Μανουὴλ καὶ τὸν πατρίκιον Θεόκτιστον. τὴν δὲ τῶν πραγμάτων διοίκησιν ἡ βασιλὶς Θεοδώρα μετεχειρίζετο, καὶ πρῶτον αὐτῇ γέγονε σπούδασμα ἡ τοῦ PII 153 διωγμοῦ τῶν ὀρθοδόξων διὰ τὰ σεπτᾲ ἐκτυπώματα λώφησις, καὶ τοῦ πατρικίου Θεοκτίστου συνευδοκοῦντος.
ὁ γὰρ Μανουὴλ οὐκ ἦν τῇ τῆς αἱρέσεως καθαιρέσει συγκάταινος· διὸ καὶ ἀνεβάλλετο ἡ πρᾶξις. ἀλλὰ γὰρ θραύει νόσῳ τοῦτον ἡ πρόνοια, καὶ ἡ νόσος ἦν κραταιὰ καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή. μοναχῶν δέ τινων εἰς ἐπίσκεψιν ἀφικομένων αὐτοῦ καὶ
ὅπως ἔχει πυνθανομένων ἐκεῖνος λεπτῇ καὶ ἀδρανεῖ τῆ φωνῇ ὅσον ἤδη ἐκλείπειν ἀνταπεκρίνατο. οἱ δὲ ‘‘εἰ σύνθοιο” ἔφησαν ‘‘τῇ τῶν εἰκόνων συνευδοκῆσαι τιμῇ καὶ τὴν βασίλισσαν εἰς τοῦτο παρακροτῆσαι, οὐκ εἰς μακρὰν ἔσται σοι καὶ ῥῶσις σώματος καὶ σωτηρία 2
φυχῆς. καὶ ὁ μὲν ἐπηγγείλατο , καὶ ἡ νόσος ἠσθένει καὶ ὁ Μανουὴλ ἀνερρώννυτο. ἤδη δὲ τὴν ὑγίειαν ἀπολαβὼν πρόσεισι τῇ βασιλίσσῃ , καὶ περὶ τῶν σεβαστῶν εἰκόνων ὡμίλει καὶ τὴν αὐτῶν κατήπειγεν ἀναστήλωσιν, ταῦτα καὶ τῆς μητρὸς αὐτῆς
καὶ τῶν συγγόνων πρεσβευόντων τῶν πατρικίων. ἡ δὲ ξυρὸς ἦν εἰς ἀκόνην. καὶ πρότερον μὲν τοὺ ’ς ἐν ὑπερορίαις παραπεμφθέντας παρὰ τοῦ Θεοφίλου καὶ τοὺς καθειργμένους καὶ τοὺς ἄλλαις κακώσεσι προσπαλαίοντας πάντας ἀνῆκεν. εἶτα καὶ ζήτησιν 3 γενέσθαι προσέταξε περὶ τῆς αἱρέσεως, καὶ γενομένης ἡ τῶν ὀρθοδόξων ὑπερέσχε πληθύς. πρὸ τῆς
ζητήσεως δὲ τὸν ψευδώνυμον πατριάρχην τὸν γόητα Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπᾷ θρόνου , ἀθέσμως ἐπιβεβηκότα τούτου ἐπὶ ἐνιαυτοὺς ἴξ , ἀντεισάγει δὲ τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον. καὶ αὐτοῦ προεστῶτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἡ ζήτησις
γέγονε καὶ ἡ τῶν ἀγίων ἐκτυπωμάτων εἰς τοὐμφανὲς προσκύνησίς τε καὶ ἀναστήλωσις. ὅτε φασὶ καὶ τὴν βασίλισσαν θερμότατα δεηθῆναι τοῦ τε πατριάρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ μοναχῶν κοινὴν προσενεγκεῖν δέησιν τῷ θεῷ ὥστε σωτηρίας
4 τυχεῖν τὸν βασιλέα καὶ ξυνευνέτην αὐτῆς· καὶ μέντοι WIII 124 καὶ θερμότατα δεηθῆναι αὐτοὺς τοῦ θεοῦ, καὶ τὸν μὴ παριδεῖν τὴν αἴτησιν τῶν θεραπόντων αὐτοῦ, ἀλλ’ ἀξιῶσαι συγγνώμης τὸν βασιλέα Θεόφιλον. ᾄδεται ταῦτα καὶ τοῖς ἀφορῶσι πρὸς τὸ φιλάνθρωπον
τοῦ θεοῦ καὶ δέχεται καὶ πιστεύεται. ἀπιστήσει γὰρ οὐδεὶς ἢ ὅστις οὐ μέγα οἴεται δύνασθαι τὰς τῶν ἁγίων ἐντεύξεις τὰς πρὸς θεόν, οὐδ’ ἀντιμετρεῖν οἶδε τὴν τοῦ θεοῦ ἀγαθότητα πρὸς τὰ ἀνθρώπινα ἀγνοήματα. ἡ μὲν οὖν τῶν ἁγίων εἰκόνων οὕτω
γέγονεν ἀναστήλωσις. ὁ δὲ καθαιρεθεὶς πατριάρχης Ἰωάννης ἤ Ἰάννης, ἐν μονῇ τινι περιορισθεὶς καὶ εὑρηκὼς PII 154 ἐκεῖ εἰκόνα τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν ἀσπόρως τεκούσης, τὰ ὄμματα τῶν σεβασμίων ἐκτυπωμάτων ἐξώρυξεν. ὃ μαθοῦσα ἡ βασιλίς, καὶ
ζῆλον θεῖον ζηλώσασα, τοὺς τοῦ ἀσεβοῦς ἐκείνου ἐκκοπῆναι προσέταξεν ὀφθαλμούς · ἀλλ’ οὐκ εἰς ἔργον ἐξέβη τὸ πρόσταγμα, τῇ βασιλίδι τὴν δικαίαν ὀργὴν καταπραυ·νάντων τινῶν. πέμψασα δὲ σκυτάλῃ τοῦτον ᾐκίσατο, τῶν αἰκισμῶν παραταθέντων μέχρις ἑκατοντάδος διπλῆς. ἀλλὰ καὶ οὕτως ἔχων ὁ γόης
καὶ οἶ ὁμοδοξοῦντες αὐτῷ καὶ τῇ αὐτῇ καθαιρέσει ὑποβληθέντες ἠρεμεῖν οὐκ ἠνείχοντο. συσκευάζουσι δὲ κατὰ τοῦ ἱεροῦ Μεθοδίου σκαιώρημα, τῆς αὐτῶν ἀπονοίας ἢ κακονοίας μᾶλλον ἐπάξιον. γύναιον γάρ 5 τι αἰσχρὸν χρυσίου δόσει πολλοῦ ὑποφθείραντες κατηγορῆσαι
πεπείκασι τοῦ ἀοιδίμου ἐκείνου ἀνδρὸς ὡς συμφθαρέντος αὐτῷ. καὶ τῆς κατηγορίας οἶ προύχοντες τῆς συγκλήτου παρῆσαν ἐξετασταί. καὶ παρῆκτο τὸ γύναιον, λέγον ὅσα παρὰ τῶν ἀσεβῶν ἐκείνων συκοφαντῶν προκατήχητο καὶ εἰς πρόσωπον
ἐλέγχον δῆθεν τὸν ἅγιον. ὁ δὲ τέως μὲν ἡσυχίαν ἦγεν· ὡς δὲ σκυθρωπάζον ἑώρα τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ πρὸ τῶν ἄλλων τὸν μάγιστρον Μανουήλ, ἀνίσταται μέν, αἴρει δ’ ἐπ’ ὄψει πάντων ταῖς χερσὶ τὸ κράσπεδον τῆς περιβολῆς καὶ ἀπογυμνοῖ
τὴν αἰδῶ · ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μαρασμὸν ἀπό τινος συμβάματος ὑπομείνασα, ὡς δῆλον 6 εἶναι μὴ δύνασθαι ταύτην πρὸς ἀφροδίσια ἐνεργεῖν. τοῦτο τοῖς μὲν ὀρθόφροσι χαρμονῆς καὶ θάμβους ἐγένετο αἴτιον, τοῖς δὲ συκοφάνταις αἰσχύνης καὶ
ἀθυμίας πολλῆς. ὡς δ’ ἠρωτᾶτο ὁ ἅγιος ὅθεν ὁ τῶν αἰδοίων αὐτῷ συμβέβηκε μαρασμός , ὁ αἰδοῖος ὄντως ἐκεῖνος “ἐστάλην” εἶπε ‘‘ποτὲ κατά τινα χρείαν εἰς Ῥώμην, κἀν ταύτῃ διάγοντι πύρωσίν μοι τῆς σαρκὸς ὁ δαίμων ἐπήνεγκε, καὶ ἦν τὸ πάθος σφοδρότατον
καὶ ἡ τοῦ ἔρωτος οὐκ ἔληγε φλεγμονή, ἀλλ’ ὁσημέραι ἀκμαιότερον ἐξεκάετο. δείσας οὖν περὶ τῷ σώφρονι 7 πρόσειμι τῇ κορυφαίᾳ τῶν ἀποστόλων δυάδι Πέτρῳ καὶ Παύλῳ, καὶ τούτοις ἐδεόμην ἀμῦναί μοι κινδυνεύοντι. ὑπνώττων τοίνυν νυκτὸς ὁρῶ τὼ ἄνδρε μοι ἐφεστῶτε, καὶ ὁ Πέτρος ἔδοξε τοῖς δακτύλοις ἅψασθαι τῆς αἰδοῦς καὶ λέγειν μοι μὴ πτοεῖσθαι,
πῦρ δέ μοι ἐδόκει τὰ παιδογόνα μόρια βόσκεσθαι, ὡς ἐκ τῆς ἀλγηδόνος καὶ τὸν ὕπνον ἀνεῖναί με. ἔκτοτε οὖν μοι τὰ μόρια ταῦτα νενέκρωται καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε. ταῦτα ὁ μάγιστρος Μανουἢλ καὶ θεασάμενος καὶ πυθόμενος , αὐτίκα
WIII 125 τὴν γυναῖκα παραστησάμενος ἠρώτα ὅθεν εἰς τὴν κατὰ τοῦ ἁγίου συκοφαντίαν ὥρμητο, καὶ ἠπείλει, εἰ μὴ πᾶσι θεῖτο τὴν ἀλήθειαν ἔκδηλον, αὐτίκα βασάνοις PII 155 αὐτὴν παραδοῦναι, δι’ ὧν ἂν ἐκβιασθείη ἐκκαλύφαι λαμπρῶς τὸ σκαιώρημα. ἡ δὲ οὐδὲν ἀπεκρύφατο,
ἀλλὰ καὶ τοὺς τοῦ δράματος ἀπήγγειλε πρωτουργοὺς καὶ τὴν ἑαυτῆς ἀπάτην καὶ τοῦ χρυσίου τοῦ μὲν τὴν δόσιν , τοῦ δὲ τὴν ὑπόσχεσιν. ἔμελλον οὖν οἱ κακοῦργοι ταῖς τῶν συκοφαντῶν ὑποβληθῆναι ποιναῖς, ἀλλ’ ὁ μέγας Μεθόδιος αὐτοὺς τῆς τιμωρίας
ἐρρύσατο · καὶ ταῦτα μὲν οὕτω γέγονεν.
Ῥωμαίων ἀρχῆς. πρὸς ταῦτα τοίνυν δηλοῖ αὐτῷ ἡ 8 βασίλισσα ὡς “ ἀντιτάξομαί σοι πάντως κἀγώ, καὶ εἰ μὲν θεοῦ διδόντος ὑπερέξω, ἔσῃ νικηθεὶς ὑπὸ γυναικός, καὶ ὅσον σοι τὸ τῆς αἰσχύνης ὑπόγυον λόγισαι· εἰ δὲ νικήσεις ἴσως αὐτός, οὐκ ἔσται σοι σεμνὸν
τὸ εὐτύχημα γυναῖκα νικήσαντι.” ὡς οὖν ταῦτα τῷ βαρβάρῳ ἠγγέλθησαν , ἀνέστειλαν αὐτῷ τὴν ὁρμήν, καί οἶ συμφέρον ἔκρινεν ἀνανεώσασθαι τὰς σπονδάς, καὶ αὗται ἀνεκαινίσθησαν. ἀδελφὴ δὲ τοῦ ἄρχοντος Βουλγαρίας αἰχμαλωτισθεῖσά ποτε, καὶ ἐν τοῖς βασιλείοις διάγουσα, τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι
καὶ γραμμάτων ἐν μυήσει ἐγένετο. ἔνετο. ταύτην ὁ ἀδελξὸς ἀναδοθῆναί οἶ ἠξίωσε, καὶ ἡ μὲν ἐδόθη αὐτῷ· 9 ὁ δ’ ἀντέδωκεν ἄνδρα τῶν λογίμων Θεόδωρον τὸν Κουφαρᾶν. ἡ δὲ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἀδελφὴ ἀφικομένη πρὸς τὸν ὁμαίμονα ἐνῆγεν αὐτὸν
εἰς τὴν τῶν χριστιανῶν θρησκείαν διὰ παντὸς αὐτῷ περὶ αὐτῆς διαλεγομένη καὶ τὰ χριστιανῶν μυστήρια ἐκθειάζουσα. ὁ δὲ ταῦτα καὶ παρὰ τοῦ Κουφαρᾶ προκατήχητο, ἀλλ’ οὔπω ἐπέπειστο τῶν πατρίων ἀποστῆναι ἐθῶν. λιμὸς δὲ τοῖς Βουλγάροις συμβὰς καὶ
αὐτὸν καὶ τὸ ἔθνος εἰς θεοσέβειαν μετερρύθμισεν. ὁ μὲν γὰρ τὸ ἔθνος ἅπαν ἐπίεζε, καὶ οὐκ ἦν ἀποφυγὴ τοῦ κακοῦ, φθορὰ δὲ τοῦ ἔθνους ἐγίνετο, καὶ ὁ σφῶν ἀρχηγὸς ἦν διὰ τοῦτο περιαλγής , καὶ ἀπορήσας 10 εἰς τὸν παρὰ τῆς ἀδελφῆς αὐτῷ καταγγελλόμενον
καταφεύγει θεόν, καὶ τοῦτον τοῦ λιμοῦ λυτῆρα καὶ τῆς τοῦ ἔθνους φθορᾶς ἐπεκέκλητο. ὡς δ’ ἐνεργὴς ἦν ἡ ἐπίκλησις καὶ τῶν κακῶν ἀπηλλάγησαν, ἔγνω τοῦ ἐπικληθέντος τὴν δύναμιν, καὶ ἀξιοῖ σταλῆναι αὐτῷ τινα τὸν τὸ μυστήριον αὐτὸν μυήσοντα
τῶν χριστιανῶν καὶ τελέσοντα τῷ θείῳ βαπτί- σματι. καὶ ἀπεστάλη μὲν ἀρχιερεὺς πρὸς αὐτόν · ὁ δὲ καὶ ἐμυήθη καὶ ἐβαπτίσθη. οἱ Βούλγαροι δὲ ὡς τῆς πατρίου δόξης ἀποστάντος κατ’ ἐξανίστανται τοῦ σφῶν ἀρχηγοῦ καὶ ἐζήτουν αὐτὸν ἀνελεῖν. ὁ δὲ τῷ
τοῦ σταυροῦ σημείῳ θαρρήσας προπορευομένῳ αὐτοῦ νικᾷ τοὺς ἀντιστάντας αὐτῷ, καὶ οὕτω πάντες εἵλοντο τὰ τῶν χριστιανῶν. εἶτα διεπρεσβεύσατο ὁ PII 156 τούτων ἐξάρχων πρὸς τὴν βασίλισσαν , αἰτῶν γῆς αὐτῷ παραχωρηθῆναι Ῥωμαϊκῆς, στενοχωρεῖσθαι γὰρ τὸ ἔθνος αὐτοῦ, καὶ ἀιδίους σπονδὰς πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν ἐπαγγελλόμενος, καὶ ἡ βασιλὶς τὴν αἴτησιν ἐξεπλήρωσε , καί οἶ τῆς ἀπὸ τῆς λεγομένης
Σιδηρᾶς παρεχώρησε χώρας, ἣ τὰ Ῥωμαίων καὶ Βουλγάρων διόριζε πρίν, μέχρι τῆς Δεβελτοῦ· WIII 126 ἤν λαχόντες οἱ Βούλγαροι κέκληκας ἴ’ Ζαγορᾶν. κἀντεῦθεν εἰρήνη γέγονε περὶ τὰ ἑσπέρια. κατὰ δὲ τὴν ἑῴαν τὸ τῶν Μανιχαίων γένος ἦν παμπληθές, οἳ
καὶ Παυλικιανοὶ ἀγροικότερον πρὸς τοῦ δημώδους 11 ὄχλου καλοῦνται , ἐκ Παύλου καὶ Ἰωάννου τῆς κλήσεως συγκειμένης αὐτοῖς· τὼ δ’ ἄνδρε τούτω παρὰ Μανιχαίοις ἐγενέσθην ὀνομαστώ, εἰ καὶ μὴ τι αἱρεσιάρχα καὶ τῆς κακοδοξίας γεννήτορε, ζηλωτὰ δὲ
ταύτης καὶ σπουδαστὰ διαφερόντως καὶ κήρυκε. καὶ τούτους τοίνυν ἡ βασιλὶς εἰς νοῦν ἐβάλετο μεταγαγεῖν εἰς ὀρθοδοξίαν ἐκ τῆς αἱρέσεως, καὶ στέλλει τοὺς τοῦτο σπεύσοντας ἄνδρας τῶν ἐπιφανεστέρων. οἱ δὲ ἀδεξίως τὸ πρᾶγμα καὶ ἀφυῶς ἐπιφανεστέρων.
νοὶ οὐ μόνον ἀνήνυτον ἔθεντο τὴν σπουδήν, ἀλλὰ καὶ εἰς ἀποστασίαν ὁρμῆσαι τὸ γένος ὅλον εἰς μυρεάδας πολλὰς ἀριθμούμενον ἐβιάσαντο. ὃ καὶ τοῖς 12 ἐξ Ἰσμαὴλ συμμιγνύμενον κατὰ Ῥωμαίων σὺν αὐτοῖς ἐστρατεύετο, καὶ πολλῶν γέγονεν αὐτοῖς αἴτιον συμφορῶν.
ὁ δέ γε βασιλεὺς Μιχαὴλ τὸν μείρακα παρελάσας καὶ νεανίσκοις ἄρτι καταλεγόμενος ἴε παρ’ ἄλλοις τὴν τῆς βασιλείας βλέπων διοίκησιν, ἠρέθιστο δὲ καὶ πρὸς τοῦ πρὸς μητρὸς θείου τοῦ Βάρδα τῆς αὐταρχίας πρὸς ἔρωτα · εἶς δ’ ἦν καὶ
οὗτος τῶν ἐπιτρόπων τοῦ Μιχαήλ. διαφορᾶς δέ ποτε τῷ μαγίστρῳ Μανουὴλ γενομένης πρὸς τὸν λογοθέτην τοῦ δρόμου Θεόκτιστον , καὶ ἄμφω δὲ συνεπιτρόπω τοῦ βασιλέως ἐτυγχανέτην, ὁ Μανουὴλ τῶν ἀνακτόρων ὑποχωρεῖ, ἦν γὰρ ἐκεῖ διαιτώμενος, 13 καὶ εἰς τὸν οἰκεῖον οἶκον μεταχωρεῖ, κἀκεῖθεν εἰς τὰ
βασίλεια ἀπιὼν τῶν διοικήσεων εἴχετο. τοῦτο τῷ Βάρδᾳ θυμηρέστατον ἔδοξεν· ἀποσκευάσασθαι γοῦν καὶ τὸν Θεόκτιστον διὰ σπουδῆς αὐτῷ ἦν· βασιλειῶν γὰρ ἐδεδοίκει τοῦτον ὥς οἱ πρὸς τοὔργον ἀντιστησόμενον. τῷ βασιλεῖ τοίνυν παιδαγωγὸς ἦν,
ἀνδράριόν τι φαῦλον καὶ πονηρόν, ὅν δι’ ἐφέσεως εἶχεν ὁ βασιλεὺς ἀξιώματι τῶν λαμπροτέρων τιμῆσαί τινι, καὶ ἐποιεῖτο περὶ τούτου πρὸς τὴν μητέρα ἀξίωσιν. ὁ δὲ Θεόκτιστος μὴ δεῖν ἔλεγε μείζονι τὸν παιδαγωγὸν τῆς ἑαυτοῦ καταστάσεως τιμηθῆναι
τιμῇ, ἔνα μὴ ἀτιμοῖντο τὰ ἀξιώματα. ἐντεῦθεν δι’ ἔχθρας ἦν τῷ παιδαγωγῷ ὁ Θεόκτιστος. τοῦτο τοίνυν ὁ Βάρδας τῆς οἰκείας σπουδῆς προυστήσατο PII 157 σύστασιν, καὶ διὰ τοῦ παιδαγωγοῦ ποικίλας διαβολὰς ἐνήχει τοῖς τοῦ βασιλέως ὠσί, καὶ τὴν ἐλαφρίαν αὐτοῦ
κατὰ τοῦ Θεοκτίστου ὑπέκνιζε, καὶ τέλος ἐκ μέσου αὐτὸν ποιήσασθαι ὑποτίθησι. τοῦτο δὲ μὴ ἄν ἄλλως γενήσεσθαι ἀνυστόν, εἰ μὴ ἀναιρεθείη ὁ ἄνθρωπος· ζῶντος γὰρ ἀνθέξεσθαί τε αὐτοῦ τὴν βασιλίδα καὶ περιέξεσθαι. ὡς γοῦν ὁ τοῦ ἀνδρὸς κεκύρωτο
θάνατος , ἐπιτετήρητο ἐκ τῶν τῆς βασιλίδος ἐξιὼν θαλάμων · ἦν γὰρ ἀναφέρων αὐτῇ περὶ ἀναφορῶν καὶ διοικήσεων · κἀκεῖθεν ἐξιόντι καθιᾶσιν αὐτῷ τὸν σφαγέα. ὁ δὲ γυμνὸν ἰδὼν τὸ ξίφος ἠρμένον καθ’ ἑαυτοῦ, σκάμνον εἰσέδυ, καὶ ὁ σφαγεὺς
κατὰ τῆς αὐτοῦ γαστρὸς τὸ ξίφος ὠθεῖ καὶ τοῦ 14 Βάρδα ξίφος ἐσπασμένου καὶ ἀνασείοντος, καὶ ἀπειλοῦντος πλήξειν αὐτῷ τὸν ἀμυνοῦντα τῷ θνήξοντι. . ὁ μὲν οὖν Θεόκτιστος ἀνῄρητο ὥσπερ εἴρηται. ἡ δέ γε βασιλὶς ὡς ἔγνω τὸ γεγονός , ἐξέθορε τοῦ θαλάμου γοωμένη καὶ τῷ υἱῷ λοιδορουμένη καὶ τῷ ὁμαίμονι, ἐπαρωμένη τε καὶ ἀμφοῖν τοιούτῳ τέλει τὸν WIII 127 βίον ὑπεξελθεῖν. ὁ δὲ Βάρδας ἐπισυνάπτων κακὸν
τῷ κακῷ καὶ τὰ πρὸς τὴν οἰκείαν μελέτην οἰκονομούμενος, καὶ αὐτὴν τὴν βασιλίδα Θεοδώραν συνεβούλευσε τῶν ἀνακτόρων κατενεγκεῖν. ἡ δὲ συνεῖσα τὸ βουλευόμενον, ἀντιστῆναι οὐχ ᾑρετίσατο , ἵναμὴ σφαγαὶ ἀνθρώπων συμβῶσι. μεταπεμψαμένη δέ γε
15 τοὺς τῆς βουλῆς , ‘‘αὐτὴ μέν” ἔφη ‘‘τῶν βασιλείων ἐξίσταμαι· ἵνα δὲ μὴ ἔχῃ λέγειν ὁ βασιλεὺς ὡς κενὰ θησαυρῶν τὰ ταμιεῖα εὕρηκε τὰ βασίλεια, διὰ τοῦτο ὑμῖν τὰ τεθησαυρισμένα δηλῶ·” καὶ αὐτίκα τοὺς ταμίας εἰπεῖν ἐκέλευε τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου
τὸν ἀριθμόν. οἶ δὲ χίλια μὲν καὶ ἐνενήκοντα χρυσίου ἔχειν κεντηνάρια κατετίθεντο, ἀργύρου δὲ ὡσεὶ τρισχίλια κεντηνάρια. ἡ δὲ βασιλὶς ‘‘πρὸς τούτοις” ‘‘καὶ ἄλλος πλοῦτος πολὺς καὶ παντοδαπὸς τεθησαύρισται·” καὶ ταῦτα εἰποῦσα τῶν ἀνακτόρων
ἀπῆλθεν.
