μέλλων τοίνυν τὸν ἑαυτοῦ ὁρισμὸν παρεισφέρειν βούλεται πρότερόν τινα ἄτοπα ἑπόμενα τούτῳ τῷ ὁρισμῷ δεῖξαι· ἔστι δ’ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εὑρίσκεσθαι, τοῦτ’ ἔστι τὰς οὐσίας συμβεβηκότα. διαίρεσις δὲ παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ καὶ ἢ ὅλον ἢ μέρος. τέσσαρες οὗν γίνονται δηλονότι συζυγίαι,
μία μὲν καθόλου μέρος οἷον κεφαλὴ χείρ, ἑτέρα δὲ ὅλον μερικὸν οἷον Σωκράτης καὶ τὰ τοιαῦτα, ἄλλη δὲ καθόλου ὅλον οἷον ἄνθρωπος, καὶ μερικὸν μέρος ὡς ἡ τὶς χεὶρ καὶ ἡ τὶς κεφαλή. τούτων αἱ μὲν τρεῖς οὐκ εἰσὶ τῶν πρός τι, ἡ δὲ μία τὸ καθόλου μέρος, | ὅ ἐστι κεφαλὴ 119v χείρ, δόξει τῶν πρός τι εἶναι· τινὸς γὰρ κεφαλὴ καὶ τινὸς χεὶρ λέγεται.
τοῦτο οὖν φησιν ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.