πατὴρ ὡς αἴτιον αἰτιατοῦ. τοῦτο δὲ ἔσται, ἐὰν ὡς πράγματα νοήσωμεν αὐτῶν ἑκάτερον (πρότερος γὰρ ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους), ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν· ἐὰν μὲν τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοήσωμεν οἷον τὰ ἄστρα, πρότερον ἔσται τὸ ἐπιστητὸν ὡς πρᾶγμα νοούμενον
(πρότερα γὰρ τὰ ἄστρα τῆς περὶ αὐτὰ ἐπιστήμης), ἐὰν δὲ ὡς πρός τι νοήσωμεν, τὸ ἐπιστητὸν ἔσται ἅμα τῇ ἐπιστήμῃ· οὐδὲν γὰρ ἄν εἴη ἐπιστητὸν ἐπιστήμης μὴ οὔσης περὶ αὐτό· ἅμα γὰρ ἐπιστητὸν εἶναί φησι καὶ τὴν περὶ αὐτὸ ἐπιστήμην. εἰ δέ τις εἴποι τὸ ἐπιστητὸν δυνάμει εἶναι καὶ πρὸ τῆς περὶ αὐτὸ ἐπιστήμης, φημὶ ὅτι καὶ ἡ περὶ αὐτοῦ ἐπιστήμη
τηνικαῦτα ἔσται δυνάμει. καὶ καθόλου ἐν τοῖς πρός τι ὡς ἄν ἔχοι τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον ἕξει. εἰ μὲν 〈γὰρ τὸ ἕτερον〉 ἐνεργείᾳ εἴη, ἐνεργείᾳ καὶ τὸ λοιπὸν ἔσται , ἐὰν δὲ τὸ ἕτερον δυνάμει, καὶ τὸ ἄλλο ἔσται δυνάμει· οἷον ὅταν τὸ ἐπιστητὸν ἐνεργείᾳ ᾖ, ἐξ ἀνάγκης καὶ ἡ περὶ αὐτὸ ἐπιστήμη ἐνεργείᾳ ἔσται, ὅταν δὲ τὸ ἐπιστητὸν
δυνάμει ᾖ, καὶ ἡ ἐπιστήμη δυνάμει ἔσται. ὅταν δὲ προεπινοῶμεν τὸ 2 ἐπιστητὸν τῆς ἐπιστήμης ἢ τὸ αἰσθητὸν τῆς αἰσθήσεως, οὐχ ὡς ἐπιστητὸν ἢ ὡς αἰσθητὸν ἀλλ’ ὡς πρᾶγμα αὐτὸ καθ’ αὑτὸ θεωροῦμεν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.