τὰ ταμιεῖα κεκένωτο , ὁ δὲ καιρὸς ἐφίστατο τῆς τοῖς ἀξιώμασιν ἀνηκούσης διανομῆς, καὶ οὐκ εἶχεν ὅθεν ταύτην ποιήσεται, τὴν πλάτανον τὴν χρυσῆν καὶ τοὺς διττοὺς λέοντας καὶ τοὺς τοσούτους γρῦπας καὶ τὰ ὄργανα , ἐκ χρυσοῦ ἅπαντα εἰργασμένα , εἰς
κόσμον ὄντα τῆς βασιλείας, ἔκπληξιν δὲ ἐμποιοῦντα τοῖς ἐξ ἐθνῶν, χωνεύσας , δέδωκεν εἰς τὸ κοπῆναι νομίσματα δι’ αὐτῶν. ἀλλὰ μέντοι καὶ ἐπὶ βασιλικαὶς στολαῖς τοῦτο ἐποίησεν, ὧν τινα ἐκείνου φθαρέντος ἔτι περισωζόμενα ὁ μετ’ αὐτὸν βασιλεύσας PII 158 Βασίλειος ἀνεκομίσατο, τρία μόνα κεντηνάρια εὑρηκὼς
ἐκ τῆς ἀπηριθμημένης ποσότητος. τὴν ἑαυτοῦ δὲ μητέρα ὁ Μιχαὴλ τῶν βασιλείων ὑποχωρήσασαν οὐκ εἴασεν ἠρεμεῖν , ἀλλ’ ὑποθήκαις τοῦ Βάρδα πέμψας ἀποκείρει καὶ αὐτὴν καὶ τὰς ἀδελφὰς καὶ ἐν τῷ οἴκῳ τοῦ Καριανοῦ περιορίζει καὶ ὅσα προσῆν
ἀφαιρεῖται. τούτοις ἡ Θεοδώρα πληγεῖσα τὴν ψυχὴν μεταχωρεῖ πρὸς τὰς ἐκεῖθεν μονάς , ὀλίγον τῇ συμφορᾷ ἐπιζήσασα. αἶ δὲ θυγατέρες αὐτῆς καὶ τοῦ βασιλέως ὁμαίμονες ἤντλουν τὰ αὐταῖς ἐπενηνεγμένα κακά, ἃς ὁ Μακεδὼν μετὰ ταῦτα Βασίλειος τῆς βασιλείας
ἐπιλαβόμενος πρὸς τὴν τῆς πρὸς μητρὸς αὐταῖς 17 μάμμης μονήν, ἣ Γαστρία καλεῖται, ἀπήγαγε. τῆς δὲ τοῦ βασιλέως μητρός, ὡς εἴρηται, τῶν ἀνακτόρων ἐκστάσης, ἡ πᾶσα τῆς βασιλείας διοίκησις ὑπὸ τὸν Βάρδαν ἐγένετο, τιμηθέντα καουροπαλάτην
πρὸς τοῦ ἀνεψιοῦ. εἶτα ἐκστρατεύει ὁ Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, ἄρτι πρώτως ὑπηνήτης γινόμενος, καὶ πόλιν αὐτῶν τὰ Σαμόσατα, αὕτη δὲ τῶν παρευφρατιδίων ἐστί, πολιορκεῖν ἐπεχείρησεν. οἶ δ’ Ἰσμαηλῖται τῆς πόλεως τὰς πύλας τοῖς πολιορκοῦσιν ἐπιζυγώσαντες
ἐντὸς ἔμενον, δόκησιν διδόντες αὐτοῖς ὡς δειλαινόμενοι ἔνδον τοῦ περιβόλου συνέκλεισαν ἑαυτούς. τοῦτο τοὺς Ῥωμαίους εἰς θράσος ἤνεγκε, καὶ 18 ἀπερισκέπτως ἐσκήνωντο καὶ ἀφυλάκτως ἐσκίδναντο. ἐπὶ τρισὶ δ’ ἡμέραις ὑποκριθέντες δειλίαν οἶ ἐκ τῆς
Ἄγαρ ἀθρόον τὰς πύλας ἀναπετάσαντες μετὰ ῥύμης σφοδρᾶς καὶ ἀλαλαγμοῦ τῷ τῶν Ῥωμαίων ἐπίασι χάρακι, καὶ οὐδεὶς ὑπέστη τὴν τούτων ὁρμήν, πρὸς δρασμὸν δ’ οἱ πάντες ἀπεῖδον, καὶ καταλαμβανόμε- WIII 128 νοι οἱ μὲν ἀνῃροῦντο, οἱ δ’ ἐζωγροῦντο. ὅτε καὶ οἱ Μανιχαῖοι τοῖς Ἰσμαηλίταις συμμαχοῦντες πολλοὺς τῶν ἐπιφανῶν ἐζώγρησαν στρατηγῶν, καὶ χρημάτων αὐτοὺς μεγάλων ἀπέδοντο. τότε τοίνυν μικροῦ καὶ
ὁ βασιλεὺς ἂν ἐλήφθη αὐτός, εἰ μὴ τῇ ταχυτῆτι 19 τοῦ ἵππου τοὺς πολεμίους ὑπεκδραμὼν διασέσωστο. ἐλήφθη δὲ τὸ στρατόπεδον καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἡ πρὸς ὑπηρεσίαν τοῦ βασιλέως ἀποσκευὴ καὶ τἄλλα πάντα διήρπαστο. τότε μὲν οὗν ὑπέστρεψεν ὁ Μι-
χαήλ. αὖθις δὲ τοὺς Ἀγαρηνοὺς ἐπιόντας ταῖς τῶν Ῥωμαίων χώραις μαθὼν ἔξεισι κατ’ αὐτῶν μετὰ βαρυτέρας δυνάμεως. οἳ διὰ δυσόδων τόπων, ἐπιτόμων δέ, διελθόντες ἀπροσδόκητοι τῷ ‘ Ρωμαίων έπὴλθον στρατῷ, καὶ τρέπονται τοῦτον. ἥλω δ’ ἂν καὶ
ὁ βασιλεύς, εἰ μὴ ὁ μάγιστρος Μανουὴλ τῶν σχολῶν τυγχάνων δομέστικος αὐτὸν διεσώσατο. οἱ δ’ ἐναντίοι κακοῦντες τὰ Ῥωμαίων οὐκ ἔληγον. στέλλεται γοῦν κατ’ αὐτῶν ὁ τοῦ βασιλέως μητράδελφος ὁ Πετρωνᾶς μετὰ Ῥωμαϊκῶν δυνάμεων αὐτοῖς ἀντι-
PII 159 τάξασθαι. ὁ δὲ οὐκ ἐθάρρει συμβολήν, ἀλλ’ ἐδειλία τὸν πόλεμον. μαθὼν οὖν ἐν ὄρει τινὶ μοναχὸν ἀσκούμενον τὴν ἀρετὴν διαβόητον καὶ προορῶντα τὰ μέλλοντα, ἄπεισι πρὸς αὐτὸν καὶ ἐρωτᾷ εἰ τῷ πολέμῳ ἐπιχειρήσειε· καὶ ὃς ἐπιτρέπει καὶ νίκην αὐτῷ
ἐπαγγέλλεται. ἀπῆλθε τοίνυν ὁ Πετρωνᾶς καὶ τοῖς ἐναντίοις προσέβαλε , καὶ ἡττᾶται μὲν ἡ τῶν Ἀγαρηνῶν στρατιά, πίπτει δὲ ὁ ταύτης κατάρχων Ἄμερ. ὁ δὲ τούτου υἱὸς ἐκ τοῦ πολέμου ἀπών, εἰς γὰρ λείαν ἐτύγχανεν ἀποδεδημηκώς , τὴν ἧτταν καὶ τὴν
φθορὰν μαθὼν τοῦ πατρὸς ἀπεδίδρασκεν, ἀλλὰ καὶ οὗτος ἐν τῷ δρασμῷ συλληφθεὶς παρεδόθη τῷ στρα- τηγῷ. λέγεται δὲ πρὸ τοῦ πολέμου τούτου ὁ Ἄμερτῶν αἰχμαλώτων πυθέσθαι τινὸς ὅπως ὁ τόπος ἐν 20 ᾧ ἐστιν ἡμῖν ἡ παρεμβολὴ καλοῖτο καὶ ὅπως ὁ παραρρέων λέγεται ποταμὸς καὶ τίνος ἡ ὅλη ἐκείνη χώρα
ἔτυχε κλήσεως. ὡς δὲ τὴν μὲν χώραν Λαλακάωνα εἶπεν ἐκεῖνος κεκλῆσθαι, Πτώσαντα δὲ τὸν τόπον τοῦ χάρακος καὶ Γυρὴν τὸν ποταμόν , ἐκεῖνος ἐκ τῶν ὀνομάτων τούτων οἰωνισάμενος ἔφη τ’ ἃς κλήσεις ταύτας οὐκ αἴσιον αὐτῷ τὸ τοῦ πολέμου τέλος
παραδηλοῦν. λαοῦ μὲν γὰρ κάκωσιν ἐκάλει τὸν Λαλακάωνα, πτῶσιν δὲ σημαίνειν τὸν Πτώσαντα, γυρωθῆναι δὲ μέλλειν ὑπὸ τῶν ἐναντίων αὐτοῦ ’ς ἐκ τῆς τοῦ ποταμοῦ κλήσεως ἐμαντεύετο. τὰ μὲν οὖν τῆς νίκης οὕτως εἶχον τῷ Πετρωνᾷ · ὁ δὲ τροπαιοφόρος
ἐπανῆκεν εἰς τὸ Βυζάντιον, καὶ ὑπεδέχθη μετὰ 21 τιμῆς , καὶ τῶν σχολῶν προεβλήθη δομέστικος. ἤδη γὰρ ὁ Μανουὴλ ἀπεβίω. ἀπεβίω. μετὰ βραχὺ δὲ καὶ αὐτὸς ἀπέτισε τὸ χρεών.
τὴν μὲν τῶν πραγμάτων διοίκησιν , ὡς ἠβούλετο, διετίθετο. ὁ γὰρ Μιχαὴλ οὐδενὸς ἐπεστρέφετο, μόνοις δὲ θεάτροις καὶ ἱππηλασίαις ἐσχόλαζεν, οὐκ ἄλλων ἡνιοχούντων, αὐτοῦ δ’ ἐκείνου τοῦ αὐτοκράτορος καὶ ἁρματηλατοῦντος τοῦ Αὐγούστου, καὶ
ἀγωνιζομένου τοῦ βασιλέως καὶ ἀντὶ τῆς βασιλείου στολῆς ἐνδεδυκότος ἡνιόχου στολήν. οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ’ ὅτι καὶ τοὺς ἐν ἀξιώμασι καὶ τιμαῖς ὑπερέχοντας τοὺς μὲν αὐτῷ συναγωνίζεσθαι, 22 τοὺς δ’ ἀνταγωνίζεσθαι ἐν ταῖς τῶν ἵππων
ἁμίλλαις καὶ ἁρματηλατεῖν κατηνάγκαζε. ποτὲ τοίνυν αὐτὸς μὲν ἠμφίεστο τὸ χρῶμα τὸ βένετον , ὁ δὲ τοῦ δρόμου λογοθέτης τὸ πράσινον , καὶ ἕτεροι τῶν ἐπιφανεστέρων τὰ ἕτερα· καὶ ἤδη τῶν ἁρμάτων ἐπέβησαν. ἐν τούτῳ δὲγράμματα τῷ πρωτονοταρίῳ WIII 129 τοῦ δρόμου παρά του πεφθακότος ἄρτι ἐνεχειρίσθησαν, ὡς ἐν τοῖς Μελαγγείοις ἐστρατοπεδεύσαντο οἱ Σαρακηνοὶ διαγγέλοντα· ταῦτα δ᾿ εἰσὶν ἃ νῦν
ἀγροικότερον καλεῖται Μαλάγινα. ὁ γοῦν πρωτονοτάριος σκυθρωπάσας ἐπὶ τῇ ἀγγελίᾳ προσῆλθε τῷ βασιλεῖ, καὶ ταῦτα ἐδίδασκε καὶ ὑπεδείκνυ τὰ γράμματα. PII 160 ὁ δὲ ὀργίλον τι καὶ μανικὸν αὐτῷ ἐνιδὼν “ἐν Τοιούτῳ μοι” ἔφη “ἀγῶνι ὄντο καὶ τὸν μέσον εὐώνυμον
Καταστήσασθαι σπεύδοντι αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς διαλέγῃ μοι;” Τοιοῦτος ὁ Θαυμάσιος ἐκεῖνος ἦν βασιλεὺς καὶ οὕτω περὶ τῶν κοινῶν πραγμάτων καὶ τῆς βασιλείας ἐφρόντιζεν. ἐκείνου δὲ τοῦτον διακειμένου τὸν τρόπον, ὁ Βάρδας
ἔστρεφε τὰ πάντα και ἦγεν ὅπῃ ἦν αὐτῷ πρὸς βουλῆς, καὶ εἰς τὴν τοῦ Καίσαρος ἀναβεβήκει τιμὴν καὶ ἑαυτῷ τὴν βασιλείαν ἐμνᾶτο, καὶ εὐκαιρίαν ἐζήτει, ἵν᾿ αὐτῆς ἐπιτεύξοιτο. Οὐδὲν δέ οἱ εἴργαστο ἀγαθὸν ἢ τὸ τῶν λόγων φροντίδα θέσθαι πολλήν.
ἠμέλητο γὰρ τὰ τῆς φιλοσοφίας καὶ ἀπέσβη σχεδὸν εἰς τὸ παντελές, ὡς μηδ᾿ ἔναυσμά τι περιλειφθῆναι αὐτῆς. Τοῦτο δὲ ἡ τῶν κρατούντων εἴργαστο ἀλογίας. ὁ δὲ καὶ διατριβὰς ἑκάστῃ ἀφώρισε τῶν ἐπιστημῶν καὶ διδασκάλους προυστήσατο καὶ σιτήσεις
23 δημοςίας τούτων ἑκάστῳ ἀπένειμεν· ἐπὶ πᾶσι δὲ διδάσκαλον ἐγκατέστησε τὸν φιλόσοφον Λέοντα, οὗ κλέος ἐπὶ σοφίᾳ πολύ, ὃς καὶ τῷ βασιλεῖ Θεοφίλῳ γέγονεν ἔντιμος ἐκ τρόπου τοιοῦδε. Πολλῶν αὐτῷ φοιτητῶν ὄντων, ἕνα συνέβη τούτων τοῖς Σαρακηνοῖς
γενέσθαι ἁλώσιμον, ᾧ τὰ τῆς γεωμετρίας μεμύητο ἀκριβῶς, καὶ οὗτος τῶν παρὰ τοῖς βαρβάροις ἐπισήμων τινὶ δουλεύειν ἀπονενέμητο. ἦν δ’ ὁ τότε 24 τῶν ἐκ τῆς Ἄγαρ προεστηκὼς φιλολογῶν καὶ φιλοσόφων θεωρημάτων ἐπιμελῶς ἀκροώμενος, πλέον δὲ τῶν ἄλλων ταῖς γεωμετρικαῖς μεθόδοις προσκείμενος.
