καὶ τοῦ μερικοῦ, νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσι διὰ παραδειγμάτων, ἵνα εἰς ἔννοιάν τινα ἡμᾶς τούτων προαγάγῃ, ὕστερον δὲ περὶ ἑκάστου διηρθρωμένως διδάξῃ. ἔστι δὲ τοῦτο προσεχὲς τῷ ἀνωτέρω ῥητῷ τῷ λέγοντι ‟τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς“. λέγει δὲ ἀκολούθως τοῦτο τῶν κατὰ μηδεμίαν συμπλοκήν.
τῷ δὲ εἰπεῖν κατὰ μηδεμίαν δηλοῖ πλείονας εἶναι συμπλοκάς· ἢ γὰρ φωνὴν ἁπλῆν οὖσαν κατὰ τὸ σημαινόμενον συμπλέκομεν, ὡς ὅταν εἴπω ῾ τρέχω᾿ δηλῶ γὰρ ἐμαυτὸν καὶ τὴν ἐνέργειαν), ἢ ἡ μὲν φωνὴ κατὰ 3 συμπλοκήν ἐστι, τὸ δὲ σημαινόμενον ἁπλοῦν, ὡς τὸ ζῷον λογικὸν θνητόν ἡ μὲν γὰρ φωνὴ σύνθετος, ἄνθρωπος δὲ τὸ σημαινόμενον), ἢ καὶ ἀμφότερα σύνθετα, ὡς ὅταν εἴπω ῾ Σωκράτης περιπατεῖ᾿ , ἢ ἀμφότερα ἀπλᾶ, ὡς αὗται αἱ κατηγορίαι. τῶν οὖν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ποιεῖται
νῦν τὴν διαίρεσιν, τοῦτ’ ἔστι τῶν δέκα κατηγοριῶν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.