καὶ περὶ τὴν κρᾶσιν τὸ σῶμα, ἐπὶ δὲ τῆς μορφῆς καὶ τοῦ σχήματος τῆς οὐσίας πάντῃ ἀτρέπτου 9 κηρὸν ποιήσωμεν αὐτῷ τρίγωνον σχῆμα, εἶτα πάλιν μεταλλάξαντες αὐτὸν ἀπὸ τοῦ τριγώνου ποιήσωμεν σφαῖραν, οὐδεμίαν μεταβολὴν τῆς οὐσίας ποιήσαντες τὸ σχῆμα μόνον ἠμείψαμεν· οὐδὲν γὰρ ἧττον ἔσται κηρὸς καὶ
τριγώνου ἔχων σχῆμα καὶ σφαιρικόν.
ἡ διάθεσις καὶ ἕξις· τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν.
αὐτῶν τὸ δὲ δεύτερον, | ἀλλὰ μόνον ἀξιώματι διαφέρει, ὡς ἄν καὶ ἄνθρωπος 12 ἵππου. πῶς δὲ τῆς ποιότητος γένος φησί, καὶ μὴν γενικώτατόν ἐστι γένος; γενος εἶπεν ἀντὶ του ειοους, ἵνα δείξῃ ὅτι οὐκ εστιν ειοικωτατον εἶδος, ἀλλὰ γένος μὲν ὑπάλληλον, εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἄν εἴποιμεν τῆς οὐσίας γένος εἶναι τὸ ζῷον ἀντὶ τοῦ ὑπ’
αὐτὴν γένους.
τὸ δὲ δεύτερον δυνάμει· οἱ γὰρ δυνάμει πύκται ἢ δρομικοὶ ἐπιτηδειότητα εἰς τοῦτο ἔχειν λέγονται κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν. ἐὰν δὲ πύκτης ἢ δρομεὺς ἐνεργείᾳ ᾖ, οὐκέτι κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται, ἀλλ’ ἕξιν καὶ διάθεσιν.
μηδὲν πάσχειν.
εἶναι ποιότητα, ἐλέγχομεν τοῦτον ἐκ τοῦ ἀντικειμένου αὐτῇ· τὴν γὰρ δύναμιν οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅς φησι μὴ εἶναι ποιότητα· ἀ-ι οῸέδεικται δὲ ὅτι ὡς ἂν ἔχῃ τὸ ἕτερον τῶν ἐναντίων, οὕτως ἔχει καὶ τὸ ἕτερον· καὶ γὰρ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται. λέγεται τοίνυν καὶ ἡ ἀδυναμία τριχῶς· λέγεται γὰρ ἀδυναμία 〈ἐπὶ〉 τοῦ μὴ πεφυκότος ποιεῖν, ὥσπερ τὸν
νοσοῦντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ ποιεῖν. λέγεται δὲ καὶ ἐπὶ τοῦ μὴ πεφυκότος πάσχειν, ὥσπερ τὸν ὑγιαίνοντα λέγομεν ἀδυναμίαν ἔχειν τοῦ παθεῖν. λέγομεν δὲ πάλιν τὸν νοσοῦντα ἀδυναμίαν ἔχειν τοῦ μὴ παθεῖν, τοῦτ’ ἔστι τὴν τοῦ πάσχειν δύναμιν· ἡ γὰρ ἀπόφασις τοῦ μὴ παθεῖν δύναμιν εἰσάγει τοῦ παθεῖν καὶ τοὐναντίον ἡ ἀπόφασις τοῦ παθεῖν δύναμιν
εἰσάγει τοῦ μὴ παθεῖν. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· λέγεται γὰρ δύναμις ἢ πρὸς τὸ καθόλου, ὡς ἐὰν λέγωμεν δύναμιν ἔχειν πάντα ἄνθρωπον γεωμετρεῖν, ἢ πρὸς τὸ ῥᾳδίως, ὡς ὅτι ὁ δεῖνα ἄνθρωπος δύναμιν ἔχει τοῦ γεωμετρεῖν ἀντὶ τοῦ ῥᾳδίως δύναται γεωμετρῆσαι. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀδυναμίας· λέγομεν γὰρ καὶ αὐτὴν ἢ πρὸς τὸ μὴ πεφυκὸς ὅλως γεωμετρεῖν
οἷον τὸν κύνα, ἢ πρὸς τὸν δυσχερῶς γεωμετροῦντα οἷον τὸν νωθῆ. οἷον οἱ μὲν νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοὐ μὴ πάσχειν, οἱ δὲ ὑγιεινοὶ τὸ ἀνάπαλιν. |
καὶ ὁμοίως λέγεται παθητικὴ ποιότης ὡς τοῖς Αἰθίοψιν ἡ μελανία, ἡ οὐ φύσει μὲν ἀλλ’ ἐπίκτητον καὶ δυσαπόβλητον καὶ λέγεται πάθος ὑπὸ τὴν ποιότητα ἀναφερόμενον ὡς ἡ ὑπὸ μακρᾶς νόσου ἢ ἰκτερικοῦ νοσήματος ὠχρίασις, ἢ ἐπίκτητον καὶ εὐαπόβλητον ὡς ἡ ἐρυθρότης, ὡς ἄν τις ἢ δι’ αἰδῶ ἐρυθριάσῃ ἢ διὰ δέος ὠχριάσῃ, καὶ λέγεται πάθος ὑπὸ τὸ
πάσχειν ἀναφερόμενον· οὐ γὰρ δὴ τὰ μετέχοντα ποιὰ κατὰ ταῦτα λέγε. τᾶι. ἰστέον δὲ ὅτι ταῦτα οὐ μόνον περὶ τὸ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.
