τὰς τρεῖς παραβάλλει καὶ ἑνὶ λόγῳ αὐτὴν διακρίνει λέγων· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι· τοῦτο γὰρ ἴδιον καταφάσεως καὶ ἀποφάσεως τὸ ἐπὶ παντὸς πράγματος διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς διδάξει ἐν τῷ Περὶ ἑρμηνείας· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται—Σωκράτης οὐ κάθηται’, ἀνάγκη
τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος, καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ὁμοίως.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.