καὶ ὁμοίως λέγεται παθητικὴ ποιότης ὡς τοῖς Αἰθίοψιν ἡ μελανία, ἡ οὐ φύσει μὲν ἀλλ’ ἐπίκτητον καὶ δυσαπόβλητον καὶ λέγεται πάθος ὑπὸ τὴν ποιότητα ἀναφερόμενον ὡς ἡ ὑπὸ μακρᾶς νόσου ἢ ἰκτερικοῦ νοσήματος ὠχρίασις, ἢ ἐπίκτητον καὶ εὐαπόβλητον ὡς ἡ ἐρυθρότης, ὡς ἄν τις ἢ δι’ αἰδῶ ἐρυθριάσῃ ἢ διὰ δέος ὠχριάσῃ, καὶ λέγεται πάθος ὑπὸ τὸ
πάσχειν ἀναφερόμενον· οὐ γὰρ δὴ τὰ μετέχοντα ποιὰ κατὰ ταῦτα λέγε. τᾶι. ἰστέον δὲ ὅτι ταῦτα οὐ μόνον περὶ τὸ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.
τὴν αἴσθησιν ἡμῶν πάσχειν κατὰ τὴν τούτων ἀντίληψιν, ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ αὐτὸ τὸ πῦρ πέπονθεν, ἵνα θερμανθῇ, ἀλλ’ ἡμεῖς τοῦτο πάσχομεν κατὰ τὴν ἀντίληψιν αὐτοῦ θερμαινόμενοι, καὶ τὸ μέλι ὁμοίως. καὶ τὰ μὲν τοιαῦτα ποιότητές εἰσιν ὡς εἶδος καὶ οὐσία ἐν τῷ ὑποκειμένῳ, καὶ ἀπὸ τοῦ τὴν αἴσθησιν πάσχειν ὑπὸ τούτων παθητικὰς ποιότητας
ἔχειν λέγεται· τὸ μέντοι σῶμα τὸ αὐτὸ λευκὸν γεγονέναι παθὸν παθητικὴν ἔχειν ποιότητα· συμβεβηκὸς γὰρ αὐτῷ τὸ λευκὸν καὶ ἐπίκτητον, ἀλλ’ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ οὐδὲ εἶδος. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπεὶ κυριώτερον παθητικὸν λέγεται τὸ αὐτὸ πεπονθὸς τοῦ πάθος ἐμποιοῦντος, ἐφ’ ὧν ἐστιν ἄμφω, ἐπὶ τούτων ἴσως ἄμεινον ἀπὸ
τοῦ κυριωτέρου τὴν ἐπίκλησιν αὐτοῖς γενέσθαι.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.