τὴν αἴσθησιν ἡμῶν πάσχειν κατὰ τὴν τούτων ἀντίληψιν, ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ αὐτὸ τὸ πῦρ πέπονθεν, ἵνα θερμανθῇ, ἀλλ’ ἡμεῖς τοῦτο πάσχομεν κατὰ τὴν ἀντίληψιν αὐτοῦ θερμαινόμενοι, καὶ τὸ μέλι ὁμοίως. καὶ τὰ μὲν τοιαῦτα ποιότητές εἰσιν ὡς εἶδος καὶ οὐσία ἐν τῷ ὑποκειμένῳ, καὶ ἀπὸ τοῦ τὴν αἴσθησιν πάσχειν ὑπὸ τούτων παθητικὰς ποιότητας
ἔχειν λέγεται· τὸ μέντοι σῶμα τὸ αὐτὸ λευκὸν γεγονέναι παθὸν παθητικὴν ἔχειν ποιότητα· συμβεβηκὸς γὰρ αὐτῷ τὸ λευκὸν καὶ ἐπίκτητον, ἀλλ’ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ οὐδὲ εἶδος. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπεὶ κυριώτερον παθητικὸν λέγεται τὸ αὐτὸ πεπονθὸς τοῦ πάθος ἐμποιοῦντος, ἐφ’ ὧν ἐστιν ἄμφω, ἐπὶ τούτων ἴσως ἄμεινον ἀπὸ
τοῦ κυριωτέρου τὴν ἐπίκλησιν αὐτοῖς γενέσθαι.
ποιότης λέγεται, οὕτω καὶ ἡ ἐκ γενετῆς ἔκστασις ἢ ἡ ὀργὴ παθητικαὶ ποιότητες λέγονται.
παθητικὴ ποιότης λέγεται.
πληρώσῃ καρύων, καὶ φαίημεν τὸ ἐκ πάντων συγκείμενον σῶμα μανὸν διὰ τὴν ἀραίωσιν· αὐτὸς γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει ἄλλως διορίζει τὸ μανὸν καὶ τὸ πυκνόν.
καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρὰ τῶν ἀρχαίων λεγομένοις μηδ’ ἀργοὺς μένειν ἀλλὰ καθ’ αὑτοὺς ζητεῖν, φησὶν ὅτι ἴσως ἄν καὶ ἄλλος φανείη τροπος ποιοτητος.
ταύτην ἀνάγεται καὶ τὸ ἕτερον ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς ὑπὸ ἄλλην κατηγορίαν αὐτὸ ἀναφέρειν.
ὅπου ἐναντιότης θεωρεῖται, ἐκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ οὐκ 43 ἔστιν αὕτη, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεὶ γοῦν ὑπάρχει ἐν τῷ ποιῷ ἐναντιότης, ὑπάρχει τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει· δικαιοσύνην γὰρ δικαιοσύνης οὐ πάνυ φασὶ μᾶλλον καὶ ἧττον λέγεσθαι, ἧττον μέντοι καὶ μᾶλλον μετέχειν
τοὺς μετέχοντας τῆς δικαιοσύνης καὶ τῆς ὑγείας λέγεται.
ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον· ἡνίκα γὰρ λέγομεν μᾶλλον δίκαιον τόνδε τοῦδε, δῆλον ὅτι καθὸ μετέχει οὗτος μᾶλλον δικαιοσύνης ἤπερ ὅδε· ὥστε ἐπιδέχεται ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ τὸ ἧττον.
