τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
κοινὸν καὶ μὴ εἶπεν ἔτι καὶ ‘ῥῆμα’; ἔπειτα δὲ καὶ διὰ τί εἶπεν ὁ δὲ λόγος τῆς οὐσίας καὶ μὴ εἶπεν ‘ὁ ὁρισμὸς’ ἢ <ἡ> ὑπογραφή’; διὰ τί μὴ καὶ τῶν συμβεβηκότων ἐμνημόνευσεν; [οὕτω γὰρ ὁ κατὰ τάξιν ἐξηγήσατο παραλείψας τὰ εἰρημένα ἐνταῦθα. πρῶτον γοῦν περὶ τοῦ τόνου καὶ τῆς πτώσεως διδάσκει, καὶ ὕστερον αὐτὰ ὡς ἐν παρέργῳ
εἰσφέρων ἐμνημόνευσεν].
εἰ γὰρ εὕρωμεν ὀνόματα εἰς ἕν τι τούτων διαφέροντα, οὐκ εἰσὶν ὁμώνυμα, οἷον ὡς ἐπὶ τοῦ ἀργὸς καὶ ἀργὸς· ὁ γὰρ τόνος ἐνταῦθα ἐνήλλακται, καὶ τὸ παροξυνόμενον σημαίνει πόλιν τινὰ ἐν Πελοποννήσῳ, τὸ δ’ ὀξυνόμενον σημαίνει τὸν βραδύτερον ἄνθρωπον. ταῦτα οὖν οὐ λέγεται ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τοῦ τόνου. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς πτώσεως· λέγομεν
γὰρ ‘ὁ ἐλάτης’ καὶ σημαίνομεν τὸν ὁρμῶντα, καὶ λέγομεν ‘τῆς ἀλάτης’ καὶ 2 σημαίνομεν τὸ ξύλον τὴν ἐλάτην· ὥστε οὐδὲ ταῦτα ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. τὰ αὐτὰ λέγομεν καὶ ἐπὶ τοῦ πνεύματος· λέγομεν γὰρ ‘οιον’, καὶ τὸ μὲν δασυνόμενον σημαίνει τὸ ὁποῖον, τὸ δὲ ψιλούμενον σημαίνει τὸ μόνον, καὶ οὐδὲ τοῦτο ὁμώνυμον. ἐπί δέ γε τῆς Αἴας φωνῆς
καὶ τόνος ἐστὶν ὁ αὐτὸς καὶ πτῶσις ἡ αὐτή. ἀλλὰ μὴν καὶ τὸ πνεῦμα κοινὸν ἐπ’ ἀμφοτέρων· συμβήσεται οὗν εἶναι αὐτὰ ὁμώνυμα.
κεχρῆσθαι, ὥσπερ οὖν καὶ ὁ Πλατῶν φησί· “λέγεται ταῦτα, ὦ Γοργία, 3 περὶ Θεμιστοκλέους”. καὶ δηλοῖ ὅτι παρὰ τοῖς παλαιοῖς τὸ ὄνομα τοῦτο φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις· ὅταν γὰρ ᾖ αὐτοῦ, λέγει ‘καλῶ’, ὡς ἐν τοῖς Ἀναλυτικοῖς φησιν· “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.