λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή. στροφή ἐστιν ἡ <ἀπὸ> τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις. διὰ τοῦτο καὶ στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἐπὶ 2 τὸ αὐτὸ ἀποκαθίσταται. ἀντιστροφὴ δὲ ἐστιν ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἰσόθεον καὶ ἀντιάνειρα τὴν γυναῖκα τὴν | ἴσην δύναμιν τῷ ἀνδρὶ ἔχουσαν, καὶ τὸν μέγαν 3 δάκτυλόν <φαμεν> ἀντίχειρα διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις τέσσαρσι
δακτύλοις ἐν τῇ χειρί. * τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος <καὶ ὁ δεσπότης δούλου δεσπότης>. ἤρξατο ἀπὸ τοῦ δούλου καὶ εἰς αὐτὸν πάλιν ἀποκατέστη. οὐ μόνον δὲ δοῦλος ἀντιστρέφει, ἀλλὰ καὶ δεσπότης].
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.