τὸ πεντάγωνον τοῦ τετραγώνου μᾶλλον κύκλος ἐστί· δεῖ γὰρ εἰ μέλλοιεν ὡς κύκλοι συγκρίνεσθαι ἀμφότερα ἐπιδέχεσθαι τὸν τοῦ κύκλου λόγον. εἰ δ’ οὐκ ἐπιδέχονται, οὐδὲ συγκρίνεσθαι τὴν ἀρχὴν δυνήσονται. οὐδὲ γὰρ εἴποι τις τὸν βοῦν μᾶλλον τοῦ ἵππου εἶναι ἄνθρωπον, ἐπεὶ μηδέτερος αὐτῶν τὸν τοῦ ἀνθρώπου ὁρισμὸν ἐπιδέχεται. οὐκοῦν καὶ ἐπὶ τῶν σχημάτων
ὡσαύτως· πάντα γὰρ τὰ σχήματα τὰ ἐπιδεχόμενα τὸν τοῦ κύλλου ὁρισμὸν ὁμοίως κύκλοι εἰσί, καὶ ὅσα τὸν τοῦ τριγώνου ὁρισμὸν ἐπιδέχεται, ὁμοίως τρίγωνά εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
τὰ ποιὰ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον.
περὶ ποιοῦ, φησὶν ὅτι οὐ δεῖ περὶ τούτου ἀπορεῖν, ἐπειδὴ περὶ ποιοῦ ἦν ὁ λόγος· πολλὰ γὰρ τῶν πρός τι ὑπὸ τὸ ποιὸν ἀνηγάγομεν οἷον ἕξιν καὶ διάθεσιν· ἡ γὰρ ἕξις τινὸς ἕξις λέγεται καὶ ἡ διάθεσίς τινος διάθεσις. ἐπιλύεται δὲ τοῦτο διχῶς.
δὲ ἡ ὕστερον· ἐπιστήμονες γὰρ λεγόμεθα, φησίν, οὐ τῷ μετέχειν ἀπλῶς ἐπιστήμης, ἀλλὰ τῷ μετέχειν ἢ μουσικῆς ἢ γεωμετρίας ἢ ἄλλης τινός. καὶ ἐκείνη μὲν τῶν πρός τι ὡς ἀόριστος οὖσα, τὰ δὲ εἴδη αὐτῆς οὐκέτι· ὥρισται γὰρ καὶ οὐ λέγομεν τὴν μουσικὴν ἢ τὴν γεωμετρίαν τινὸς μουσικὴν ἢ γεωμετρίαν ἀλλὰ ποιότητας· ποιοὶ γὰρ κατὰ ταύτας λεγόμεθα.
ὥστε τὸ μὲν γένος ὑπὸ τὰ πρός τι ἀναφέρεται τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα. ἵνα δὲ ἀκριβέστερον τοῦτο μάθωμεν, ἐκ διαιρέσεως λάβωμεν οὕτως· τῶν ὄντων τὰ μέν ἐστιν ὑποκείμενα ὡς ἡ οὐσία, τὰ δὲ ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα. | καὶ τῶν ἐν ὑποκειμένῳ ὄντων τὰ μὲν 52 ἐν σχέσει ἐστὶ καὶ γίνεται τὰ πρός τι, τὰ δὲ οὐκ ἐν σχέσει. τῶν δὲ μὴ
ἐν σχέσει ὄντων τὰ μὲν ἀμερίστως ὑπάρχει καὶ γίνεται ποιότης, τὰ δὲ μεριστῶς καὶ γίνεται τὸ ποσόν. οὐκοῦν οὐδὲν ἄτοπον τὸ μὲν γένος ὑπὸ τὰ πρός τι, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιὸν ἀνάγεσθαι. καὶ αὕτη ἐστὶν ἀκριβὴς ἐπίλυσις. ἄλλως τε δὲ οὐδὲν ἄτοπόν τινα τῶν ἀναφερομένων ἐπὶ ἑτέραν κατηγορίαν ἀναφέρεσθαι καὶ ὑπὸ τὰ πρός τι, μᾶλλον δὲ πᾶσα ἀνάγκη τὰ
ὑπὸ τά πρός τι ἀναγόμενα ἀνάγεσθαι καὶ ὑπὸ ἄλλην τινὰ κατηγορίαν· 53 εἴρηται γὰρ ὅτι ἴδια πράγματα οὐκ ἔχει τὰ πρός τι, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις θεωρεῖται. |
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.