ἐφοίτα δὲ καὶ ὁ τοῦ αἰχμαλώτου δεσπότης παρὰ τὸ ἀκροατήριον, καί ποτε αὐτῷ καὶ ὁ αἰχμάλωτος εἵπετο, καὶ τῶν διδασκόντων ἀκούσας καὶ σχήματα τούτους ἰδὼν διαχαράττοντας γεωμετρικὰ ἀρχήν τε τὸ τρίγωνον παντὸς εἶναι διδάσκοντας σχήματος, ὥστ’ ἐξ
αὐτοῦ ἅπαν σχῆμα συνίστασθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι, καὶ ὡς πάντων ὁ κύκλος τῶν ἰσοπεριμέτρων αὐτῷκαὶ ἰσοπλεύρων ἐστὶ πολυχωρητότερος, καὶ ἄλλα τοιαῦτα, ἤρετο τὸν ἑαυτοῦ κύριον ὁ αἰχμάλωτος εἰ 25 πύθοιτο τῶν διδασκάλων περὶ ὧν διδάσκουσι· καὶ
ὃς ἐπέτρεψεν. ὁ δὲ τοὺς λόγους τῶν διδασκομένων ἐζήτει σαφηνίσαι αὐτούς. οἶ δ’ ἠπόρουν πρὸς τοῦτο, καὶ ὁ ἀρχηγὸς τῶν Ἀγαρηνῶν προσκαλεσάμενος τὸν αἰχμάλωτον , “ σὺ δ' ” ἔφη ‘‘δύναιο ἂν ἀποδοῦναι τοὺς λόγους τούτους;” κἀκεῖνος κατέθετο. ‘‘οὐκοῦν
λέξον εἶπε. καὶ ἀρξάμενος ὁ αἰχμάλωτος ἐσαφήνιζεν ἕκαστον καὶ λόγους ἀπεδίδου καὶ τὰς αἰτίας κατέλεγε. καὶ οἶ ἀκούοντες ἐν συνέσει τῶν λεγομένων ἐγίνοντο καὶ ὀξύτερον ἐπέβαλλον τοῖς θεωρήμασι, καὶ σφίσιν ηὐρύνετο ἡ διάνοια καὶ τὸν ἄνδρα
ἐθαύμαζον ἤροντό τε εἰ καὶ ἄλλους ἔχει τοιοίτουσ PII 161 ἡ Κωνσταντίνου. ὁ δὲ “πολλούς” ἔφη “ κρείττους ἐμοῦ κέκτηται, ἴνα δὲ τῶν ἁπάντων διδάσκαλον, ἄνδρα ἐν τοῖς τῆς φιλοσοφίας λόγοις παντὶ ἀπαράμιλλον.” ἔρωτι τοίνυν ἀκούσας ταῦτα ὁ τῶν Ἀγαρηνῶν
ἀρχηγὸς ἑάλω τοῦ διδασκάλου ἐκείνου, καὶ ἤθελεν ἐλθεῖν εἰς θέαν τούτου καὶ εἰς ἀκρόασιν, καὶ ἐγχαράξας ἐπιστολὴν πρὸς τὸν ἄνδρα παρακαλοῦσαν WIII 130 ἀφικέσθαι καὶ μεταδοῦναι αὐτῷ τῆς σοφίας αὐτοῦ, διὰ τοῦ αἰχμαλώτου στέλλει αὐτήν, φιλοτίμως τοῦτον δεξιωσάμενος. ὡς δέ οἶ ἐκεκόμιστο ἡ γραφή, δείσας μὴ αἰτιαθείη ὡς γράμμα δεξάμενος ἐξ ἐχθρῶν, τῷ λογοθέτῃ τοῦ δρόμου ἐγχειρίζει τὸ ἐπιστόλιον
26 καὶ παρίστησι τὸν αἰχμάλωτον, κἀκεῖνος τὴν ὑπόθεσιν διηγήσατο. ἐντεῦθεν γνώριμος ὁ φιλόσοφος Λέων τῷ Θεοφίλῳ ἐγένετο καὶ εὐεργετεῖται καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, εἶτα καὶ ἀρχιερεὺς χειροτονεῖται Θεσσαλονίκης. θανόντος μέντοι τοῦ
Θεοφίλου , καὶ τῶν εἰκονομάχων ἀρχιερέων καθαιρέσει ὑποβληθέντων, καὶ ὁ Λέων οὑτωσὶ συγκαθῄρητο, ὅτι μὴ τιμὴν ταῖς θείαις εἰκόσιν ἀπένεμε. τοῦτον οὖν ὁ Βάρδας σχολάζοντα εὑρηκὼς τῶν λοιπῶν διδασκάλων ἐπέκεινα ἔταξε, καὶ οὕτως ἀναθηλῆσαι
τοὺς λόγους ἐποίησε, καὶ εἰς ἐπίδοσιν προήωεγκεν οὐ διὰ μακροῦ. καὶ τοὺς νόμους δὲ τοὺς πο- 27 λιτικοὺς ἀνηβῆσαι πεποίηκε, φοιτῶν αὐτὸς εἰς τὰ δικαστήρια, ἤδη καὶ τῆς τούτων γνώσεως σχεδὸν ἐκλελοιπυίας παντάπασιν. ἡ μὲν οὖν περὶ τὰς ἐπιστήμας
καὶ τὰ μαθήματα τοῦ Βάρδα σπουδὴ ἀξιἐπαινος, τὰ δ’ ἄλλα καὶ λίαν ψεκτὰ καὶ κατάπτυστα. τοῦ γὰρ ἱεροῦ Μεθοδίου ἔτη τὴν ἐκκλησίαν ἰθυναντος τέσσαρα καὶ πρὸς τὰς ἀιδίους μεταστάντος μονάς, ὁ μοναχὸς Ἰγνάτιος τῆς ἐκκλησίας προέστη, ὃς
θυγατριδῆς μὲν ἦν Νικηφόρου τοῦ βασιλέως τοῦ ἀπὸ γενικῶν, υἱὸς δὲ Μιχαὴλ βασιλέως τοῦ Ῥαγγαβἐ, καὶ μετὰ τὴν ἐκ τῆς βασιλείας ἀπόπτωσιν τοῦ πατρὸς αὐτοῦ, παρὰ τοῦ Λέοντος ἐκτομίας γενόμενος, ἐκείρατό τε τὴν τρίχα καὶ ἐπὶ μακρὸν ἀσκητικοῖς ἱδρῶσι
τὸ σαρκίον ἐδάμασεν , ὃν ἡ βασιλὶς Θεοδώρα τὰ τῆς 28 βασιλείας ἰθύνουσα εἰς τὸν ἀρχιερατικὸν τῆς Κων- σταντινουπόλεως ἀνήγαγε θρόνον. οὗτος τοίνυν ὁ θεῖος τὸν Καίσαρα Βάρδαν, τὴν γαμετὴν ἀναιτίως ἀποπεμψάμενον , συμφθείρεσθαι δὲ λεγόμενον τ’ῇ νύμφῃ τῆ ἑαυτοῦ, τῶν ἱερῶν ἐπιβῆναι περιβόλων
ἐκώλυεν. ὁ δὲ διὰ τοῦτο τῆς ἐκκλησίας μεθίστησι τὸν ἀρχιερέα, καὶ πολλὰ κακώσας τέλος ἐγκλείει τάφῳ. εἶτ’ ἐκεῖθεν ἐξενεγκὼν εἰς Μιτυλήνην τὴν νῆσον ὑπερορίζει. καὶ οὐ τοῦτον μόνον οὕτω διέθετο, ἀλλὰ καὶ πλείους ἄλλους τῶν ἀρχιερέων,
ὅσοι τῷ Ἰγνατίῳ γεγόνασι σύμψηφοι αὐτὸν ἀφορίσαντι· προχειρίζεται δὲ πατριάρχην τὸν Φώτιον, ἄνδρα τῶν ἐπισήμων ὀνομαστότατον. τότε τυγχάνοντα καὶ ἐν λόγοις ὀνομαστότατον. ὡς δ’ ἔτυχε PII 162 παρεῖναι καὶ τοποτηρητὰς τοῦ πάπα Ῥώμης κατὰ
τῶν εἰκονομάχων σταλέντας , κἀκείνους ὁ Βάρδας πείθει τῆς ἑαυτοῦ γενέσθαι γνώμης. ἐν γοῦν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ ἀθροισθέντες ἄγουσι καὶ τὸν ἱερώτατον Ἰγνάτιον ἐκ τῆς ὑπερορίας, καὶ ποι τοῦτον ὑπὸ καθαίρεσιν. καὶ ταῦτα μὲν ὧδέ
πῃ συμβέβηκε.
τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν. ἀλλὰ καὶ 29 οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι
τῆς γῆς συμβεβήκασιν , ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ’ οὐδὲν τῶν ἱππηλάτων ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ WIII 131 ἁγίου Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππηλάσια. ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασιλεῖς ἐπενόησαν , ἵνα μὴ
ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χώραις τῶν Ῥωμαίων 30 εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου μετεώρου τινὸς ἐδομήσαντο φρούριον , Λοῦλον κεκλημένον , καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον,
ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαηλιτῶν, , ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς δὲ κατὰ τὸν Αἰγιαλὸν ἰδοῦσι τοῦτον ᾔρετο ἄλλος, καὶ τοῖς κατὰ τὸν Μίμαντα ἕτερος, καὶ οἱ κατὰ τὸν Κύριζον αὖθις ἐφρυκτώρουν,
καὶ οἱ κατὰ τὸν Μώκιλον ὁμοίως ἐπύρσευον, καὶ ἐπὶ πᾶσιν ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ πυρσὸς ᾔρετο. οὓς ὁρῶντες οἶ ἐν ταῖς χώραις διὰ βραχέος εἰ ὀχυρώματα συνέκλειον ἑαυτοὺς 31 καὶ τὰς τῶν βαρβάρων λεηλασίας ἐξέκλινον. ἐκ δὲ
τοῦ βουνοῦ τοῦ ἁγίου Αὐξεντίου τῷ βασιλεύοντι τῆς τῶν δυσμενῶν ἐπιδρομῆς ἐδίδοτο γνῶσις. ἔνα τοίνυν μὴ ἀνακόπτοιτο τῶν ἱππηλάτων ἀγώνων, ἐν καιρῷ τούτων πολλάκις τῶν πυρσῶν αἰρομένων, τῶν τῇ βασιλίδι γειτονούντων πυρσῶν σχολὴν κατεψηφίσατο.
κατεγίνωσκε δὲ καὶ τῶν πρότερον βασιλευσάντων, ὅτι μὴ λιτότητι ἔχαιρον, σοβαρότητος δ’ ἀντεποιοῦντο καὶ ὄγκου βασιλικοῦ. ὅθεν αὐτὸς μετριότητα δοκῶν μετιέναι, συνήντησέ ποτε γυναικὶ ἄρτι λουσαμένῃ καὶ οἴκαδε ὑπονοστούσῃ , καὶ τοῦ
ἵππου ἀποβὰς ἀπῄει μετὰ τῆς γυναικὸς σὺν ὀλίγοις τισὶ νεανίαις, οἱ τῶν ἀπορρήτων συμμετεῖχον αὐτῷ, καὶ ἐν τῆ οἰκίᾳ αὐτῆς γεγονὼς καὶ συμμετασχὼν PII 163 τραπέζης αὐτῇ πεζοπορῶν ἀπῄει πρὸς τὰ ἀνάκτορα. καὶ ὁ μὲν ἐν τοῖς τοιούτοις ὡς μέγα τι κατορθῶν ἐβρενθύετο, τοῖς δ’ ἄλλοις ἀνοηταίνειν ἐκρίνετο καὶ
μῖσος ὑπέτρεφον κατ’ αὐτοῦ. οὐχ ἥκιστα δὲ μισητὸς ἐδόκει διὰ τοὺς παρατρεφομένους αὐτῷ ἐναγεῖς νεανίας, οἱ πρὸς ἅπαν κακὸν αὐτὸν ὑπεξέκαιον , οἱ καὶ ἀρχιερεῖς ἔπλαττον ἑαυτοὺς καὶ τὴν ἀναίμακτον ἱερουργίαν τελεῖν ὑπεκρίνοντο, καὶ αὐτὸν τὸν Μιχαὴλ
συνιερουργοῦντα δῆθεν ἔχοντες ἑαυτοῖς, παίζοντες ἐν οὐ παικτοῖς, ἢ ὄξος τε μιγνύντες καὶ σίνηπι καὶ σκεύεσι χρυσέοις καὶ λιθοκολλήτοις παρ’ αὐτοῦ χορηγουμένοις τὸ κρᾶμα ἐγχέοντες μετεδίδουν τούτου τοῖς συμμύσταις αὐτῶν καὶ συμπαίστορσιν. ἀλλὰ
πάντα καταλέγειν τὰ τοῦ τοιούτου χοροῦ, οἷς συνθιασώτης 32 καὶ αὐτὸς ὁ βασιλεὺς ἐτύγχανεν ὤν, πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας οὐχ ἥκιστα. ἥκει δ’ ὁ λόγος τὴν τοῦ Βάρδα διηγησόμενος ἀποβίωσιν καὶ τὴν τοῦ κρατοῦντος αὐτοῦ καὶ πρὸ τούτων τὴν τοῦ
Βασιλείου τοῦ Μακεδόνος οἰκείωσιν πρὸς τὸν Μιχαήλ,
Βουλγάρων δ’ ἦν οὗτος ἀρχηγός, τὴν Ἀδριανούπολιν κατασχόντος , καὶ οἶ τούτου γεννήτορες αἰχμάλωτοι γεγονότες εἰς τὴν ἐκείνων χώραν μετήχθησαν, ἀρτιγενὲς τοῦτον καὶ ὑπομάζιον φέροντες. τοῦ Κρούμου 33 δὲ ἀποβεβιωκότος ἤδη ἕτερος τῆς ἀρχῆς τῶν
Βουλγάρων ἐπείληπτο, ὃς πολλάκις ἐν πολέμοις τοῖς πρὸς Ῥωμαίους θραυσθεὶς σπονδὰς πρὸς τὸν τότε κρατοῦντα Ῥωμαίων πεποίητο, καὶ τοὺς αἰχμαλώ- τοὺς ἐλευθερῶσαι συνέθετο, καὶ μέντοι καὶ κατὰ τὰς συνθήκας πεποίηκεν. ἐφήβου δ’ ἦν ἡλικίας τότε ἁψάμενος ὁ Βασίλειος. νηπιόθεν μέντοι πολλὰ σημεῖα γενέσθαι φασὶ τὴν βασιλείαν αὐτῷ προσημαίνοντα, ὧν ἓν ἦν καὶ τὸ ῥηθησόμενον. νήπιος μὲν
ἦν ὁ Βασίλειος, οἱ δὲ τούτου γονεῖς περὶ θέρος ἠσχόληντο καὶ τὸ νήπιον ὑπνῶττον ὑπὸ τὸν ἥλιον ἔκειτο · WIII 132 δὲ πετόμενος πρόσγειος ἡπλωμέναις ταῖς πτέρυξι 34 τῷ βρέφει σκιὰν ἐσχεδίαζεν. ἡ δὲ μήτηρ ὡς εἶδε τὸν ἀετὸν τῷ παιδὶ προσεγγίζοντα, ἦρέ τε τὴν
φωνὴν καὶ προσέδραμε τῷ υἱῷ καὶ λίθοις τὸν ἀετὸν ἀπεδίωκε. τῆς δὲ πρὸς τὸ ἔργον χωρησάσης αὖθις ὁ ἀετὸς προσῄει τῷ βρέφει κοιμωμένῳ , ἐπιτελῶν τὸ λειτούργημα. καὶ ἡ μήτηρ πάλιν τε τεθορύβητο καὶ αὐτὸν ἀπεδίωκεν. ὡς δὲ πολλάκις τοῦτο ἐγένετο,
εἰς συναίσθησιν ἧκε καὶ χρηστὸν ὑπείληφε τὸ πρᾶγμα οἰώνισμα. ἤδη δὲ αὐτοῦ ὑπερβεβηκότος τὸν μείρακα, ὁ πατὴρ μὲν κατέλυσε τὴν ζωήν , ἡ δὲ μήτηρ αὐτοῦ πρὸς τῇ πενίᾳ καὶ τοῖς τῆς χηρείας κακοῖς ἐπιέζετο. ὁ δὲ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων μὴ
εὐπορῶν, ἔγνω μισθῷ πρὸς ὑπηρεσίαν ἑαυτὸν ἐκσοῦναί τινι· καὶ ἄρας ἔρχεται πρὸς τὴν μεγαλόπολιν. ὀψίας δὲ τὴν τῆς πόλεως εἰσελθὼν πύλην, ἣ καλεῖται PII 164 Χρυσεία, παρὰ τῷ ναῷ τοῦ ἁγίου Διομήδους κατέλυσεν οὔπω μονῇ τότε τυγχάνοντι· καὶ πεσὼν
ἔξω τοῦ τεμένους κατέδαρθε. νυκτὸς δὲ τῷ τοῦ ναοῦ νεωκόρῳ ὄναρ ὁ μάρτυς ἐφίσταται, καὶ τὸν βασιλέα ἐντὸς εἰσαγαγεῖν ἐγκελεύεται. ὁ δὲ ἐξελθὼν καὶ τὸν Βασίλειον εὑρὼν ἐπὶ ψιλοῦ τοῦ ἐδάφους ὑπνώττοντα, φάντασμα εἶναι τὸν ὄνειρον ὑπείληφε
μάταιον. ὡς δὲ καὶ αὖθις τὸ αὐτὸ ἐδόκει ὁ ἅγιος ἐγκελεύεσθαι, ὁ δὲ καὶ πάλιν ἐξελθὼν οὐχ ἕτερον εὗρεν ἢ τὸν Βασίλειον , ὑπέστρεψεν ὑπειληφὼς τὰ αὐτά. ἐκ τρίτου τοίνυν ὁ μάρτυς τῷ νεωκόρῳ ἐφίσταται καὶ προτρέπεται αὐτὸν εἰσαγαγεῖν τὸν ἐκτὸς κατακείμενον· ‘‘οὗτος γάρ ἐστιν” ἔφη ‘‘ὁ βασιλεύς.”
ἐξελθὼν οὖν ὁ νεωκόρος ἀνίστησι τὸν Βασίλειον, καὶ ξενίζει τοῦτον παρὰ τῇ κατοικίᾳ αὐτοῦ, καὶ μεταδέδωσιν 35 ὧν εὐπόρει. ἦν δὲ τῷ νεωκόρῳ ὁμαίμων τὴν ἰατρικὴν μετιὼν καὶ τῷ Θεοφιλίτζῃ ὑπηρετῶν. ὁ δὲ Θεοφιλίτζης οὗτος τῷ Καίσαρι Βάρδᾳ καὶ τῷ
βασιλεῖ Μιχαὴλ κατὰ γένος ᾠκείωτο , διὰ τὸ τῆς ἡλικίας βράχιστον ὑποκοριζόμενος καὶ Θεοφιλίτζης καλούμενος. τούτῳ τοίνυν τῷ ἀδελφῷ ὁ νεωκόρος τὸ ἀπόρρητον ἐκκαλύψας ἐνύπνιον ἠξίωσε συστῆσαι τοῦτόν τινι τῶν ἀρχόντων εἰς ὑπηρέτησιν. ὁ δὲ τῷ
οἰκείῳ κυρίῳ τοῦτον συνίστησι. πρότερον δὲ τὸ περὶ τῆς βασιλείας δι’ ὀνειράτων χρησμῴδημα τῷ Βασιλείῳ ἀνεκάλυψαν ἄμφω τὼ ἀδελφὼ καὶ μεμνῆσθαι σφῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ ὅρκοις αὐτὸν προκατέλαβον. 36 ἡσθεὶς οὗν ὁ Θεοφιλίτζης ἐπὶ τῷ Βασιλείῳ,
ἦν γὰρ εὐειδής τε καὶ εὐμήκης καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος, βαθεῖάν τε τρέφων κόμην καὶ ταύτην οὔλην, τοῖς οἰκείοις ἱπποκόμοις τοῦτον ἐπέστησε· πρωτοστράτορα τοῦτον οἶδεν ὀνομάζειν ἡ διάλεκτος ἡ κοινή. ἐζητήθη δὲ καὶ τῷ βασιλεῖ γενναῖός
τις ἱπποκόμος καὶ περὶ τὴν ὑπηρεσίαν ταύτην εὐφυῶς διακείμενος. κεκόμιστο γάρ ποθεν ἵππος τῷ βασιλεῖ Μιχαήλ, εἰς πᾶσαν μὲν ἀρετὴν ἵππῳ πρέπουσαν ἐπιτήδειος, σκληραύχην δὲ καὶ μὴ ῥᾳδίως ἀναβαινόμενος. μένος. τούτου εἰς θέαν ἥκων ὁ βασιλεὺς
ἀναβῆναί τινι τοῦτον ἐπέτρεπεν. πλειόνων δ’ ἐπικεχειρηκότων, ἐκεῖνος ἐθρασύνετό τε καἰ ἐγαυρία 37 καὶ τὸν ἀναβαίνοντα ἀπεσείετο. ἐχαλέπηνεν ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ ὅτι μὴ ἔχοι ἱπποκόμον περιδέξιον ἤσχαλλε. παρὼν δὲ ὁ Θεοφιλίτζης ἔχειν εἶπεν αὐτὸς τοιοῦτον, καί ‘‘εἰ βούλει” φησί, ‘‘βασιλεῦ, παρίτω.” καὶ ὃς ἐπέτρεψε, καὶ ὁ Βασίλειος μετεκέκλητο καὶ τοῦ χαλινοῦ τοῦ ἵππου λαβόμενος καὶ
περιποππύσας καὶ καταψήσας αὐτὸν κούφως τε μετεωρίσας ἑαυτὸν ἐπιβέβηκε καὶ περικαλπάσας μικρόν, εἶτα καὶ ὅλον αὐτῷ τὸν ῥυτῆρα ἐνδέδωκέ τε καὶ ἐξιππάσατο. ἥσθη τούτοις ὁ βασιλεὺς καὶ τὸν Βασίλειον προσελάβετο καὶ τοῖς βασιλικοῖς ἱπποκόμοις
συνέταξε καὶ προιὼν καὶ πρωτοστράτορα τὸν ἄνδρα ἐτίμησεν· ἡ ἀξία δὲ τῶν ἐπισήμων καὶ τῶν ᾠκειωμένων τῷ βασιλεῖ· καὶ ἐπεδίδου καθ’ ἑκάστην ἡ περὶ τὸν Βασίλειον τοῦ βασιλέως διάθεσις, καὶ τοσοῦτον ὡς καὶ εἰς φθόνον κινήσαι τὸν Καίσαρα.
ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει, καὶ οὐδὲν ἀπῆγεν αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον , ἤδη δὲ καὶ παρακοιμώμενον αὐτὸν
προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβούλευε τῷ ἀνδρὶ καὶ παρ’ αὐτοῦ ἀντεπεβουλεύετο. ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν 38 κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν
τῆς θεοτόκου ναὸν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συνταξόμενος, ἀξόμενος , καὶ ἤδη τῷ θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλίσθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαίσιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα
κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδελεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖνος ὁ ἀβέλτερος ἄνθρωπος , καί τινα τῶν 39
ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν· ὁ τῷ Βάρδᾳ οὐκ ἦν ἀνεκτόν, ἀλλ’ ἐπὶ τούτῳ καὶ ἐβαρυθύμει. ἐκστρατεύσαντος δὲ τοῦ βασιλέως, ὡς εἴρηται, καὶ ὁ Καῖσαρ ἐκείνῳ συνεξεστράτευσε, καὶ πυκνὰς κατ’ αὐτοῦ τῷ Μιχαὴλ ὁ Βασίλειος καὶ οἷ
περὶ ἐκεῖνον πεποίηντο τὰς διαβολάς, καὶ κεκύρωτο διὰ ταύτας ἡ κατ’ ἐκείνου ἐπιβουλή. πολλὴν δὲ δύναμιν περιβεβλημένου τοῦ Καίσαρος, οἶ τὴν ἐπιβουλὴν ἀρτύοντες ἐδειλαίνοντο. πρωίας δέ ποτε τοῦ Βᾶ ἐκ τῆς οἰκείας σκηνῆς προελθόντος μετὰ λαμπρότητος
καὶ δορυφορίας πολλῆς, καὶ τῷ βασιλεῖ 40 προσελθόντος, συγκαθίσαντός τε καὶ συνομιλοῦντος αὐτῷ, ὁ Βασίλειος ὄπισθεν αὐτοῦ ἑστηκὼς τὴν χεῖρα ἐπέσειεν, ἀπειλῶν ὥσπερ τῷ Καίσαρι. ὁ δὲ κατά τινα χρείαν ἑτέραν ἀθρόον ἐπιστραφεὶς καὶ ἰδὼν
τὴν χεῖρα τοῦ Βασιλείου, καὶ συνεὶς τὸ δηλούμενον, τοῖς ποσὶ τοῦ βασιλέως ἐπέρριψεν ἑαυτόν. ὤκνουν δ’ οἶ κατ’ αὐτοῦ συνομοσάμενοι τὴν ἐγχείρησιν, μέχρις αὐτὸς ὁ Βασίλειος πρῶτος αὐτῷ τὸ ξίφος ἐπήνεγκεν. οὕτω γὰρ καὶ οἶ ἄλλοι ἀναθαρσήσαντες ὢ μεληδὸν τὸν Βάρδαν περιστάντες συνέκοψαν, καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος τῆς βιοτῆς συνεκύρησεν. ὁ δέ γε βασιλεὺς τῆς ἐκστρατείας ἀφέμενος, εἰς τὸ Βυζάντιον ἐπανέζευξε , καὶ ζεύγνυσι τῶ Βασιλείῳ Εὐδοκίαν τὴν θυγατέρα τοῦ Ἵγκηρος, ἥτις αὐτῷ τῷ PII 166 κρατοῦντι πρῴην ἐπαλλακεύετο · εἶτα καὶ βασιλέα τοῦτον ἀνεῖπεν αὐτὸς ἐν τῇ μεγάλῃ παραγενόμενος ἐκκλησίᾳ καὶ διὰ τοῦ πατριάρχου Φωτίου περιθεὶς
αὐτῷ τὸ διάδημα. τίκτεται δὲ τῷ Βασιλείῳ ἐκ τῆς Εὐδοκίας παιδίον ἄρρεν ὁ Λέων, ὃ τοῦ Μιχαὴλ μᾶλλον εἶναι ἐλέγετο, ὡς ἐγκύου τῆς Εὐδοκίας οὔσης ὅτε τῷ Βασιλείῳ συνῴκιστο. ἱππηλασίαις δὲ καὶ συμποσίοις ἁ εἰ σχολάζων ὁ Μιχαὴλ καὶ συνεχῶς
μεθυσκόμενος καὶ τόν φρενῶν ἐξιστάμενος, ἃς οὐ δ’ ἑ νήφων ἔρρωτο, εἰς φόνον ἑαυτοῦ τὸν Βασίλειον ἐξηρέθισεν. ἐκ γὰρ ἵππων ἀγῶνος ἐν τῷ ἁγίῳ Μάμαντι τελεσθέντος, ἐν ᾧ αὐτὸς ἡνιόχησε καὶ οἱ WIII 134 μεγιστᾶνες αὐτοῦ καὶ νενίκηκεν, ἐπὶ δεῖπνον
ἀνακλιθέντος συνανεκλίνετο καὶ ὁ Βασίλειος καὶ ἡ 41 Εὐδοκία. Βασιλικῖνος δέ τις τῆς βασιλείου τριήρους πρῴην ἐρέτης ὤν, διὰ δὲ σώματος ὡραιότητα πρόσ’ ληφθεὶς παρὰ τοῦ κρατοῦντος καὶ τούτῳ οἰκειωθείς, παρεστὼς τότε δειπνοῦντι τῷ βασιλεῖ ἐξεθείαζεν
αὐτόν, ὡς εὐφυῶς ἄγαν καὶ ἐντέχνως ἡνιοχήσαντα. ὁ δέ, ἤδη γὰρ ἠκρατίσατο καὶ τὸν νοῦν ἐκτεθόλωτο, ἡσθεὶς τοῖς ἐπαίνοις , ἐδίδου αὐτῷ τὰ φοινικόχροα πέδιλα καὶ προσέταττεν ὑποδήσασθαι καὶ βασιλέα ἀνεῖπε. τοῦ δὲ εὐλαβουμένου καὶ πρὸς τὸν Βασίλειον
ἐνορῶντος, ὁ βασιλεὺς ἐχαλέπαινεν. ὁ δὲ Βασίλειος ἐνένευσεν αὐτῷ πεισθῆναι καὶ ὑποδήσασθαι· καὶ ὃς λαβὼν ὑπεδήσατο. ὁ δὲ βασιλεὺς τῷ Βασιλείῳ 42 ἔφη χολούμενος τούτῳ μᾶλλον ἢ σοὶ τὰ τῆς βασιλείας παράσημα ἐπεοίκασιν. ἢ οὐκ ἔξεστί μοι,
ὡς σὲ βασιλέα πεποίηκα, ποιῆσαι καὶ ἕτερον;” ἐντεῦθεν δεδοικὼς ὁ Βασίλειος καὶ περὶ τῆ βασιλείᾳ καὶ τῇ ζωῇ δρᾶσαι πρὸ τοῦ παθεῖν ἐμελέτησεν, ἐτέροις τε τὸ μελέτημα κοινωσάμενος, ἐπεὶ αὖθις ἐν δείπνῳ ἀκρατοποσίαις χρησάμενος ὁ Μιχαὴλ ἤδη κεκάρωτο, καὶ τῷ ἑαυτοῦ κοιτῶνι ἐν τοῖς κατὰ τὸν
ἅγιον Μάμαντα βασιλείοις χειραγωγούμενος ἀνεκέκλιτο καὶ ὕπνῳ βαθυτάτῳ κατείληπτο, πρῶτον μὲν ἐξιὼν ὁ Βασίλειος τὰ κλεῖθρα τοῦ βασιλικοῦ κοίτῶνος κατέαξεν, ἵνα μὴ κλεῖσαι τὰς θύρας οἱ περὶ τὸν κοιτῶνα στρεφόμενοι δύναιντο, εἶτα καὶ τοὺς συνωμότας
παραλαβὼν ἄπεισι. τῶν δὲ προκοιτούντων 43 ὀλίγων ὄντων καὶ κωλύειν ἐπιχειρούντων , θόρυβος ἤρθη, καὶ διυπνίσθη ὁ βασιλεύς. εἰσελθόντος δέ τινος τῶν σὺν τῷ Βασιλείῳ καὶ τὸ ξίφος ἠρκότος κατὰ τοῦ Μιχαὴλ, ἐκεῖνος τὰς χεῖρας ἦρε, καὶ ἄμφω
ταύτας ὁ ξιφηφόρος πλήξας ἀπέκοψε, καὶ ὑπέστρεψε πρὸς τοὺς ἄλλους. ὁ δὲ μὴ φυγεῖν οἷός τε ὢν ἀκροσφαλῶς ἐκ τοῦ οἴνου βαίνων καὶ τῇ μέθῃ συμποδιζόμενος, ἔκειτο δεινῶς ἀπολοφυρόμενος, καί τις ἕτερος τῶν περὶ τὸν Βασίλειον ἔτι ζῶντα τοῦτον
ἰδὼν εἰσεπήδησε, καὶ κατὰ τῶν στέρνων αὐτοῦ τὸ ξίφος ὠθήσας ἐπὶ τὴν γαστέρα τοῦτο προήνεγκεν, ὡς ἐκπεσεῖν αὐτῆς καὶ τὰ ἔγκατα.
εἰς τὰ βασίλεια παρεγένετο, καὶ τούτων γενόνενος ἐγκρατὴς ἔπεμψε τῶν τοῦ κοιτῶνός τινα κηδεπῦσαι τὸν Μιχαὴλ. ὃς ἀπελθὼν εὗρε τὸν δείλαιον ἵππου ἐγκεκορδυλημένον σαγίσματι, καὶ ἀπαγαγὼν αὐτὸν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως ἔθαψεν. ὃς σὺν
τῇ μητρὶ μὲν ἐβασίλευσεν ἔτη δέκα καὶ τέσσαρα , ἕν δ’ ἐπὶ δέκα ἦρξε μόνος αὐτός. ἤδη δὲ τῆς βασιλείας δραξάμενος ὁ Βασίλειος καὶ παρὰ πάντων αὐτοκρά- τωρ ἀναρρηθείς, τοὺς βασιλικοὺς παρόντων τῶν τῆς συγκλήτου λογάδων ἀνέῳξε θησαυρούς, ἐν οἷς οὐδὲν ἕτερον εὕρητο ἤ μόνα χρυσίου κεντηνάρια τρία. 44 βουλῆς οὖν προτεθείσης ἐψήφιστο παρὰ πάντων τοὺς ἐξ οὐδεμιᾶς χρήματα λαβόντας εὐλόγου λαβῆς ἀναδιδόναι
ταῦτα ἢ τό γε δὴ μετριώτερον τὰ ἡμίση. καὶ ἀκολούθως τῇ ψήφῳ τὰ ἡμίση ἐπράττετο, καὶ οὐ μείω τριακοσίων ἐντεῦθεν κεντηναρίων τὸ ταμεῖον τὸ βασιλικὸν εἰσωδίασεν. εἰς δὲ τὴν μεγάλην ἐκκλησίαν ἐν ἑορτῇ ἀπελθὼν ὁ Βασίλειος καὶ τῆς ἀναιμάκτου
θυσίας μετασχεῖν βουληθείς, ἐκωλύθη παρὰ τοῦ πατριάρχου Φωτίου, ἀνδροφόνον ἀποκαλοῦντος αὐτόν. ὀργισθεὶς οὖν διὰ τοῦτο σύνοδον συνήθροισε καὶ τὸν Φώτιον τῆς ἐκκλησίας ἐξώθησεν, ὡς τάχα παρανόμως τοῦ Ἰγνατίου κατασπασθέντος τοῦ θρόνου
τοῦ ἀρχιερατικοῦ παρὰ Βάρδα τοῦ Καίσαρος, WIII 135 καὶ αὐτοῦ μὴ κανονικῶς ἐκείνου ζῶντος τοῦ θώκου 45 τοῦ θείου ἐπιβατεύσαντος , Πάτροκλον τοῦτο πρόφασιν προβαλλόμενος. ἀνάγει γοῦν πάλιν εἰς τὴν τῆς ἀρχιερωσύνης περιωπὴν τὸν θεῖον Ἰγνάτιον.
ἄρτι δὲ τῶν σκήπτρων ἐπειλημμένου αὐτοῦ ἀνταίρουσιν αὐτῷ χεῖρα τῶν πατρικίων τινὲς Γεώργιος καὶ Συμβάτιος, οἱ καὶ ληφθέντες ταῖς εἰς σῶμα ποιναῖς ἐκολάσθησαν. ἔστεψε δὲ βασιλεῖς Κωνσταντῖνον καὶ Λέοντα τοὺς υἱοὺς αὐτοῦ, μετέπειτα δὲ καὶ τὸν τρίτον
Ἀλέξανδρον. τὸν δὲ τέταρτον Στέφανον πατριάρχην βουλόμενος προχειρίσασθαι , νεώτατον ὄντα τότε, τῷ κλήρῳ τῆς τοῦ θεοῦ ἐκκλησίας καταριθμεῖ. τὰς δέ γε θυγατέρας αὐτοῦ τέσσαρας οὔσας τῇ βασιλικῇ μονῇ τῆς ἁγίας Εὐφημίας κατέταξε. κατὰ δὲ
46 τῶν ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν ἐκστρατεύσας ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, καὶ ἑάλω δ’ ἂν καὶ αὐτός, εἰ μὴ ὁ Ἀβάστακτος Θεοφύλακτος ὁ πατὴρ τοῦ μετὰ ταῦτα βασιλεύσαντος τοῦ Ῥωμανοῦ τοῦ Λακαπηνοῦ αὐτὸν διεσώσατο. ἐπανελθὼν δὲ εἰς τὴν μεγαλόπολιν τὸν γαμβρὸν αὐτοῦ Χριστοφόρον κατὰ τῶν Ἀγαρηνῶν
εἰς τὴν Κρήτην ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ τρεψάμενος τὸ θράσος σφῶν ἐταπείνωσεν. ἐξεστράτευσε δὲ καὶ κατὰ τῶν ἐν τῇ ἑῴᾳ μοίρᾳ Ἀγαρηνῶν ὁ αὐτοκράτωρ Βασίλειος καὶ κατὰ τῶν Μανιχαίων ὧν ἐξῆρχεν ὁ Χρυσόχειρ καλούμενος,
καὶ φρούριά τινα κατασχὼν καὶ λείαν ἐλάσας ἐπεχείρησε μὲν πολιορκῆσαι καὶ τὴν Τεφρικὴν τὴν αὐτῶν μητρόπολιν, γνοὺς δὲ ταύτην καὶ προσεδρείας δεομένην πολλῆς καὶ ἄλλως δυσάλωτον , ἄρας ἐκεῖθεν PII 168 ἀπῄει· καὶ τὸν Εὐφράτην εὑρὼν πολὺν ῥέοντα,
ζεύξας τοῦτον ναυσὶ διεπέρασε, καὶ πολλὰ τῶν ἐκεῖ ληισάμενος, καὶ φρούρια ἑλὼν ἕτερα, καὶ τοῖς μὲν τῶν βαρβάρων σπεισάμενος , τοὺς δὲ προσκεχωρηκότας αὐτῷ δεξάμενος, εἰς τὴν τῶν πόλεων προκαθημένην ἐπανελήλυθε , καὶ διὰ μέσης θριαμβεύσας τῆς
πόλεως εἰς τὰ βασίλεια ἐπανῆκεν. ὁ δὲ τῶν Μανιχαίων προεστηκὼς ὁ Χρυσόχειρ κατὰ τῶν Ῥωμαϊκῶν ἐπῄει χωρῶν, καὶ αὐτὰς ἐληίζετο. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν δομέστικον τῶν σχολῶν. ὅτι δὲ μὴ ἀξιόχρεων ἐπήγετο δύναμιν, κατὰ συστάδην
αὐτῷ συμβαλεῖν οὐκ ἔκρινε δείν’. ὅπῃ δὲ παρείκοι, τοῖς αὐτοῦ συμπλεκόμενος σκιδναμένοις καὶ ποιουμένοις καταδρομὰς ἐκάκου αὐτοὺς καὶ οὐκ 47 ἀδεῶς εἴα ποιεῖσθαι τὰς ἐκδρομὰς καὶ τὰς λεηλασίας. διὸ καὶ ἣν ἤδη ἴσχυσε λαβεῖν λείαν ὁ Χρυσόχειρ
ἐπαγόμενος , οἴκαδε ἐπανέστρεφεν. ὁ δὲ δομέστικος τῶν σχολῶν δύο στρατηγοῖς ἐνετείλατο παρέπεσθαί οἶ μετὰ τῶν περὶ αὐτοὺς ταγμάτων καὶ μὴ ἐᾶν τοὺς βαρβάρους σκίδνασθαι καὶ λεηλατεῖν. ἑσπέρας δὲ τοῦ μὲν Χρυσόχειρος καὶ τῶν περὶ αὐτὸν αὐλισαμένων έν ὑπωρείᾳ, τῶν δὲ Ῥωμαίων τὰ μετέωρα προκατειληφότων, ἔρις ἐνέπεσε περὶ πρωτείων καὶ τοῦ τίνες ἂν εἶεν ἀγαθοὶ μᾶλλον τὴν ἰσχὺν τοῖς ἀμφοῖν
τῶν στρατηγῶν στρατιώταις. ὡς δ’ ἕκαστοι ἑαυτοὺς κρειττονεύειν τῶν ἄλλων ἐμεγαλαύχουν, εἶς τις λῦσαι τὴν ἔριν σφίσι βουλόμενος ‘‘ἔνα τί μάτην” φησί 48 ‘‘συστρατιῶται θρασυνόμεθα, ἐνὸν μὴ λόγοις, ἀλλ’ ἔργοις ἄρτι φανῆναι τίνες ἄνδρες εἰσὶν ἀγαθοὶ τῶν
πολεμίων παρόντων; ἔδοξεν οὖν ἡ βουλὴ τοῦ ἀνδρὸς ἀγαθὴ καὶ αὐτίκα τοῖς πολεμίοις ἐπέθεντο. οἱ δὲ τῷ αἰφνιδίῳ καταπλαγέντες νῶτα τοῖς βάλλουσιν ἔτρεψαν, καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης κατεστρώθη τὸ μεταξὺ πεδίον νεκροῖς, καὶ αὐτὸς δὲ ὁ
Χρυσόχειρ ἔπεσε τότε, καὶ πολλοὶ δ’ ἐζωγρήθησαν, καὶ τῷ βασιλεῖ ἐστάλησαν δέσμιοι, καὶ αὐτὴ δ’ ἡ κεφαλὴ τοῦ Χρυσόχειρος. Ἰγνατίου δὲ τοῦ πατριάρχου μεταστάντος εἰς τὰς ἐκεῖθεν μονάς, ὃς ἕνδεκα ἔτη τὰ πάντα τοὺς τῆς ἐκκλησίας ἴθυνεν οἴακας, ὁ
Φώτιος τὸ δεύτερον παρὰ τοῦ Βασιλείου εἰς τὸν τῆς 49 ἀρχιερωσύνης θρόνον ἀνάγεται. ἐπιβουλὴ δὲ συσκευαζομένη WIII 136 κατὰ τοῦ βασιλέως οὐκ ἔλαθεν. ὅθεν ὁ μὲν ἐξάρχων αὐτῆς Ῥωμανὸς ὁ Κουρκούας ἐξεκόπη τὰ ὄμματα , οἶ δὲ τούτῳ συνομοσάμενοι αἰκισθέντες
καὶ καρέντες τὴν τρίχωσιν ὑπερορίαν κατεδικάσθησαν.
τινά, ἔνιοι δὲ προσεχώρησαν αὐτῷ διὰ τὴν τῶν ἄλλων ἅλωσιν δειλιάσαντες. εἶτα τῇ Γερμανικείᾳ προσβάλλει, καὶ τὰ προάστεια δῃώσας αὐτῆς ἀφίκετο πρὸς πόλιν τὴν Ἄδαταν, καὶ ταύτην ἐπολιόρκει. ὀλιγώρως δὲ πρὸς τὴν πολιορκίαν διακειμένων τῶν πολιτῶν αὐτῆς ἤρετο αὐτοὺς ὁ Βασίλειος ὅτῳ πεποιθότες
οὐ προσέρχονταί οἶ, ἤδη τῆς πόλεως ἁλισκομένης. PII 169 καί τις τῶν χρόνῳ προβεβηκότων φησὶν ἀκριβῶς εἰδέναι ὡς οὐχ ὑπὸ σοῦ πέπρωται τὴν πόλιν ἁλῶναι νυνί, ἀλλ’ ὑφ’ ἑτέρου τῶν ἐξ ὀσφύος καταγομένων τῆς σῆς Κωνσταντίνου τὴν κλῆσιν. τοῦ
δὲ βασιλέως τὸν υἱὸν ἐπιδείξαντος, καί ‘‘οὗτος ὁ Κωνσταντῖνός ἐστι” φήσαντος, ὁ γηραιὸς ἐκεῖνος ‘οὐχ οὗτος” εἶπεν ‘‘ὁ Κωνσταντῖνός ἐστιν, ὑφ’ οὗ ἡμῶν ἡ πόλις ἀλώσεται, ἕτερος δέ τις τῶν ἀπογόνων τῶν σῶν. μηνίσας οὖν ἐπὶ τοῖς τοῦ πρεσβύτου προμαντεύμασιν
ὁ Βασίλειος, κραταιότερον τῇ πολιορκίᾳ ἐπέθετο. ἐπεὶ δὲ οὐδὲν ἤνυε, καὶ ψῦχος δὲ γεγονὸς ἐλύπει σφόδρα τὸ στράτευμα, τὴν πολιορκίαν λιπὼν ἐπανόδου ἐμέμνητο, τοὺς αἰχμαλώτους ἀναιρεθῆναι προστάξας, ἵνα μὴ φυλακῆς δέωνται ἤ τι νεωτερίσωσιν 50
ἀδείας λαβόμενοι. οἱ δ’ ἐκ Ταρσοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ τὰς Ῥωμαϊκὰς κατέτρεχον χώρας, οἶς ἀντεπιὼν ὁ στρατηλάτης Ἀνδρέας τὰς ὁρμὰς αὐτῶν ἀνέκοπτεν. ἐπιστείλαντος δὲ αὐτῷ τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ὡς “ οὐδέν σε ὁ τῆς Μάριας υἱὸς ὀνήσει
κατὰ σοῦ ἐπιόντος μου”, ἐκεῖνος τὴν βλάσφημον ἐπιστολὴν εἰκόνος τῆς θεομήτορος ἐξηρτήσατο, ‘ ἀνταπόδος τῷ ἀλαζόνι” λέγων ‘‘ὦ δέσποινα, τοῦ φρυάγματος τὰ ἐπίχειρα.” καὶ ταῦτα εἰπὼν ἐχώρει κατὰ τοῦ βλασφημήσαντος , καὶ μάχης κροτηθείσης
τρέπονται οἱ πολέμιοι, καὶ γίνεται τούτων φόνος πολύς, καὶ αὐτὸς δὲ ὁ ἀμηρᾶς ἀποσφάττεται , μετρίων διαφυγόντων τινῶν. φθονηθεὶς δὲ ὁ στρα- 51 τηλάτης διεβέβλητο ὣ ’ς δυνάμενος καὶ τὴν Ταρσὸν ἐξελεῖν οὐκ ἠθέλησε. διὸ ἀφαιρεῖται μὲν τὴν ἀρχὴν ὁ βασιλεὺς ἀπ’ αὐτοῦ, δίδωσι δὲ ταύτην τῷ Στυππετώτῃ, ἐπαγγελλομένῳ καὶ τὴν Ταρσὸν ἐκποορθῆσαι καὶ ἄλλα πλείω κατωρθωκέναι νεανιευομένῳ·
μένω· ὃς οὐ μόνον ὧν ηὔχει οὐδὲν κατωρθώκει, ἀλλὰ καὶ δυστυχήματι περιπέπτωκεν ἐξ ἀμελείας καὶ ἀπερισκέπτου σκηνώσεως. γνόντες γὰρ οἶ βάρβαροι τὸ ἐκείνου στρατόπεδον ἀφυλάκτως ἔχον, νυκτὸς αὐτῷ ἐπιτίθενται καὶ ἀναιροῦσι πολλούς, οἶ
πλείους δὲ ὑπ’ ἀλλήλων συμπατούμενοι διεφθείροντο, καὶ οὕτως ὑπερέσχον οἶ ἐκ τῆς Ἄγαρ. ἀλλὰ 52 τὰ μὲν ἑῷα τοῦτον ἔσχε τὸν τρόπον, χειρόνως δὲ διέκειντο τὰ ἑσπέρια. ἥ τε γὰρ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπήκοος Ἰταλία καὶ τὰ πλεῖστα τῆς Σικελίας
ὑπόφορα τοῖς Καρχηδονίοις ἐπὶ τῆς βασιλείας τοῦ Μιχαὴλ γεγόνασιν, ἀλλὰ μὴν καὶ ἄλλα τῶν ἐθνῶν πλείονα. στόλον γὰρ ἐξαρτύσαντες οἶ ἐκ Καρχηδόνος Ἀγαρηνοὶ πολλὰ μὲν εἷλον πολίσματα, τέλος δ’ ἐπολιόρκουν καὶ τὸ Ῥαούσιον. στέλλουσιν
οὖν οἱ Ῥαούσιοι πρεσβείαν πρὸς τὸν βασιλέα Βασίλειον, ἐπικουρίαν παρ’ αὐτοῦ ἐξαιτούμενοι , καὶ ὃς ἑκατὸν αὐτοῖς πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μαθόντες οἶ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ
Λογγιβαρδίᾳ προσέβαλον , καὶ τὸ ἄστυ τῆς Βάρεως PII 170 εἷλον, καὶ τούτῳ κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγιβαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη, τὰ παρὰ τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, WIII 137 πιεζόμενα, τὸ γεγονὸς κατὰ τὸ Ῥωούσιον, καὶ ὅτι
τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς π‘ολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ συμμαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑποτιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπεκούρησε τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων
ῥῆγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύματι, ὑφ’ ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ ἀρχηγὸς αὐτῶν ἑάλω Σουλδάνος καλούμενος, ὃν ὁ ῥῆξ’ τῶν Φράγγων ἐν Καπύη
ἀπήγαγεν. ὅπῃ δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη 53 παρά του μειδιάσας οὐδέποτε , ὥστε τὸν ῥῆγα θαυμάζειν καὶ εἴ τις ἀπαγγείλει ὲν αὐτῷ γελῶντα τὸν βάρβαρον, δώσειν τι ἐπαγἐλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε ἰδεῖν τὸν Σουλδάνον
γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥῆξ’ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἀμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ’ ἦρτο με- τέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. ‘‘οὕτω δ’ εἰκάσας καὶ
τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ’ ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατηνέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι 54
μετάρσιος.’’ ταῦτα μὲν εἶπεν ἐκεῖνος. ὁ δὲ ῥῆξ’ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰληφὼς καὶ τὸν Σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰόμενος, ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ.
ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην καὶ τὴν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μή- ποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ’ ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν ‘‘εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν 55 αὐταῖς μετάγαγε ἀλλαχοῦ καὶ οὐκέτι τὸ πλῆθος
καθ’ ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον.” συνοίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥῆξ’ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνήρ, καὶ ὥσπερ φιλικώτερον προσεφέρετο
καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς ὁ ῥῆξ’ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις, ἔφη, τῶν λόγων τὸ τὰς σιδηρέας ἀλύσεις χαλκεύειν καὶ χειροπέδας καὶ ἄλλα
δεσμά. τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρηκότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς PII 171 κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν, καὶ οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ Σουλδάνος παρὰ
τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν προτέραν ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδου. οἶ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι στέλλουσι πρὸς τὸν
ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ’ ἐκεῖνος τὴν πρεσβείαν οὐ προσήκατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, κασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι. 56 καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπανῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ’ ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ Σουλδάνος ὅπῃ WIII 138 τε ἦν καὶ οἶα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν ‘‘εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί σ’ ἑ ἀπάγγειλον ἐκ
τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ συνέθετο ποιήσειν ὡς ἐνετέλλετο , καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχόμενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ
μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατετέτμητο. ὁ δὲ Σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν, ὐπεχώρησε. καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγάλων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ 57 ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν·
ἤνυσε δὲ οὐδέν, ἀλλ’ αὐτός τε ἀπώλετο καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοιμασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ
Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συναντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωίμων δρουγγάριος ὁ πατρίκιος Νικητὰς ὁ Ὠορύφας, πολλὰς μὲν τῶν πολεμίων νεῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύταις ἐμπλέοντας, πολλοὺς δὲ
μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολὺ εἰδῇ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάμων 58 μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννησον καὶ τὰς ἐκεῖ κατέτρεχον
νήσους. ἀλλ’ αὖθις αὐτοῖς ὁ ῥηθεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι · τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν, καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ Πύλον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτίθεται τοῖς πολεμίοις ἀνωιστί, καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε ἴ’ τὰς δὲ καὶ αὐτάνδρους
κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώλετο στόλος.
ἐλυμαίνοντο, καὶ μέχρι Κεφαλληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν ναυτικὸν κατ’ αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ’ ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ὰποδρασάντων, αἱ τριήρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος
οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ’ ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν, καὶ οἱ λιποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἕνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμἐνων
Ἀγαρηνῶν ἐκβληθῆναι κελεύει νυκτός, καὶ πε- 59 ριχρἴσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο , εἶτα καὶ αἰκίσασθαι σφᾶς καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν, ἀνασκολοπισθῆναί τε ἀπαχθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ
στόλου ναυτικοὶ ἐξεδειματώθησαν , καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν, καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν.
καὶ οἶ ἐκ Μεσημβρίας δὲ Ἄραβες, ἐσχολακέναι τὸν Ῥωμαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοι- νίκης καὶ τῆς Συρίας ναυσὶ προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος 60 τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ
ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι WIII 139 τῶν πλωίμων ἀσχολουμένων , καὶ τῶν νώτων αὐτῶν
οὐκ ἀφισταμένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφίνοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο, καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βασιθλεὺς
ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοῦ τῷ Θεσβίτῃ ναὸν 61 ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως, καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ’ αὐτοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἄρματι. ὅμως μέντοι τὴν ἅλωσιν
καὶ κατασκαφὴν τῆς Συρακούσης μαθών , ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ’ οὐδὲν ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ δυνάμεως ἀξιομάχου ἐκπέπομφεν , ἄνδρα γενναιότατον ὁμοῦ καὶ στρατηγικώτατον, ὃς καὶ πολλὰ
κατὰ τῶν τῆς Ἄγαρ ἐκγόνων ἐστήσατο τρόπαια. ὅτε δὲ τῷ Θεοφιλίτζῃ, ὡς εἴρηται, ἐξυπηρέτει, οὗτος ὁ βασιλεὺς συγκατῆλθεν ἐκείνῳ εἰς Πελοπόννησον, καὶ εἰς τὸν τοῦ ἁγίου ἀποστόλου Ἀνδρονίκου ναὸν εἰσῆλθε σὺν τῷ κυρίῳ αὐτοῦ. ἦν δ’ ἐκεῖσε Προσμένων PII 173 μοναχός τις, ἀντιποιούμενος ἀρετῆς, ὃς τοῦ μὲν Θεοφιλίτζη οὐδεμίαν φροντίδα πεποίητο , τὸν δὲ Βασίλειον θεασάμενος καὶ ἐξυπανέστη καὶ προσε- κύνησε καὶ φιλοφρόνως ἐδεξιώσατο. γυνὴ δέ τις χήρα ἐν τῇ χώρᾳ ἐκείνῃ τυγχάνουσα καὶ τῶν ἐγχωρίων πρωτεύουσα, πλούτῳ τε περιρρεομένη πολλῷ, συνήθης οὔσα τῷ μοναχῷ καὶ μαθοῦσα τὸ γεγονός, μετεπέμψατο τοῦτον καὶ ἤρετο πῶς τὸν μὲν
Θεοφιλίτζην ἄρχοντα περιφανῆ καὶ τοῖς βασιλεῦσι κατὰ γένος προσήκοντα οὔτε προσρήσεως οὔτε δεξιώσεώς τινος κατηξίωσε, τῷ δ’ ἐκείνῳ ὑπηρετοῦντι καὶ προσεφώνησε καὶ τιμῆς μετέδωκεν οὐκ ἀναλολούσης 62 τῇ καταστάσει αὐτοῦ, ἀλλὰ καὶ λίαν ὑπερβαλλούσης
αὐτήν. εἴκαζε γάρ, εἰδυῖα τὸν μοναχόν, μὴ ἀλόγως ποιῆσαι τὸ γεγονός. ὁ δὲ ‘‘τὸν μὲν Θεοφιλίτζην ἰδιώτην” εἶπεν ‘‘ἑώρων, βασιλέα δὲ τὸν Βασίλειον, καὶ διὰ τοῦτο καὶ ὡς βασιλέα τὸν ἄνδρα τετίμηκα. ἴσθι γὰρ ὡς πρὸς τοῦ θεοῦ βασιλεὺς
ἐκεῖνος ἀφώρισται.” ταῦτα ἀκούσασα ἡ γυνή, ἐπεὶ νοσήσας ἐκεῖ κατελείφθη ὁ Βασίλειος, ἀπάραντος ἐκεῖθεν τοῦ κυρίου αὐτοῦ, προσελάβετό τε αὐτὸν εἰς τὸν οἶκον αὐτῆς καὶ θεραπείας ἠξίωσε, καὶ ἀναρρωσθέντα εἰσποιητὸν ἀδελφὸν τῷ υἱῷ αὐτῆς
γενέσθαι πέπεικε, καὶ χρήματα παρέσχεν, εἶτα καὶ τὴν βασιλείαν αὐτῷ προαγορεύει, καὶ ὅτε τεύξεται τῆς ἀρχῆς, μή ἐπιλαθέσθαι τοῦ παιδὸς αὐτῆς ἀξιοῖ μήτ’ αὐτῆς, εἰ τοῖς ζῶσιν ἔτι συγκαταλέγοιτο. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τούτοις ἀπῆλθεν. ἐκείνη δὲ βασιλεύσαντος
63 ἄρτι πρὸς τὴν βασιλίδα τῶν πόλεων μετὰ τοῦ υἱοῦ παρεγένετο, δῶρα προσαγαγοῦσα πο- λυτελῆ καὶ πολλά · ἣν ἐντίμως ὁ βασιλεὺς προσεδέξατο καὶ τὸν υἱὸν αὐτῆς, ὃν ἀδελφὸν ἐκ πνευματικῆς διαθέσεως, ὡς εἴρηται, ἔσχηκε, πρωτοσπαθάριον
τετίμηκε. σεισμῶν δὲ διαφόρων συμβάντων, ἐξ ὧν πολλοὶ ναοὶ διερράγησαν, ὁ βασιλεὺς αὖθις αὐτοὺς ἀνωρθώσατο· οὐ μὴν ἀλλὰ καὶ τὴν δυτικὴ ’ν μεγάλην ἁψῖδα τῆς τοῦ θεοῦ λόγου Σοφίας ῥαγεῖσαν καὶ πεσεῖν τυγχάνουσαν προσδοκήσιμον μηχαναῖς τεχνιτῶν συνέσφιγξέ τε καὶ ἥδρασε. καὶ τῶν
Ἰουδαίων πολλοὺς δόσεσι χρημάτων καὶ ὑποσχέσεσι χριστιανοὺς γενέσθαι πέπεικε, καὶ τῷ ἔθνει τῶν Ῥὼςσπεισάμενος εἰς ἐπίγνωσιν ἐλθεῖν τοῦ καθ’ ἡμᾶς 64 μυστηρίου πεποίηκε. συνθεμένοις γὰρ βαπτισθῆναι ἀρχιερεὺς αὐτοῖς ἐστάλη παρὰ τοῦ αὐτοκράτορος.
οἶ δὲ μεταθέσθαι μέλλοντες ἐκ τῆς οἰκείας θρησκείας εἰς τὴν καθ’ ἡμᾶς ὤκνουν τε καὶ ἐδίσταζον, καί ‘‘εἰ μή τι θαῦμα ἴδοιμεν” εἶπον πρὸς τὸν ἀρχιερέα “ οἷα πολλὰ διδάσκεις αὐτὸς γενέσθαι πρὸς WIII 140 τοῦ Χριστοῦ, οὐκ ἄν ποτε δέξασθαι πεισθείημεν
τὸ δόγμα τὸ σόν.” καὶ ὅς‘‘ “αἰτήσασθε” εἶπεν “ὃ βούλεσθε.” κἀκεῖνοι ‘‘τὴν βίβλον” εἶπον ‘‘ἡ τὰ περὶ τοῦ Χριστοῦ διδάσκει, βλητέον εἰς πῦρ· καὶ εἰ διαμείνῃ ἀνάλωτος, πίστις ἔσται ταῦτα ἡμῖν ἀληθῶς εἶναι θεὸν τὸν παρὰ σοῦ κηρυττόμενον.” συνέθετο ποιῆσαι
τουτὶ ὁ ἐπίσκοπος· ἀνήφθη πυρκαιά, ἦρε πρὸς PII 174 οὐρανὸν ὁ ἀρχιερεὺς τὰς χεῖράς τε καὶ τὰ ὄμματα · ‘‘δόξασόν σου” εἶπε “ τὸ ὄνομα, Χριστὲ ὁ θεός.” ἐνέθετο τῇ πυρκαιᾷ τὸ ἱερὸν εὐαγγέλιον · τὸ δὲ χρονίσαν ἐν τῇ φλογὶ ἀδιαλώβητον ἔμεινεν. οἶ βάρβαροι
ἐξεπλάγησαν, ἐπίστευσαν τῷ κηρύγματι καὶ τελεσθῆναι κατήπειγον τῷ θείῳ βαπτίσματι. ταῦτα μὲν οὖν ταύτῃ συμβέβηκεν.
καὶ ὁ αὐτοκράτωρ βαρέως τὸν ἐκείνου ἤνεγκε θάνατον καὶ ἦν ἀπαράκλητος, καὶ ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. ἦν δέ τις μοναχὸς Θεόδω- ρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον· οὗτος βασιλεῖ 65 προσῳκείωτο , εἰς ἄκρον ἐναρέτου βίου αὐτὸν ἐφθακέναι πιστεύοντι, ὡς ἐντεῦθεν καὶ σημεῖα ἐργάζεσθαι· οὗτος τοίνυν ὁ Σανταβαρηνός, ὃς καὶ τῆς μητροπόλεως Εὐχαΐτων ἐχρημάτισε πρόεδρος,
λέγεται δεῖξαι τῷ βασιλεῖ τὸν τεθνηκότα υἱὸν αὐτοῦ ζῶντα δῆθεν. ἐν γὰρ λόχμη τινὶ φαντάσαι τὸν Κωνσταντῖνον ἔφιππον τῷ οἰκείῳ συναντῆσαι πατρί· ᾧ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλῆσαι, οὐκέτι τοῦτον ἑώρακε. καὶ ἄλλα δὲ τοιαῦτα
ποιήσας ὁ Σανταβαρηνός, καὶ τούτοις ἐκπλήξας τὸν βασιλέα, ὅλον εἰς ἑαυτὸν περιήγαγεν, ὡς πίστιν εἰς αὐτὸν κεκτῆσθαι καὶ κατὰ μηδὲν αὐτῷ ἀπιστεῖν. καὶ ὁ μὲν βασιλεὺς οὕτω διέκειτο πρὸς τὸν Σανταβαρηνόν. 66 ὁ δὲ Λέων ὁ δεύτερος τῶν τοῦ βασιλέως
υἱῶν, ἤδη νεανίας γενόμενος καὶ γυναικὶ συζυγεὶς τῇ θυγατρὶ τοῦ Μαρτινακίου καὶ ἀναρρηθεὶς βασιλεὺς παρὰ τοῦ πατρὸς αὐτοῦ, τῷ Σανταβαρηνῷ οὐκ ἠρέσκετο, ἀλλὰ φαρμακὸν ἀπεκάλει καὶ γόητα καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. τούτοις ἐκεῖνος ὥς
τισι κέντροις πληττόμενος εἰς ἄμυναν διανίσταται. καὶ πλασάμενος εὔνοιαν πρὸς τὸν Λέοντα ‘‘νεανίαν ὄντα σε” λέγει ‘‘ὦ βασιλεῦ, καὶ τῷ πατρὶ συνθηρῶντα καὶ συνιππεύοντα δεῖ σε καὶ ἐγχειρίδιον ἐπιφέρεσθαι, ἵνα τούτῳ καὶ κατὰ θηρίου χρήσῃ
ὁπότε δέοι καὶ τῷ πατρί σου ἴσως ὀρέξῃ κατὰ καιρὸν ἢ τυχὸν καὶ ἐπιβουλεύοντας ἀμυνῇ.” ὁ δὲ μὴ 67 φωράσας τὸν δόλον, ξιφίδιον ἔνδον φέρειν τοῦ ὑποδήματος ἐπείσθη κατὰ τὴν συμβουλήν. τούτῳ τοίνυν τῷ ξιφιδίῳ ὁ Σανταβαρηνὸς κατὰ τοῦ Λέοντος
χρᾶται εἰς ἄμυναν, καὶ τῷ βασιλεῖ “ ἐπιβουλεύει σοι’’ φησίν “ὁ υἱός σου, καὶ τούτου δεῖγμα τὸ φέρειν, ὅτε σοι συνθηρᾷ, κεκρυμμένον ξιφίδιον.” ἐξῆλθεν οὖν εἰς κυνηγέσιον ὁ Βασίλειος καὶ ὁ Λέων παρείπετο τῷ πατρί, εὑρέθη τὸ ἐγχειρίδιον κεκρυμμένον ὑπὸ τὸ πέδιλον. ἔδοξεν ἀληθεύειν ὁ κατειπών.
ἀπολογούμενος ὁ κατηγορούμενος οὐ προσίετο , ἐξώργιστο κατὰ τοῦ υἱοῦ ὁ πατήρ, ἐγκλείει τοῦτον τῶν βασιλικῶν θαλάμων ἑνὶ καὶ τὰ τοῦ κράτους PII 175 ἀφαιρεῖται παράσημα, ὡς δέ τινες ἱστοροῦσι, καὶ τὰ ὄμματα τῷ υἱῷ πηρῶσαι διεμελέτα, παρὰ τοῦ Σανταβαρηνοῦ
πρὸς τοῦτο ἐρεθιζόμενος· καὶ ἔργον ἂν ἐγένετο τὸ μελέτημα, εἰ μὴ ὁ πατριάρχης καὶ τῆς συγκλήτου οἶ προύχοντες πολλὰ δεηθέντες τοῦ βουλεύματος τὸν βασιλέα μετέστησαν. τέως δ’ οὖν ἐπέμενεν WIII 141 ἡ ὀργή, καὶ ὁ Λέων ἔμφρουρος ἦν, καὶ χρόνος
ἐτρίβη συχνός, συνευωχεῖτο δ’ ὁ βασιλεὺς τῶν τῆς συγκλήτου τισί· τοῦτο δὲ κατὰ καιροὺς ὡρισμένους ἐκ συνηθείας ἐγίνετο παλαιᾶς. ἦν δ’ ἐν τῷ οἴκῳ, καθ’ ὃν ἐγίνετο τὸ συμπόσιον, ζῷον ἐν κλωβῷ ᾐωρημένον τῶν μιμηλῶν, καλούμενον ψιττακός·
τοῦτό τινος ὀδυρομένου καὶ ἀνακαλουμένου τὸν 68 Λέοντα συνεχῶς ἀκοῦον ἐμιμήσατο τὴν φωνὴν καὶ ‘‘Λέον Λέον” ἐβόα πυκνά. τὰς γοῦν φωνὰς ταύτας τοῦ ὄρνιθος οἶ τῷ βασιλεῖ συνεστιώμενοι λαβὴν εὑρόντες τῆς ὑπὲρ τοῦ Λέοντος παρακλήσεως ἀνέστησάν
τε τοῦ συμποσίου καὶ δακρύων πλησθέντες “εἶτα” φασίν “οὐκ εἰς κατηγορίαν ἔσται ἡμῖν τὸ ζῷον τοῦτο, ὦ βασιλεῦ, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τῆς μετὰ τοῦ κράτους σου πανδαισίας ἐπαπολαύοντες ἀμνημονοῦμεν ἐκείνου,
ἐπὶ χρόνον ἤδη καθειργμένου πολύν. ἄνες, δέσποτα, τὴν κατ’ ἐκείνου ὀργὴν καὶ λῦσον αὐτῷ τὴν φρουρὰν καὶ πρόσβλεψον εὐμενὲς ἡ μᾶλλον 69 πρόσιδε ὡς πατήρ.” τούτοις ὁ βασιλεὺς ἐχάλασε τὴν κατὰ τοῦ υἱέος ὀργήν, καί οἶ ἐσπείσατο καὶ τὴν τιμὴν ἀπέδωκε τὴν βασίλειον. εἰς θήραν δὲ ἀπελθὼν ἐλάφῳ ἐντυγχάνει τὸ μέγεθος ὑπερφυεῖ καὶ εἰς ὕψος ἠρμένα κέρατα φέροντι, καὶ τοῦτον
ἐδίωκε, καὶ πλησιάσας αὐτῷ ἦρε τὴν χεῖρα ξιφήρη πλῆξαι τὸ ζῷον βουλόμενος. τὸ δὲ τοῖς κέρασιν ἠμύνετο τὸν διώκοντα, καί τινος τῶν αὐτοῖς παραφυομένων ὄζων ἐμβληθέντος τῇ ζώνῃ τοῦ βασιλέως μετέωρος ἐκεῖνος ἐφέρετο , ᾐωρημένος τοῦ ζῴου τοῖς
κέρασι· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις φθάσας καὶ ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο, ᾧ καὶ 70 σῶστρα καλὰ δέδωκεν ὁ ὑπ’ ἐκείνου σωθεὶς τὴν τῆς κεφαλῆς ἐκτομήν , καὶ ἡ σκῆψις ὡς εὐπρεπής, ὅτι ξίφος, ἔφη, ἐπὶ βασιλέα γυμνώσειε, μὴ λογισάμενος
ὅτι ὑπὲρ βασιλέως ἦρκε τὸ ξίφος ὁ ἄνθρωπος καὶ ἀμοιβῆς μᾶλλον ἦν ἄξιος καὶ δωρημάτων βασιλικῶν. καὶ ὁ μὲν οὕτως ἀπώνατο τῆς ὑπὲρ τοῦ βασιλέως σπουδῆς. ὁ δὲ πληγεὶς καὶ τὸ σῶμα τῷ κέρατι καὶ περιδινηθεὶς τὰ σπλάγχνα, ἐπεβίω μέν,
ἀλλ’ οὐκ εἰς μακρόν· ἀπεβίω δ’ ἐντεῦθεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἔν, αὐταρχήσας δ’ ἐννεακαίδεκα, τῷ υἱῷ Λέοντι τὴν βασιλείαν λιπών, ὄντι πρεσβυτέρῳ τῶν περιόντων υἱῶν.
