αὐτῶν τὸ δὲ δεύτερον, | ἀλλὰ μόνον ἀξιώματι διαφέρει, ὡς ἄν καὶ ἄνθρωπος 2 ἵππου. πῶς δὲ τῆς ποιότητος γένος φησί, καὶ μὴν γενικώτατόν ἐστι γένος; γενος εἶπεν ἀντὶ του ειοους, ἵνα δείξῃ ὅτι οὐκ εστιν ειοικωτατον εἶδος, ἀλλὰ γένος μὲν ὑπάλληλον, εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἄν εἴποιμεν τῆς οὐσίας γένος εἶναι τὸ ζῷον ἀντὶ τοῦ ὑπ’
αὐτὴν γένους.
τὸ δὲ δεύτερον δυνάμει· οἱ γὰρ δυνάμει πύκται ἢ δρομικοὶ ἐπιτηδειότητα εἰς τοῦτο ἔχειν λέγονται κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν. ἐὰν δὲ πύκτης ἢ δρομεὺς ἐνεργείᾳ ᾖ, οὐκέτι κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται, ἀλλ’ ἕξιν καὶ διάθεσιν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.