καί φησιν ὅτι πάντως τῶν ἑτερογενῶν ἕτεραι ὑπάρχουσιν αἱ εἰδο- ποιοὶ διαφοραί, οἷον τῆς οὐσίας καὶ τοῦ ποσοῦ· τῆς μὲν γὰρ οὐσίας διαφο- ραὶ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, τοῦ δὲ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον. ἕτεραι οὖν ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. ἐπειδὴ δὲ τὰ ἑτερογενῆ πολλαχῶς λέγεται λέγεται γὰρ ἕτερα τὰ πάντῃ | διεστηκότα 2
ἀλλήλων, ὡς ἡ ἐπιστήμη καὶ τὸ ζῷον, καὶ τὰ μὴ πάντῃ κεχωρισμένα, οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ <ταῦτα> κοινὸν γένος τὸ ζῷον· δὲ καὶ τὰ ὑπάλληλα γένη ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ ἐμψύχου καὶ τοῦ ζῴου θνητὸν καὶ ἀθάνατον λογικὸν
καὶ ἄλογον. καλῶς δὲ τῷ εἴδει προσέθηκεν· ἰδοὺ γὰρ ἐπὶ ἑτέρων γενῶν αἱ αὐταὶ διαφοραί· λέγομεν γὰρ ῾ τῶν σκευῶν τὰ μέν ἐστιν ἄποδα οἷον θυίσκη καὶ δοῖδυξ καὶ ὅσα τοιαῦτα, τὰ δὲ ὑπόποδα ὡς θρόνος καὶ κλίνη καὶ τὰ ὅμοια᾿ , ὁμοίως καὶ τῶν ζῴων, φαμέν, τὰ μέν ἐστιν ἄποδα τὰ δὲ ὑπόποδα· ἀλλ’ αὗται αἱ διαφοραὶ οὐκ εἰσὶν εἰδοποιοὶ οὐδὲ κυρίως
λεγόμεναι, ἀλλὰ κατὰ ἀναλογίαν τινά.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.