ἄμυναν διανέστη τοῦ Σανταβαρηνοῦ. ὑποπτεύων δὲ ὡς ἀντιλήψεται τούτου ὁ πατριάρχης Φώτιος, PII 176 φιλίως πρὸς αὐτὸν διακείμενος, αἰτίας πλάττει κατὰ τοῦ πατριάρχου, καὶ ἐξωθεῖ τῆς ἐκκλησίας αὐτόν, καὶ ἐν τῇ τῶν Ἀρμενιακῶν περιορίζει μονῇ, πατριάρχην
δὲ Στέφανον προεχειρίσατο , τὸν οἰκεῖον ὁμαίμονα, καὶ ὅτι μὴ ἦν Ἡρακλείας ἀρχιερεύς, ὑπὸ τοῦ πρωτοθρόνου κεχειροτόνητο. ἀχθῆναι δ’ ἐξ Εὐχαΐτων ἐκέλευσε τὸν Σανταβαρηνόν· τῆς ἐκεῖ γὰρ ἐκ- κλησίας προήδρευε. πέμψας δὲ εἰς τήν ἐν Χρυσο- πόλει μονὴν τοῦ Φιλιππικοῦ, ὅπου ὁ βασιλεὺς
Μιχαὴλ ἐτέθαπτο, ἐξάγει τὸ σῶμα τούτου ἐκ σοροῦ, καὶ μετὰ προπομπῆς πολλῆς καὶ βασιλείου τιμῆς εἰς τὸν τῶν ἀγίων Ἀποστόλων ναὸν κατατίθησιν ἐν λάρνακι μαρμαρίνῃ, καὶ τῶν ἀδελφῶν αὐτοῦ παρόντων ἐπὶ τῇ προπομπῇ, τοῦ τε Ἀλεξάνδρου 71
καὶ τοῦ πατριάρχου. τῇ δὲ τοῦ Ζαούτζη θυγατρὶ συμφθειρόμενος ἔτι ζώσης Θεοφανοῦς τῆς αὐτοῦ γαμετῆς τὸν πατέρα ταύτης μάγιστρον WIII 142 ἐτίμησε καὶ λογοθέτην τοῦ δρόμου, μετέπειτα μέντοι καὶ βασιλεοπάτορα, αὐτὸς τὸ ὄνομα ἐφευρών.
ἐξ ἐμπρησμοῦ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ πυρποληθέντος, ὁ βασιλεὺς οὗτος αὐτὸν ἀνεκαίνισεν. ἤδη δὲ καὶ ὁ Σανταβαρηνὸς ἤχθη καὶ εἰς τὰ ἐν ταῖς Πηγαῖς ἐφρουρεῖτο βασίλεια, ἔνθα πέμψας ὁ βασιλεὺς καὶ ἀφειδῶς αὐτὸν
αἰκισάμενος, ἐν Ἀθήναις ὑπερόριον ἔθετο. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πέμψας ἐκεῖ ἐξέκοψε τὰ ὄμματα μετὰ δὲ πλείους ἐνιαυτοὺς τῆς ὑπερ- ορίας τε τὸν ἄνθρωπον ἐπανήγαγε καὶ προνοίας 72 ἠξίωσε. ὁ δὲ Λογγιβαρδίας δοὺξ Ἁγίων, τοῦ ῥῆγός
Φραγγίας τυγχάνων γαμβρός, ἐπεὶ τὸν θάνατον τοῦ Βασιλείου ἐπύθετο, τὰς πρὸς Ῥωμαίους συνθήκας ἠθέτησε καὶ τήν χώραν ἅπασαν ᾠκειώσατο. διὸ τὸν ἐπὶ τῆς τραπέζης ἔπεμψεν ὁ βασιλεὺς κατ’ αὐτοῦ μετὰ τῶν δυτικῶν ταγμάτων, ὃς συμμίξας αὐτῷ
ἡττήθη· καὶ πάντας σχεδὸν οὓς ἐπήγετο ἀπεβάλετο, μόλις αὐτὸς διαδράς. τοῦ δὲ πατριάρχου Στεφάνου ἐκλελοιπότος Ἀντώνιος προκεχείριστο πατριάρχης, ὃς Καυλέας ὠνόμαστο. τῶν δὲ Βουλγάρων ἐνσπόνδων ὄντων καὶ ἐμπορίας ποιουμένων μετὰ 'Ρωμαίων, οἱ τοῖς τελωνήμασιν ἐφεστῶτες ἄδικα αὐτοὺς εἰσέ— 73 πρᾶττον τέλη. τοῦτο τῷ αὐτῶν ἄρχοντι Συμεὼν λαβὰς ζητοῦντι τοῦ κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι
εἰς πρόφασιν ἤρκεσε. καὶ μέντοι καὶ ἤρατο, καὶ Ῥωμαϊκὸν αὐτῷ ἀνθοπλισάμενον στράτευμα καὶ πολλοὶ μὲν ἔπεσον τῶν Ῥωμαίων καὶ ὁ αὐτός· πολλοὶ δ’ ἑάλωσαν, ὧν τὰς ῥῖνας ὁ Συμεὼν ἐκτεμὼν ἐπανελθεῖν ἀφῆκε πρὸς τὸ Βυζάντιον. τούτοις περιαλγήσας ὁ βασιλεύς, δώροις τοὺς Τούρκους ἔπεισε τοὺς περὶ τὸν Ἴστρον, οἱ καὶ Οὖγγροι καλοῦνται, τοῖς Βουλγάροις ἐπεξελθεῖν καὶ ὅση δύναμις κακῶσαι αὐτούς, καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε θαλάσσης καὶ διὰ γῆς ἡτοίμαστο ὅπλα
κινῆσαι κατὰ τῶν Βουλγάρων, τῷ πατρικίῳ Νικη- φόρῳ τῷ Φωκᾷ τὸν κατ’ αὐτῶν ἀναθέμενος πόλεμον, PII 177 δομέστικον τῶν σχολῶν αὐτὸν προβαλόμενος. πρὸ τοῦ πολέμου δὲ τὸν κοιαίστωρα στέλλει ὁ αὐτοκράτωρ πρὸς Συμεὼν περὶ εἰρήνης πρεσβεύσοντα. ὁ δὲ βάρβαρος δόλῳ τοῦτον ὑποτοπήσας ἐλθεῖν κα- θείργνυσι καὶ δεσμεῖ καὶ τῷ Φωκᾷ ἀντεμάχετο. ἐκείνου δὲ περὶ τοῦτον ἀσχολουμένου οἱ Οὖγγροι τὴν χώραν αὐτοῦ ἐληίσαντο. διὸ τὸν Φωκᾶν λιπὼν κατ’ ἐκείνων ἐξώρμησε, καὶ συμβαλὼν αὐτοῖς ἥττητο,
πολλῶν μὲν σφαγέντων Βουλγάρων, πλειόνων δ’ ἁλόντων, αὐτοῦ δὲ τοῦ Συμεὼν μόλις ἐν Δοροστόλῳ φυγόντος· τοῦτο δ’ ἡ Δρίστρα ἐστί. τοὺς δ’ αἰχμαλώτους Βουλγάρους ὁ βασιλεὺς παρὰ 74 Οὔγγρων ἐπρίατο καὶ ὁ Συμεὼν περὶ εἰρήνης ἱκέτευε.
καὶ πιστεύσας τοῖς λόγοις ἐκείνου ὁ βασιλεὺς τὸν Χοιροσφάκτην ἀπέστειλε σπονδὰς ποιησόμενον, ὃν ὁ βάρβαρος κατέσχε τε καὶ ἐδέσμησεν. αὐτὸς δὲ τοῖς Τούρκοις ἐπῆλθε, καὶ ἐτρέψατό τε αὐτοὺς τῇ χώρᾳ σφῶν ἐλυμήνατο. εἶτα ἐπέστειλε τῷ Λέοντι μὴ ἄν ποτε σπείσασθαι, εἰ μὴ τοὺς αἰχμαλώτους
Βουλγάρους λήψοιτο πρότερον· καὶ τούτους λαβὼν οὐκ ἐσπείσατο. ὁ γοῦν βασιλεὺς τοῖς τ’ δ’ τάγμασι τοῖς ἑῴοις καἰ τοῖς ἑσπερίοις ὁμοῦ συνελθοῦσι κατὰ τῶν Βουλγάρων ἐχρήσατο, ἀλλ’ ἡττήθησαν ἅπαντα τῷ Συμεὼν προσβαλόντα. καὶ τὰ μὲν τῶν Βουλγάρων
τοῦτον εἶχε τὸν τρόπον. ὁ δὲ βασιλεὺς έν ἀγροῖς τισι τῇ τοῦ Ζαούτζη συνὼν θυγατρὶ τῇ Ζωῇ 75 ἐπεβουλεύθη παρά τινων. αἰσθομένης δὲ τῆς Ζωῆς ἐκ θροῦ τὴν ἐπιβουλὴν καὶ διυπνισάσης τὸν βασιλέα κοιμώμενον, αὐτίκα ἐκεῖνος ἐπανῆλθεν εἰς τὰ
βασίλεια, καὶ οὕτω διέφυγε τὴν ἐπιβουλήν. ἄρτι δὲ τῆς βασιλίδος θανούσης Θεοφανοῦς τὴν εἰρημένην Ζωὴν ὁ βασιλεὺς Αὐγούσταν ἀνηγόρευσε καὶ WIII 143 νόμιμον ἔθετο γαμετήν τὴν πρὶν αὐτοῦ παλλακήν, ἡ ἐπ’ ὀλίγον τῆς εὐτυχίας ἀπώνατο· ἐνιαυτὸν γὰρ
ἴνα ἐπὶ μησὶν ὀκτὼ τῇ βασιλείᾳ ἐπιβιώσασα τέθνη- κεν. ἑτέρα δ’ αὖθις ἐπιβουλὴ μηνύεται τῷ βασι- λεῖ, ἣν ἐμελέτα ὁ πηκτῆς Βασίλειος, τοῦ Ζαούτζη τυγχάνων ἀνεψιός. ὃς τὸ ἀπόρρητον τῷ ἐκτομίᾳ Σαμωνᾷ ἐκοινώσατο, ὅρκοις πρότερον βεβαιώσαντι 76
ὡς ἀνέκφορον τηρήσει τὸ λεχθησόμενον. ἦν δὲ ὁ Σαμωνᾶς ἐξ Ἀγαρηνῶν, καὶ μαθὼν τὸ κατὰ τοῦ κρατοῦντος μελέτημα, εὐθὺς ἐκφέρει πρὸς αὐτὸν τὸ μυστήριον. καὶ κατεσχέθη μὲν ὁ Βασίλειος καὶ οἶ συνίστορες τοὐ βουλεύματος, ὁ δὲ Σαμωνᾶς ἐτιμήθη
πρωτοσπαθάριος καὶ ᾠκειώθη τῷ βασιλεῖ.
παῖδα τῆς βασιλείας διάδοχον· καὶ τετάρτην ἄγεται γαμετὴν τὴν Καρβωνοψίναν Ζωήν. οὐκ εὐθὺς μέντοι αὐτῇ τοῦ τῆς βασιλείας μετέδωκεν ἀξιώματος, ἀλλ’ ἐφ’ ἱκανὸν αὐτῷ συμβιοῦσα ἦν ἀταινίωτος, μέχρις οὗ παιδίον ἐξ αὐτῆς ἐτέχθη τῷ βασιλεῖ, ὃ παρὰ τοῦ
πατριάρχου Νικολάου τοῦ θείου κατηξιώθη βαπτίσματος. τοῦ γὰρ Ἀντωνίου τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως 77 ἐπιζήσαντος ἔτη * καὶ μεταθεμένου τὴν ζωήν, ὁ μυστικὸς Νικόλαος πατριάρχης κεχειροτόνητο. μετὰ δὲ τὸν τοῦ υἱοῦ αὐτοῦ τοκετόν,
τόν, ὃν Κωνσταντῖνον ὠνόμασεν ὁ βασιλεύς, καὶ τὴν σύνευνον αὐτοῦ ἀνηγόρευσε. διὰ γοῦν τὸν τέταρτον γάμον ἀφώριστο παρὰ τοῦ πατριάρχου ὁ Λέων. τιμῶν δὲ τὴν πρώτην αὐτοῦ γαμετὴν τὴν μακαρίαν Θεοφανὼ τέμενος ἀνήγειρεν εἰς ὄνομα
ἐκείνης ἔγγιστα τοῦ τῶν ἀγίων Ἀποστόλων ναοῦ, ἐν ᾧ καὶ τὸν νεκρὸν ἐκείνης κατέθετο. καὶ ἐπ’ ὀνόματι τοῦ ἁγίου Λαζάρου ναὸν ἐδείματο ἕτερον, εἰς ὃν καὶ τὸ ἱερὸν ἐκείνου σῶμα ἀπεθησαύρισεν ἐκ τῆς Κύπρου μετενεχθέν, ἀλλὰ μὴν καὶ τὸ τῆς
78 Μαγδαληνῆς Μαρίας. ἀσχολουμένων δὲ ταῖς οἰκοδομαῖς τῶν πλωίμων καὶ τοῦ στόλου μὴ πλέοντος, τὸ τῶν Ἀγαρηνῶν ναυτικὸν τὸ Ταυρομένιον ἐξεπόρθησε καὶ τὴν νῆσον κατέσχε Λῆμνον, καὶ πολλὴ τῶν ἀνθρώπων ἐν αὐτοῖς συνέβη φθορά. προόδου δὲ κατὰ τὴν πεντηκοστὴν γινομένης τοῦ βασιλεύοντος
εἰς τὸν τοῦ ἁγίου Μωκίου ναὸν κατὰ τὸ ἔθος ὁ βασιλεὺς οὗτος ἐποιήσατο τὴν προέλευσιν, καί τις ἤδη ταῖς κιγκλίσι τοῦ θυσιαστηρίου τοῦ αὐτοκράτορος πλησιάζοντος ἐξώρμησεν ἐκ τοῦ ἄμβωνος βάκτρον μετὰ χεῖρας ἔχων βαρύτατον καὶ κατὰ τῆς
βασιλικῆς ἐπήνεγκεν αὐτὸ κεφαλῆς, καὶ συνέτριψεν ἂν αὐτήν, εἰ μή τῇ ᾐωρημένῃ λυχνίᾳ προσαράξαν τὸ βάκτρον ἀφῄρητο ταύτῃ τῆς καταφορᾶς τὴν σφοδρότητα. 79 τέως δ’ οὖν αἷμα τῆς τοῦ βασιλέως κεφαλῆς καταρρένον θόρυβον τοῖς ἄρχουσιν ἐνεποίησεν·
ὅτι δ’ οὐ παρῆν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ βασιλέως αὐτάδελφος, ὑπόληψις παρὰ τοῖς πλείοσιν ἐπεκράτησε τῆς ἐπιβουλῆς αὐτὸν μὴ εἶναι ἀμέθεκτον. ὁ δὲ τὸ τόλμημα ποιήσας βασάνοις ὑποβληθείς, καὶ μηδένα μηνύσας συνίστορα, χεῖρας ἀπετμήθη
καὶ πόδας, καὶ τέλος παρεδόθη πυρί. ὁ δὲ WIII 144 μοναχὸς Μάρκος ὁ τὸ τετραῴδιον τοῦ μεγάλου ἀναπληρώσας ἔφη παρὼν πρὸς τὸν βασιλέα ‘‘τοῦτο προείρητο παρὰ τοῦ Δαβὶδ εἰρηκότος, Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο
οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. ἴσθι οὖν, βασιλεῦ, ὡς ἀπὸ τοῦδε χρόνον βασιλεύσεις PII 179 δεκαετῆ.·’ καὶ ὁ λόγος ἔργον ἐγένετο . ἔθανε γὰρ ὁ Λέων μετὰ δέκα ἐνιαυτοὺς κατ’ αὐτὴν ἡμέραν καθ’ ἣν ἐπλήγη τότε τὴν κεφαλήν.
ὁ ἤδη δὲ ῥηθεὶς Σαμωνᾶς παρὰ τῷ βασιλεῖ μεγάλα δυνάμενος πλοῦτόν τε δαψιλῆ περιβαλόμενος, καὶ τοῦτον λαβών, εἰς τοὺς Ἀγαρηνούς, ὅθεν ὥρμητο, ἀπεδίδρασκεν. ἀλλ’ ἑάλω τὸν Ἅλυν διαπερῶν· ὁ δὲ εἰς τὸν ἐν Σιριχᾶ σταυρὸν ἔλεγεν ἀπιέναι, τούτῳ εὐχὴν ποιησάμενος· ὃν λαβὼν Κωνσταντῖνος ὁ τοῦ δουκὸς Ἀνδρονίκου υἱὸς εἰς τὸ Βυζάντιον ἐπανήγαγεν. ὁ δὲ βασιλεὺς ἔτι τηρῶν τῷ Σαμωνᾷ τὴν
πρῴην διάθεσιν ἐνετείλατο τῷ Κωνσταντίνῳ, εἰ 80 ἐρωτηθείη ἐνώπιον τῆς συγκλήτου περὶ τοῦ Σαμωνᾶ, μὴ εἰπεῖν ὅτι ἀπεδίδρασκεν, ἀλλ’ ὅτι εἰς τὸν ἐν Σιριχᾶ ἀπῄει σταυρόν. τῇ δ’ ἑξῆς τῆς συγκλή- του παρούσης ἤρετο μεθ’ ὅρκων ἐπαγωγῆς τὸν Κωνσταντῖνον
ὁ βασιλεὺς εἰ ἔφευγεν ὁ Σαμωνᾶς· ὁ δὲ διὰ τοὺς ὅρκους ψεύσασθαι μὴ θελήσας, εἶπεν ὅτι εἰς τὴν οἰκείαν πατρίδα τὴν Μελιτηνὴν ἀπῄει. ὁ βασιλεὺς δὲ τὸν μὲν Κωνσταντῖνον μετ’ ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν μετὰ ταῦτα τῆς προτέρας
ἠξίωσεν οἰκειώσεως, εἶτα καὶ πατρίκιον ἐτίμησε καὶ παρακοιμώμενον προεβάλετο, ὃς εἰς πολλὰ τῶν οὐ καθηκόντων τὸν αὐτοκράτορα προεβίβαζεν, ὧν έν καὶ τὸ βιάσασθαι τὸν πατριάρχην δέξασθαι αὐτὸν 81 καὶ τοῦ ἀφορισμοῦ ἀπολῦσαι. μεταπεμψάμενος
οὖν τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐδεῖτο δεχθῆναι. ὡς δ’ ἐκεῖνος ἦν ἀδυσώπητος, ἐκ τῶν βασιλείων αὐτίκα διαπερᾶται πρὸς τὴν Ἰρίαν, κἀκεῖθεν πεζοποροῦντα εἰς τὸ ἐν Γαλακρήναις ἄγουσιν αὐτὸν μοναστήριον, ὃ αὐτὸς ἐδομήσατο, ἔτη προστάντα τῆς
ἐκκλησίας ἕνδεκα. προεχειρίσθη δὲ πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ ἱερός, ὃς καὶ βουλόμενον τὸν βασιλέα νόμῳ θεσπίσαι ἄγεσθαι κατὰ ταὐτὸν τὸν βουλόμενον γυναῖκας δύο ἡ καὶ τρεῖς ἄχρι τεττάρων πάσῃ σπουδῇ διεκώλυσε.
τοῦ δουκικοῦ, ὑποτίθησί τινι τῶν φίλων τοῦ Ἀνδρονίκου δηλῶσαι αὐτῷ μὴ συμπλεῦσαι τῷ Ἱμε- ρίῳ, ἐκκόψαι οἶ τὰ ὄμματα μέλλοντι κατὰ βασίλειον πρόσταγμα. διὸ οὐκ ἐπείσθη τῷ Ἱμερίῳ συνελθεῖν ὁ Ἀνδρόνικος, ὅθεν καὶ μόνος ἐκεῖνος ναυμαχήσας
ἐκράτησε καὶ τοῦ τῶν πολεμίων περιεγένετο ναυτικοῦ. ἐντεῦθεν ἀπεγνωκὼς ὁ Ἀνδρόνικος συγγε- νεῖς τε καὶ δούλους αὐτοῦ προσλαβόμενος κατέσχε τὴν Κάβαλαν, ὀχυρόν τι φρούριον τοῦ Ἰκονίου οὐ PII 180 πάνυ τι διακείμενον μηκόθεν. ὁ δὲ Σαμωνᾶς οὐ
διέλιπε τὸν βασιλέα ἐρεθίζων καὶ εἰς ὀργὴν παρακινῶν κατὰ τοῦ ἀνδρός. μαθὼν δ’ ἐκεῖνος καὶ τὴν τοῦ πατριάρχου Νικολάου ἐκ τῆς ἐκκλησίας ἐξώθησιν, καὶ πάντοθεν ἀπογνούς, πανοικεσίᾳ τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. ὁ δὲ βασιλεὺς τοῦτο
γνοὺς ὑπερήλγησεν, ἐναντίον ἕξειν τὸν ἄνδρα ἀνθ’ ὑπερμάχου πτοούμενος. γραφὴν τοίνυν ἐγχαράσσει βασίλειον, δι’ ἧς τῷ Ἀνδρονίκῳ καὶ ἀμνηστία τῶν WIII 145 πραχθέντων ἐπρυτανεύετο καὶ ὑπονόστησις ἐπετρέπετο καὶ πολλῶν δόσις ἐπήγγελτο ἀγαθῶν. ταύτην
ἐμβαλόντες κηρῷ τὴν γραφὴν καὶ λαμπάδι τὸν κηρὸν ἀπεικάσαντες Σαρακηνῷ τῶν αἰχμαλώτων ἑνὶ τῆς 83 εἱρκτῆς ἐκβληθέντι ἐγχειρίζουσιν, ἐντειλάμενοι τῷ Ἀνδρονίκῳ δοῦναι αὐτήν. τοῦτον δὴ τὸν Ἀγαρηνὸν ὁ Σαμωνᾶς μετακαλεσάμενος ἐν ἀπορρήτοις
φησὶ πρὸς αὐτὸν ‘‘οἶδας ὅτι τὸν ὄλεθρον τῆς Συρίας ὅλης φέρεις ἐν ταῖς χερσί σου; ἕνα γοῦν καὶ τὴν πατρίδα σώσῃς καὶ τοὺς ὁμογενεῖς, τὸν κηρὸν τοῦτον ἐγχείρισον τῷ Οὐζήρ.’’ ὁ δὲ πεποίηκεν ὡς παρήγγελτο, καὶ γνόντες οἱ τῆς Ἄγαρ τὴν δύναμιν τῆς γραφῆς, καὶ τὸν Ἀνδρόνικον δεσμοῦσι καὶ πάντας τοὺς σὺν αὐτῷ. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν τοῖς δεσμοῖς τὸν βίον κατέλυσε, τινὲς δὲ τῶν σὺν αὐτῷ
84 τὴν ἐκ τῶν δεσμῶν μὴ στέγοντες κάκωσιν τὴν πί- στιν ἑαυτῶν ἐξωμόσαντο. ὁ Κωνσταντῖνος δὲ καί τινες τῶν σὺν αὐτῷ τῆς εἱρκτῆς ἐκφυγόντες πρὸς τὰ Ῥωμαίων ἀπῄεσαν, καὶ τοὺς καταδιώκοντας αὐτοὺς Ἀγαρηνοὺς γενναίως τρεψάμενοι διεσώθησαν.
