ἑκατέροις τὰ πρός τι νῦν αὐτὰ καὶ καθολικῷ λόγῳ διακρίνει λέγων ὅτι τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα, εἰ μὴ τῷ ὑποκειμένῳ τὸ ἓν φύσει καὶ κατ’ οὐσίαν ὑπάρχει, τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μεταβάλλει εἰς ἄλληλα· | ἀπὸ μὲν γὰρ ἕξεως εἰς στέρησιν, φησί, γίνεται 3 μεταβολή, ἀπὸ δὲ τῆς στερήσεως εἰς ἕξιν ἀδύνατον. τί δέ ἐστιν
εἴπερ μὴ χρόνῳ ἐξείργηται ὁ ἑαυτὸν εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαθιστῶν; τοῦτ’ ἔστιν ἱεῖ μὴ γέρων ὢν φιλοσοφεῖν ἄρξηται’· τηνικαῦτα γὰρ ὁ χρόνος ἐξείργει τὴν ἐπίδοσιν ἄχρι τοῦ ἐναντίου προβῆναι.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.