ἐστερῆσθαι γνώσεως· ὃ γὰρ μὴ οἶδέ τις, οὐδὲ ἀπορεῖ. ἡμεῖς δὲ μέσοι ὄντες τῶν τε ὑπὲρ ἡμᾶς καὶ τῶν μεθ’ ἡμᾶς μέσως πως γινώσκομεν ὁδῷ χρώμενοι τῇ ἀπορίᾳ· καθάπερ γὰρ τὰ πυρία πρὸς ἑαυτὰ παρατριβόμενα πῦρ ἀφιᾶσιν, οὕτω καὶ αἱ ψυχαὶ ἀποροῦσαι διὰ τῆς ζητήσεως ἀφιᾶσι τὸ τῆς ἀληθείας φῶς. ἐπειδὴ οὖν ὁ Ἀριστοτέλης ἐλάβετο ἀνωτέρω
τοῦ ὁρισμοῦ τοῦ λέγοντος πρός τι εἶναι τὰ ἑτέρων λεγόμενα, ὡς κινδυνευουσῶν τινων οὐσιῶν γίνεσθαι τῶν πρός τι, νῦν φησιν ὅτι ἴσως οὐ δεῖ ἡμᾶς διισχυρίζεσθαι ὅτι οὐκ ἔστι πρός τι τὰ ἑτέρων λεγόμενα· πολλάκις γὰρ ἀπολογεῖταί τις πρὸς τὴν εἰρημένην ἐξ ἡμῶν ἀπορίαν. |
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.