ὃν ὁ βασιλεὺς ἐδέξατό τε περιχαρῶς καὶ ἐδεξιώσατο μεγαλοπρεπῶς καὶ διαφερόντως ἐτίμησεν· εἶτα καὶ πρὸς αὐτὸν ἔφη ‘‘μὴ ἀπατάτω σε, Κωνσταντῖνε, τὸ ὄνομα, μηδ’ οἴου τῆς βασιλείας τυχεῖν, ὡς Κωνσταντίνου Ῥωμαίων μέλλοντος ἄρξειν· ἴσθι γὰρ ἀκριβῶς
τοῦτον εἶναι τὸν υἱὸν τὸν ἐμόν· σὺ δὲ εἰ μὲν ἣν ἔλαχες σπάρταν κοσμεῖς, ἔσται σοι εὖ· εἰ δὲ νεωτερίσεις καὶ τυραννίδι ἐπιχειρήσεις, ἕσο βεβαίως εἰδὼς ὡς διὰ τῆσδε τῆς πύλης, τὴν πρὸς δύσιν 85 οὖσαν τοῦ Χρυσοτρικλίνου δείξας αὐτῷ, ἡ κεφαλή
σου τοῦ λοιποῦ σώματος χωρὶς εἰσαχθήσεται·” ὃ καὶ γέγονεν ὕστερον. ἐκ δὲ Μελιτηνῆς ἐλθόντων τινῶν, ἐν οἶς ἦν καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ, ὑπεδέξατο τούτους ἐντίμως ὁ βασιλεύς, καὶ εἰς τὴν μεγάλην ἐκκλησίαν μὴ δεόντως ἀπίστους ὄντας εἰσήγαγεν.
ἰδὼν δὲ ὁ τοῦ Σαμωνᾶ πατὴρ ἣν εἶχεν ὁ υἱὸς αὐτοῦ τιμὴν ἐν τοῖς βασιλείοις, καὶ τὸν πλοῦτον · ὃν περιέκειτο, ἤθελε συνδιάγειν αὐτῷ. ἐκωλύθη δὲ παρ’ ἐκείνου, τὴν οἰκείαν θρησκείαν τηρεῖν συμβουλεύοντος καὶ εἰς τὴν πατρίδα ἐπανελθεῖν·
‘‘ εἰ δὲ καὶ αὐτός” ἔφη ‘‘τύχω καιροῦ, ὑπονοστήσω πρὸς σέ.” τῆς δ’ ἑορτῆς τῆς πεντηκοστῆς ἐνστάσης ἔστεψε τὸν υἱὸν αὐτοῦ ὁ βασιλεὺς καὶ ἀνηγόρευσε βασιλέα. ἐκτομίαν δ’ ἔχων θεράποντα ὁ μυσαρὸς PII 181 Σαμωνᾶς Κωνσταντῖνον ὀνομαζόμενον, ἐκ δὲ Παφλαγονίας γενόμενον, τῇ δεσποίνῃ τοῦτον δέδωκεν
εἰς ὑπηρεσίαν. ἐπεὶ δὲ τῇ βασιλίσσῃ καὶ αὐτῷ τῷ κρατοῦντι λίαν ὁ Κωνσταντῖνος ᾠκείωτο, εἰς βασκανίαν ὁ βέβηλος ἠρέθιστο Σαμωνᾶς καὶ πρὸς τὸν βασιλέα κατεῖπεν αὐτοῦ ὡς ἐρωμένου τῇ βασιλίσσῃ. ζηλοτυπήσας οὖν ὁ Λέων ἀποκαρῆναι τοῦτον προσέταξε
μοναχόν, καὶ μετ’ οὐ πολὺ ἄγει τοῦτον , καὶ ’ποδυθῆναι κελεύσας τὰ μοναχικὰ ἀμφία καὶ κοσμικὴν περιβαλέσθαι στολὴν μᾶλλον ἢ πρότερον αὐτὸν ᾠκειώσατο. οὐκ ἀνεκτὰ δ’ ἦσαν ταῦτα τῷ Σαμωνᾷ. γράφει τοίνυν λοίδορόν τι γραμμάτιον l5 διά τινος τῶν αὐτοῦ, καὶ ῥιπτεῖ ἔνθα ὁ βασιλεὺς 86 διελεύσεσθαι ἔμελλεν· ὅπερ εὑρὼν ἐκεῖνος καὶ ἀναγνοὺς ἤλγησέ τε καὶ τὸν πεποιηκότα τοῦτο ἐζήτει. εἷς οὖν τις τῶν συνειδότων τὴν πρᾶξιν ταύτην τῷ Σαμωνᾷ τοῦτον εἶναι τὸν ἐργάτην τοῦ λοιδόρου
βιβλίου τῷ κρατοῦντι ἐδήλωσεν. ἐκλείψεως μέντοι τότε τῆς σελήνης συμβάσης, τὸν μητροπολίτην Συνάδων ὁ βασιλεὺς μετεπέμψατο, περὶ ταύτης πευσόμενος. ὃν ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἤρετο περὶ τῆς ἐκλείψεως· κἀκεῖνος ἔφη ὅτι ‘‘σὸν τὸ τῆς σελήνης
πάθημα σημαίνει δυστύχημα· εἰ δὲ τοῦ Ἰουλίου τρισκαιδεκάτη παρελεύσεται πρὸ τοῦ παθεῖν, ἐκφεύξῃ WII 146 καὶ σὺ τὸ δυστύχημα. εἶτα καὶ πρὸς τοῦ 87 βασιλέως ὁ Συνᾴδων ἐρωτηθεὶς ἀπεκρίνατο ὡς εἰς τὸ δεύτερον μετὰ σὲ πρόσωπον ἐνσκήψει ἡ κάκωσις. δεύτερον δὲ πρόσωπον ὁ βασιλεὺς τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀλέξανδρον ἔκρινεν, ἀλλ’ ἐσφάλη περὶ τὴν κρίσιν· ἔδει γάρ ποτε τῷ κακίστῳ Σα- μώνᾳ γενέσθαι κακῶς. μαθὼν οὖν ὡς ἐκεῖνος ἦν ὁ τοῦ λοιδόρου βιβλίου πατήρ, ἐξωθεῖ μὲν τῶν βασιλείων αὐτὸν καὶ ἀποκείρει καὶ περιγραπτοῖς ὁρίοις καθείργνυσι. καὶ ταῦτα γέγονε, μήπω τῆς τρισκαιδεκάτης τοῦ Ἰουλίου παραρρυείσης. παρακοιμώμενος
δὲ ἀντὶ τοῦ Σαμωνᾶ ὁ παρ’ ἐκείνου βασκαινόμενος μένος Κωνσταντῖνος καὶ 88 προκεχείριστο, ᾧ καὶ μονὴν ὁ βασιλεὺς ἐδομήσατο ἐν ταῖς Νοσσιαῖς. νοσήσας δὲ ὁ Λέων κοιλιακὸν νόσημα τοσοῦτον κατειργάσθη τὴν δύναμιν ὡς μηδὲ
δυνηθῆναι διαλεχθῆναι τῇ συγκλήτῳ περὶ νηστείας τὴν συνήθη διάλεξιν, ἡ καλεῖται σελέντιον. ὅμως ὀλίγα τινὰ ταύτῃ διαλεχθεὶς καὶ ἀξιώσας αὐτοῦ μεμνῆσθαι καὶ πίστιν εἰς τὴν αὐτοῦ σύμβιον τηρεῖν καὶ εἰς τὸν υἱόν, καὶ τελευταίαν ταύτην προσλαλιὰν πρὸς αὐτὴν ποιεῖσθαι εἰπὼν ‘‘οὐκ αὐτίκα ἐξέλιπεν, ἀλλὰ μέχρι τοῦ Μαΐου διήρκεσε.’’ τότε δὲ τελευτῶν τὴν αὐταρχίαν τῷ ἀδελφῷ κατέλιπεν καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκεν, ἀξιώσας ἐπιμελεῖσθαι αὐτοῦ καὶ ἀνάγειν βασιλικῶς καὶ αὐτοκράτορα
καταλιπεῖν· ὅν, φασί, βλέπων ἐρχόμενον PII 182 πρὸς αὐτὸν ἤδη ἐκλείπων, φάναι ‘‘ἴδε ὁ κακὸς μετὰ τοῦς δεκατρεῖς μῆνας.’’ ἐβασίλευσε δὲ ὁ Λέων ἔτη εἴκοσι καὶ πέντε ἐπὶ μησὶ τρισίν.
ἀρχῇ καὶ ἄμα τὸν πατριάρχην Νικόλαον ἐκ Γαλακρηνῶν ἀγαγὼν εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήγαγε, τὸ δεύτερον καταγαγὼν τὸν Εὐθύμιον, καὶ ἐπὶ βήματος τὴν τούτου ποιήσας καθαίρεσιν, ἐνυβρισάντων εἰς τὸν ἄνδρα πολλὰ τῶν
προσκειμένων τῷ Νικολάῳ, εἶτα καὶ ὑπερόριον ποιήσας αὐταρχήσας δὲ ὁ βασιλεὺς οὑτοσὶ οὐδὲν ἐοικὸς εἰργάσατο βασιλεῖ, ἀλλὰ τρυφαῖς καὶ θήραις καὶ ἀσελγείαις ἐξέδωκεν ἑαυτόν, τὰ δὲ τῆς 89 βασιλείας καὶ κοινὰ πράγματα ἀνθρώποις ἀνέθετο ἀγύρταις καὶ τοῖς ἐκ τριόδων, οὓς πρὸ τῆς
μοναρχίας ἐπιρρήτων εἶχε πράξεων κοινωνούς, ὧν ἕνα Βασιλίτζην λεγόμενον καὶ διάδοχον τῶν σκήπ- τρων διενοεῖτο ποιήσασθαι· τὸν γὰρ ἀδελφόπαιδα Κωνσταντῖνον καὶ ἰδιωτεῦσαι ἐβούλετο καὶ τῶν παι- δογόνων ἀφελέσθαι μορίων. καὶ εἰ μὴ ταχὺ τὸ τέλος
αὐτῷ τῆς ζωῆς ἐπελήλυθε καὶ οὕτως αὐτῷ παρὰ τῆς ἄνω προνοίας ἐσφάλησαν τὰ βουλεύματα, τάχ’ ἄν ὅσον τὸ ἐπ’ ἐκείνῳ καὶ εἰς ἔργον ἐξέβησαν. γοήτων δὲ πυνθανόμενος εἰ ἐς μῆκος αὐτῷ τὰ τῆς ζωῆς προελεύσεται, ἤκουσεν ἐξ ἐκείνων ὡς ἔσται αὐτῷ
μακροχρόνιον τὸ βιώσιμον, εἰ τῷ ἐν θεάτρῳ συί; 90 ὃς ἐκ χαλκοῦ πέπλασται, ὀδόντας καὶ αἰδοῖα περίθοιτο. ‘‘σὸν γὰρ οὗτος’’ ἔλεγον ‘‘στοιχεῖόν ἐστιν, ἀντίος ἱστάμενος Λέοντι τῷ σῷ ἀδελφῷ,” οὐδὲν κρίνοντες ὑγιὲς ἢ τὸ συὶ· τοῦτον ἀπεικάσαι τὸν
αὐτοκράτορα, διὰ τὸ περὶ γαστέρα κεχηνέναι τε καὶ συσσίτια καὶ ἀκολασίαις προσκεῖσθαι διηνεκῶς. πιστεύσας οὖν τοῖς λόγοις ἐκείνων ὁ καὶ χοίρων ἀνοητότερος τὰ λείποντα ταῦτα τῷ χαλκουργήματι ἐξειργάσατο. τοῦ μέντοι τῶν Βουλγάρων ἀρχηγετοῦντος
τοῦ Συμεὼν εἰ τὴν εἰρήνην ἀσπάζοιτο ἐρωτῶντος διά τινων ὑπ’ αὐτοῦ πεμφθέντων, ὁ Ἀλέξανδρος ἀτίμως τε τοὺς πεμφθέντας ἐδέξατο καὶ ὑπερηφάνως ὡμίλησε καὶ ὑπερόγκως ἠπείλησεν. ὅθεν ὁ WIII 147 Συμεὼν τὴν ὕβριν μὴ ἐνεγκὼν κατὰ Ῥωμαίων ὡπλισατο. 91
συμποσίοις δὲ καὶ μέθαις διόλου προστετη- κὼς ὁ Ἀλέξανδρος, ἅπαξ ἀριστήσας μετὰ λουτρὸν καὶ κοίλῃ χρησάμενος τῇ γαστρὶ καὶ ἀπλήστως ἀκρα- τισάμενος σφαιρίσαι προέθετο, καὶ κατατείνας τὸ σῶμα τῇ ἱππασίᾳ καὶ ταῖς τῆς σφαίρας ἐκτραχηλίσεσι ῥῆξιν ὑπέστη , καὶ αἷμα διά τε τῆς ῥινὸς κενώσας καὶ τῆς αἰδοῦς μετὰ μίαν ἡμέραν ἐξέλιπεν, ἐπιτρόπους τῷ ἀνεψιῷ καὶ τῆς βασιλείας διοικητὰς γράψας
τόν τε πατριάρχην Νικόλαον καὶ τὸν μάγιστρον Στέφανον καὶ τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν τόν τε ῥαίκτωρα Ἰωάννην καὶ δύο τῶν ὑπ’ αὐτοῦ προαχθέντων ἐκ τύχης ἀνυρτίδος εἰς συγκλητικὴν PII 183 ἀξίαν καὶ εἰς πατρικιότητα, τὸν Βασιλίτζην καὶ τὸν
Γαβριηλόπουλον.
γὰρ ἔτος αὐτῷ τῆς ἡλικίας ἠνύετο. ὁ μέντοι τοῦ δουκὸς Ἀνδρονίκου υἱὸς ὁ Κωνσταντῖνος, δομέστικος ὢν τῶν σχολῶν καὶ τὴν τοῦ Ἀλεξάνδρου ἐνωτισάμενος τελευτήν, ἀπεδήμει γὰρ τῆς βασιλίδος τῶν πόλεων, τὸ μέν τι ὃ ’ν ἔκρυπτεν ὑπὸ σποδιᾷ
σπινθῆρα τοῦ ἔρωτος τῆς βασιλείου ἀρχῆς ἀνακαλύπτων 92 τε καὶ ἀναρριπίζων, τὸ δὲ καὶ ὑπ’ ἄλλων πρὸς τοῦτο ἐρεθιζόμενος, ὧν εἰς εἶναι λέγεται καὶ ὁ πατριάρχης Νικόλαος, μήπω γὰρ τῆς τοῦ Ἀλεξάνδρου διαθήκης ἀναγνωσθείσης οὐκ ᾔδει καὶ αὐτὸς
καταλελειμμένος ἐπίτροπος, τυραννίδι ἐπικεχείρηκε, καὶ τοὺς ἐκκρίτους τῶν στρατευμάτων παραλαβὼν τῶ Βυζαντίῳ ἐπιδεδήμηκε, καὶ διά τινος πυλίδος νυκτὸς εἰσελθὼν τὴν τοῦ Ἱπποδρόμου πύλην μετὰ λαμπάδων καταλαμβάνει, καί τινας καὶ τῶν συγκλητικῶν προσεταιρισάμενος, πολλοῦ καὶ δημώδους ὄχλου συναθροισθέντος, οἱ καὶ ὡς βασιλέα αὐτὸν εὐφήμουν καὶ ἀνηγόρευον. τῶν δ’ ἐντὸς τὰς πύλας μὴ ἀνοιγνύντων, ὁ πρωτοστράτωρ τοῦ Κωνσταντίνου 93 ταῖς χερσὶ πεποιθὼς καὶ θρασύτερον προσαράξαι τὰς πύλας καὶ καταβαλεῖν βιαζόμενος νύττεται
λόγχῃ παρά του τῶν ἔνδον διά τινος ἀμυχῆς. καὶ ὁ μὲν ἦν αὐτίκα νεκρός. ὁ δέ γ’ ἑ Κωνσταντῖνος ἐκεῖθεν εἰς τὸ τῶν ἵππων ἄπεισιν ἁμιλλητήριον θέατρον, εἶτα εἰς τήν λεγομένην ἦλθε Χαλκῆν, καὶ ἄχρι τῶν Ἐξκουβίτων προῆλθεν. ὁ δὲ τῶν ἐπιτρόπων
εἶς ὁ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκ τῶν ἑταιρειῶν καὶ τῶν πλωίμων συλλέξας τινὰς ἀντικαταστῆναι τῷ τυραννοῦντι αὐτοὺς ἐξαπέστειλε. καὶ συμπλοκῆς γενομένης πολλοὶ πεπτώκασιν ἑκατέρωθεν· ἔσφακτο δὲ καὶ Γρηγορᾶς ὁ τοῦ δούκα υἱὸς
καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. 94 τούτοις οὖν περιαλγήσας ὁ Κωνσταντῖνος καὶ τὸ οἰκεῖον ἐπιρρῶσαι προθυμούμενος σύνταγμα τὸν ἵππον ἤλαυνε, συμμίξαι θέλων τοῖς ἔμπροσθεν· ἐστρωμένου δὲ τοῦ ἐδάφους πλαξὶν ὑπολισθήσας ὁ
ἵππος ἔπεσε καὶ τὸν ἀναβάτην κατήνεγκε, καί αὐτῷ εὐθὺς ἐπελθὼν ἐξέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ προσήνεγκε, διὰ τῆς δυτικῆς τοῦ Χρυσοτρικλίνου πύλης εἰσελθών, τὴν πρόρρησιν τοῦ βασιλεύσαντος Λέοντος. ὅτι δὲ
οὐ τεύξεται τῆς βασιλείας ὁ δοὺξ Κωνσταντῖνος καὶ ἑτέρωθεν τοῖς περὶ τὸν βασιλέα ἐπέγνωστο. ἦ ’ν γάρ τις τελώνης Νικόλαος, ὃς χρεώστης πολλῶν χρημάτων τῷ δημοσίῳ γενόμενος πρὸς τοὺς Ἰσμαηλίτας κατέφυγε καὶ τὴν πίστιν ἐξομοσάμενος ἀστρολογίαν
μετῄει. οὗτος τῷ λογοθέτῃ τοῦ δρόμου ἀπεστάλκει PII 184 γραμμάτιον· ἡ δὲ τούτου περίληψις ἦν τοιαύτη· ἀμὴ φοβηθῆτε ἀπὸ τοῦ δουκός· νεωτερίσει γὰρ ἀφρό- WII 148 νως καὶ εὐθέως ὀλοθρευθήσεται. καὶ ἡ μὲν ἀποστασία ἐπέπαυτο. ὁ δὲ τοῦ Κωνσταντίνου πενθερὸς ὁ μάγιστρος Γρηγορᾶς καὶ Λέων ὁ χοιροσφάκτης τῇ μεγάλῃ ἐκκλησίᾳ προσπεφοιτήκασιν, οὓς ἐκβαλόντες τοῦ θείου τεμένους μοναχοὺς ἀπέκειραν
οἱ ἐπίτροποι ἐν τῇ τοῦ Στουδίου μονῇ. ἄλλους δ’ αἰκισάμενοι ἐθριάμβευσαν, ἑτέροις τὰ ὄμματα ἐξεπήρωσαν, ἐνίων δὲ τὰς κεφαλὰς ἀπέτεμον, καὶ ἄλλους 95 ἐκ Χρυσοπόλεως μέχρι τοῦ Λευκάτου ἀνεσκολόπισαν. καὶ ἄλλοι δὲ πλείους τῆς τῶν ἐπιτρόπων
ἐξουσίας γεγόνασιν ἂν παρανάλωμα, εἰ μή τινες τῶν δικαστῶν τῆς πρὸς τὰς τιμωρίας ῥοπῆς αὐτοὺς ἀνεχαίτισαν, εἰπόντες ‘‘πῶς ταῦτα ποιεῖτε ὑμεῖς κελεύσεως ἄτερ βασιλικῆς, ἐπεὶ παῖς ὄν ὁ βασιλεὺς τοῖς πραττομένοις οὐ συναινεἴ;’’ ἀποκείραντες δὲ οἱ
ἐπίτροποι καὶ τὴν τοῦ Κωνσταντίνου γυναῖκα καὶ τὸν υἱὸν Στέφανον ἐκτομίαν ποιήσαντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῶν ἀπεστάλκασι τούτους. οἱ δὲ τοῦ βασιλέως ἐπίτροποι, ὅ τε πατριάρχης καὶ οἱ λοιποί, ἐναυθεντοῦντες τοῖς πράγμασι πολλὰ τῶν
οὐ δεόντων ἐποίουν, καὶ πρὸς ἀλλήλους δὲ διεφέροντο, 96 τῶν μὲν τάδ’ εἰσαγόντων, τῶν δὲ τὰ ἀντίθετα, καὶ ἦν ἡ τούτων διοίκησις πολυαρχία τίς, ἀλλ’ οὐ μοναρχία. ὁ δὲ Βούλγαρος Συμεών, ὡς μὴ βασιλέως ἐπιστατοῦντος τοῖς πράγμασι, ῥᾳδίως
ἐλπίσας κρατῆσαι τῆς βασιλίδος τῶν πόλεων, ἔπεισι κατὰ ταύτης μετὰ πλείστης δυνάμεως, καὶ ἔξω στρατοπεδεύεται τῶν ταύτης τειχῶν, καὶ πολιορκῆσαι ταύτην διανενόητο. ἰδὼν δὲ τὸ τῶν τειχῶν κρατερὸν καὶ τὸ πλῆθος τὸ ἐπ’ αὐτῶν καὶ τῶν ἐν τοῖς
τείχεσι μηχανημάτων τὸ δαψιλές, ἰλιγγιάσας μετέπεσεν εἰς τὸ Ἕβδομον, ζητῶν σπείσασθαι. ὁ γοῦν πατριάρχης καὶ οἱ λοιποὶ τῶν ἐπιτρόπων λαβόντες τὸν βασιλέα εἰς τὰ ἐν Βλαχέρναις ἦλθον ὅπου καὶ ὁ Συμεὼν παρεγένετο, ὁμήρους δοὺς καὶ 97 λαβών, καὶ τῷ πατριάρχῃ κλίνας τὴν κεφαλὴν ηὐλογήθη
παρ’ ἐκείνου καὶ συνειστιάθη τῷ βασιλεῖ. εἶτα μὴ ἀρεσθεὶς ταῖς συνθήκαις ἐπανῆλθεν ἀσύμβατος, δώροις δεξιωθεὶς καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ. ἀνακαλουμένου δὲ διόλου τὴν ἑαυτοῦ μητέρα τοῦ βασιλέως καὶ ἐπὶ ταύτῃ δακρύοντος, ἔφθη γὰρ
ταύτην τῶν ἀνακτόρων καταγαγεῖν ὁ Ἀλέξανδρος, ἠναγκάσθησαν αὐτὴν ἀναγαγεῖν οἱ ἐπίτροποι. ἡ δὲ ἀνελθοῦσα τῆς διοικήσεως εἴχετο, προσλαβοῦσα καὶ τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ τοὺς αὐταδέλφους ἄμφω τοὺς Γογγυλίους, καὶ πρῶτον μὲν
τὸν πατριάρχην ἀπάγει τῶν βασιλείων, εἶτα καὶ τοὺς τοῦ Ἀλεξάνδρου θεράποντας ἐξωθεῖ, τὸν ῥαίκτωρα τὸν Βασιλίτξην καὶ τὸν Γαβριηλόπωλον, PII 185 ἀλλὰ μέντοι καὶ τοὺς λοιπούς. Κωνσταντῖνος δὲ παρακοιμώμενος τὰ πάντα ἠδύνατο. ὁ μέντοι Βούλγαρος
Συμεὼν τὴν Θρᾴκην κατέτρεχέ τε καὶ ἐληί- ζετο, καὶ ἐν τῇ Ἀδριανουπόλει βάλλεται χάρακα, πολιορκίᾳ ταύτην ἐλπίζων ἑλεῖν. ὡς δ’ ἐώρα ἑαυτῷ πόλεως μέτεισι. χρήμασι γάρ τινας τῶν φυλάκων κενόσπουδον τὸ ἐγχείρημα, ἑτέρως τὴν ἅλωσιν τῆς
αὐτῆς ὑποφθείρας ἐκ προδοσίας αὐτὴν ἐξεπόρθησεν. ἀλλὰ ταύτην μετέπειτα πάλιν ὑπὸ Ῥωμαίους ἡ βασιλίσσης σπουδὴ ἐποιήσατο. μὴ φέρουσα δὲ τὰς κατὰ τῆς Θρᾶκῴας χώρας πυκνὰς ἐπελεύσεις Συμεών, σπένδεται τοῖς ἐξ Ἰσμαὴλ καὶ τά τε ἑῷα
τάγματα καὶ τὰ ἑσπέρια συναθροίσασα τῷ μαγίστρῳ B Λέοντι τῷ Φωκᾷ τόν σχολῶν δομεστίκῳ τυγχάνοντι τὸν κατὰ τοῦ Συμεὼν ἀνέθετο πόλεμον. ὃς καὶ WIII 149 μάχην συνάψας ἡττᾷ τοὺς Βουλγάρους περιφανῶς καὶ φόνον αὐτῶν ποιεῖται πολύν. κατάκοπος δὲ γεγονὼς καὶ ἱδρῶτι διάβροχος κἀντεῦθεν λιποθυμῶν, ἐπί τινι πηγῇ τοῦ ἵππου ἀποβὰς ἀνέψυχεν ἑαυτόν. ἐν τούτῳ δὲ ὁ ἵππος αὐτοῦ τὰς τοῦ κατέχοντος αὐτὸν χεῖρας διαφυγὼν ἐν τῷ τοῦ στρατοπέδου πεδίῳ ἐκρόαινεν ἀναβάτου χωρίς. ἐπίσημος δὲ τυγχάνων εἰς δειλίαν ἐνέβαλε τὰ στρατεύματα, οἰηθέντα πεσεῖν 98 τὸν δομέστικον, καὶ τοῦ μὲν πολέμου ἀπέσχοντο καὶ τῆς διώξεως ἔστησαν, θόρυβος δ’ ἔσχεν αὐτούς. ὁ
δέ γ’ ἑ Συμεὼν ἐκ περιωπῆς τινος ὁρῶν τὸ συμβεβηκὸς περὶ τὰ στρατεύματα, τοῖς περὶ αὐτὸν ἐγκελεύεται καὶ κατὰ Ῥωμαίων ἐξώρμησε καὶ τεθορυβημένοις αὐτοῖς ἐμβαλὼν εἰς φυγὴν ἅπαντας ἀθρόον ἐτρέ- ψατο, καὶ τοὺς μὲν οἱ Βούλγαροι διώκοντες ἔκτεινον,
οἶ δ’ ὑπ’ ἀλλήλων ἀπώλλυντο συμπατούμενοι. ὁ δὲ τῶν σχολῶν δομέστικος μόλις εἰς Μεσημβρίαν διαδρᾶναι δεδύνητο· πολλοὶ δὲ καὶ τῶν στρατηγῶν καὶ ταγματάρχαι τότε ἐφθάρησαν.
συμμαχίαν ἀγαγεῖν κατὰ τῶν Βουλγάρων, καὶ ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος 99 τῶν πλωίμων, ὡρίσθη μετὰ τοῦ στόλου παραπλεῖν, ἅμα μὲν εἰς συνεργίαν τοῦ τῶν σχολῶν δομεστίκου, ἅμα δὲ καί, εἰ ἀχθεῖεν σύμμαχοι παρὰ τοῦ Βογᾶ, διαπεραιώσασθαι σφᾶς. ἧκεν οὖν ὁ Βογᾶς μετὰ τῶν συμμάχων. στάσεως δ’ ἐμπεσούσης αὐτῷ τε καὶ τῷ Λακαπηνῷ, ὁρῶντες οἱ Πατζινάκοι αὐτοὺς πρὸς ἀλλήλους διαπληκτιζομένους καὶ ἀμελῶς περὶ τὴν αὐτῶν διακειμένους διάβασιν, εἰς τὰ ἑαυτῶν ἐπανήλθοσαν.
οἱ μὲν οὖν οὕτω ταῦτά φασ καὶ τὴν ἧτταν τῶν Ῥωμαίων ἐντεῦθεν συμβῆνα(??) ἡ τυχόντων τῆς συμμαχίας, οἶ δὲ ἀλλοίως τὸ πρᾶγμα ἱστόρησαν· ἡττήσαντος γάρ φασι τοῦ Φώκα τοὺς βαρβάρους καὶ διώκοντος φήμην γενέσθαι ὡς ὁ δρουγγάριος τῶν πλωίμων ἄπεισι σὺν τῷ στόλῳ, τὴν βασιλείαν παραληψόμενος·
τοῦτο δὲ τῷ δομεστίκῳ πεσὸν εἰς PII 186 ἐκταράξαι αὐτόν, ὡς ἀποσχέσθαι μὲν τῆς διώξεως, ἐπανελθεῖν δ’ εἰς τὸν χάρακα, τὰ τῆς φήμης ἀκριβωσόμενον, κἀντεῦθεν παλίντροπον γενέσθαι τὸν πόλεμον· φυγεῖν μὲν γὰρ τοὺς Ῥωμαίους,
τῆς μάχης οἰηθέντας τὴν εἰς τὸν χάρακα τοῦ δομεστίκου ἀπέλευσιν , τοὺς δὲ Βουλγάρους ἐκ τῆς φυγῆς ἐπαναστραφέντας διώκειν αὐτούς. τὴν δὲ πρὸς τὸν χάρακα τοῦ δομεστίκου ὑποστροφὴν τῆς βασιλείας ἐπιθυμίᾳ πεποίηκεν. ἐρῶν γὰρ αὐτῆς
ἔσπευδεν, εἰ ἀληθὲς ἦν τὸ τὸν δρουγγάριουν ἀπιέναι, προκαταλαβεῖν αὐτὸς καὶ οἰκειώσασθαι τὴν ἀρχήν. μετὰ δὲ τὴν ἧτταν ἐπανελθόντων τοῦ τ’ ἑ Λακαπηνοῦ καὶ τοῦ Βογᾶ, ἐζητήθη τὰ μέσον αὐτῶν, 100 καὶ κατεκρίθη ὁ Ῥωμανὸς πηρωθῆναι τὰ
ὡς αἴτιος τῆς ἥττης ἢ κακούργως ἢ ῥᾳθύμως γενόμενος, ἀλλ’ ἐκεῖνον μὲν τῆς ψήφου ταύτης ἐξήρπασάν τινες μέγα παρὰ τῇ βασιλίσσῃ δυνάμενοι. ὁ δὲ Βούλγαρος Συμεὼν τῇ νίκῃ ἐξογκωθεὶς ἐπῄει κατὰ τῆς βασιλευούσης τῶν πόλεων. ἀντικατέστη δὲ αὐτῷ
πάλιν ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, καὶ μάχης συγκροτηθείσης ἐν Κατασύρταις οἱ βάρβαροι ἥττηντο. πολλῶν δὲ καὶ τούτων περιφανῶν ἔρωτα τρεφόντων τῆς βασιλείας, μᾶλλον τῶν ἄλλων περὶ τὸν ταύτης ἐφλέγμαινεν ἔρωτα ὁ τῶν σχολῶν δομέστικος
ὁ Φωκᾶς, πεποιθὼς μὲν καὶ ἑαυτῷ διὰ τὸ γένος καὶ διὰ τὴν ἰσχύν, οὐχ ἥκιστα δὲ τῷ παρακοιμωμένῳ 101 Κωνσταντίνῳ τῷ ἐκτομίᾳ, τὰ πάντα τότε παρὰ τοῖς ἀνακτόροις ἰσχύοντι, οὗ ἐπ᾿ ἀδελφῇ κηδεστῆς έτύγχανεν ὤν. ταῦτα τοίνυν ὁρῶν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός, καὶ δείσας περὶ αὐτῷ, πείθει τοῦτον τὸν τοῦ στόλου δρουγγάριον τὸν εἰρημένου ῾Ρωμανὸν οἰκειώσασθαι καὶ φύλακα
WIII 150 λακα προσλαβέσθαι. ἐγχαράττει τοίνυν βιβλίον ὁ Βασιλεὺς οἰκειόγραφον, καὶ στέλλει τῷ δρουγγαρίῳ. ὁ δὲ τοῦτο δεξάμενος ὑπέσχετο την τοῦ παρακοιμωμένου δυναστείαν, εἰ οἷόν τε, καθελεῖν. καί ποτε τοῦ παρακοιμωμένου, ἔνθα ὁ στόλος ὥρμιστο, παραγενομένου
102 καὶ ἐπισπέρχοντος ἐκπλεῦσαι αὐτόν, ὁ Δρουγγάριος δουλικώτερον αὐτῷ προσυπήντησε, καὶ μεθ᾿ ὑποστολῆς ὡμίλει καὶ περὶ τὰς τριήρεις ἠρέμα πως προεβίβαζεν. ὡς δὲ τῇ ναυαρχίδι προςήγγισεν ἑτοίμους ἔχων ἄνδρας παρεπομενους αὐτῷ γενναίους
τε καὶ πολλούς, “ἄρατε τοῦτον” εἶπεν. οἱ δὲ συσχόντες αὐτὸν εἰς τὴν τριήρη ἐνέθεντο, τῶν περὶ αὐτὸν αὐτίκα διασπαρέντων. τοῦτο τῇ βασιλίδι ἐνωτισθὲν εἰς θόρυβον αὐτὴν καὶ τοὺς ἐν τέλει ἐνέβαλε. πέμπει τοίνυν πρὸς τὸν ῾Ρωμανὸν ἐρωτῶσα τί ἂν
εἴη τὸ γεγονός. ἀλλὰ τὸ ναυτικὸν λίθοις τοὺς πεμφθέντας ἐδίωξαν. τῇ δ᾿ ἑξῆς τὸν πατριάρχην ὁ βασιλεὺς μετακαλεςάμενος καὶ τὸν μάγιστρον Στέφανον PII 187 ἔπεμψε τοὺς ἐκ τῶν βασιλείων τὴν αὐτοῦ μητέρα Κατάξοντας. τῆς δὲ τῷν υἱῷ προσφυείσης μετὰ δακρύων,
εἰς οἶκτον ἐκεῖνος ἐκλίθη καὶ ἀφῆκεν αὐτήν, εἰς ἑαυτὸν δὲ τὴν ἐξουςίαν μετήνεγκε, καὶ προεχειρίσατο δομέστικον τῶν σχολῶν τὸν Γαριδᾶν ᾿Ιωάννην τὸν μάγιστρον. ὁ δὲ δρουγγάριος ὁ Λακαπηνός, ἐξαρτύσας τὸν στόλον ὥσπερ εἰς ναυμαχίαν κατὰ
τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ τοῖς βασιλείοις προςέπλευσεν εἰς τὸν Βουκολέοντα. καὶ ὁ μὲν πατριάρ- χης καὶ ὁ μάγιστρος Στέφανος εὐθὺς ἐκ τῶν ἀνακτόρων ἐξέστησαν, ὁ δὲ Ῥωμανὸς ὅρκους τελέσας φρικωδεστάτου ’ς μήποτε κατὰ τοῦ βασιλέως φρονῆσαι μηδ’ ἐπιθέσθαι τῇ βασιλείᾳ , ἀνῆλθεν εἰς 103
τὰ βασίλεια, καὶ εἰς τὸν ἐν τῷ Φάρῳ ναὸν τῷ Κωνσταντίνῳ συνεισελθὼν συνεισελθὼν καὶ πίστεις δούς τε καὶ μέγας ἑταιρειάρχης προβάλλεται. δὲ τῷ Φωκᾷ ὁ βασιλεὺς μὴ ἀθυμῆσαι μηδ’ ἀπογνῶναι, προσμεῖναι δὲ μικρόν, ὡς μελλούσης αὐτῷ γενέσθαι
προνοίας μετὰ βραχύ. ὁ δὲ Ῥωμανὸς ἑαυτοῦ θυγατέρα Ἑλένην μνηστεύεται τῷ Κωνσταντίνῳ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τετέλεστο τὰ γαμήλια, τοῦ πατριάρχου Νικολάου τὴν ἱερολογίαν ποιήσαντος, καὶ αὐτίκα τετίμηται βασιλεοπάτωρ ὁ
Ῥωμανός, μέγας δ’ ἑταιρειάρχης Χριστοφόρος υἱός. ταῦτα δὲ μαθὼν ὁ Φωκᾶς τυραννίδι ἐπέθετο, Κωνσταντῖνον τὸν παρακοιμώμενον προσλαβόμενος 104 καὶ ἑτέρους τῶν ἀρχόντων, καὶ διαβεβαιούμενος ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου πράττειν
πράττει. ὁ Ῥωμανὸς δὲ γραφὴν γεγραφὼς περιέχουσαν τῆς τοῦ Φώκα προφάσεως, καὶ ταύτην τῇ τοῦ βασιλέως ὑποσημασίᾳ καὶ χρυσῇ σφραγῖδι βεβαιωσάμενος, πέμπει ταύτην παρὰ τὸ μετὰ τοῦ Φώκα στράτευμα μετά τινος γυναίου ἑταιρικοῦ.
κἀκεῖνο πολλοῖς τὴν χρυσοσήμαντον ὑποδεικνύον λάθρᾳ γραφὴν πολλοὺς καταλιπεῖν πεποίηκε τὸν Φωκᾶν καὶ προσχωρῆσαι τῷ βασιλεῖ. ὁ δὲ Φωκᾶς ἐν Χρυσοπόλει γενόμενος, καὶ καταλειφθεὶς ὑπὸ τοῦ μετ’ αὐτοῦ πλήθους τῷ βασιλεῖ προσφοιτήσαντος, 105
ἐτράπετο εἰς φυγήν, καὶ ἔν τινι χωρίῳ γενόμενος, ὅπερ παρὰ τῶν ἐγχωρίων Γοηλέων συλλαμβάνεται, καὶ τυφλωθεὶς εἰσάγεται εἰς τὴν βασιλεύουσαν · καὶ τοῦτο τέλος τῇ αὐτοῦ τυραννίδι ἐγένετο. ἀλλὰ μὴν καὶ ἑτέρα ἐπιβουλὴ κατὰ τοῦ βασιλέως συνέστη· νεανίας γάρ τινες καθῆκαν κατ’ αὐτοῦ θηρῶντος, ἵν᾿ αὐτῷ ἐν τῇ θήρᾳ ἐπίθωνται. WIII 151 ἀλλ’ ἐγνώσθη τὸ βούλευμα, καὶ οἱ πρωτουργοὶ ἐκολάσδησαν.
ἐξεβλήθη δὲ τῶν βασιλείων καὶ ἡ τοῦ βασιλέως μήτηρ Ζωή, ὡς ἐπιβουλεύουσα δῆθεν τῷ βασιλεοπάτορι, καὶ ἀπεκάρη ἐν τῇ τῆς ἁγίας Εὐφη- PII 188 μίας μονῇ. τῇ δὲ εἰκοστῇ τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν ἀνήχθη ὁ Ῥωμανὸς
καὶ κατὰ τὸν Δεκέμβριον τῷ τῆς βασιλείας διαδήματι τεταινίωτο παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ Κωνσταντίνου δῆθεν ἐπιτροπῇ.
ἀλλὰ μετὰ βραχὺ καὶ τὴν οἰκείαν ὁμευνέτιν τὴν Θεοδόραν ταινιοῖ, εἶτα καὶ τὸν ὒ ἰὸν Χριστοφόρον, προαιρέσει μὲν τῷ δοκεῖν τοῦ Κωνσταντίνου , τῇ δ’ ἀληθείᾳ βιαζομένου ἀσχάλλοντός τε πρὸς οὓς έθάρρει καὶ ἐν συμφορᾷ τιθεμένου τὰ πραττόμενα, μὴ
θαρροῦντος δὲ ἀνταίρειν. ἐπιβουλῆς δὲ κατὰ τοῦ 106 ‘Pωμανοῦ γενομένης, ἧς ὁ σακελλάριος πρωτουργὸς ἦν Ἀναστάσιος, ὡς τῷ Κωνσταντίνῳ δῆθεν ἀμύνων, ἐγνώσθη τὰ κατ’ αὐτήν, καὶ οἱ μὲν συνίστορες, ὡς ἔδοξε τῷ Ῥωμανῷ, ἐκολάσθησαν, ὁ δὲ σακελλάριος
ἀπεκάρη. ἣν δὴ πρόφασιν ἔσχεν ὁ Ῥωμᾶνος τοῦ ὑποβιβάσαι τὸν Κωνσταντῖνον ἑαυτοῦ, μέχρι τότε πρῶτον εὐφημούμενον ἐν ταῖς ἀναρρήσεσιν. ὁ Συμεὼν δὲ κατὰ τῆς πόλεως ἐκπέμπει στρατόν· ἔνα δὲ μὴ ἐλθόντες τὰς πρὸ τῆς πόλεως διαφθείρωσιν
ἀγλαίας, ἔπεμψε καὶ ὁ ‘Pωμανὸς τοὺς ἀντιταξομένους αὐτοῖς καὶ τῶν Βουλγάρων ἐπελθόντων αὐ- τοῖς πίπτουσι μὲν καὶ τῶν ἀρχόντων πολλοί, τῶν δέ γε στρατιωτῶν οἱ μὲν εἰς τὰς τριήρεις σπεύδοντες ἐμβῆναι παραπλεούσας εἰς τὴν θάλασσαν ἐξωλίσθαινον, καὶ ὑπὸ κυμάτων ἐφέροντο, οἱ δὲ ὑπὸ 107
τῶν πολεμίων διώλλυντο, οἱ δὲ καὶ ζῶντες συνελαμβάνοντο. οὕτω δὲ διατεθείσης τῆς Ῥωμαϊκῆς στρατιᾶς κατὰ τὰς Πηγάς, τά τε ἐκεῖ ὄντα ἀνάκτορα οἱ Βούλγαροι ἐπυρπόλησαν καὶ τἄλλα ὅσα ἐν τῷ αἰγιαλῷ τοῦ κατ’ ἀντικρὺ τῆς πόλεως ἦσαν διακειμένου
πορθμοῦ. θανούσης δὲ τῆς τοῦ Ῥωμανου συμβίου τῆς Αὐγοῦ στῆς Θεοδώρας ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ Σοφία τοῦ τῆς Αὐγούστης ἠξιώθη ὀνόματος. ὁ τῶν Βουλγάρων δ’ ἐξηγούμενος Συμεὼν τῇ Ἀδριανουπόλει προσέβαλε καὶ ταύτην
ἐπολιόρκει. ἤνυσε δ’ ἂν οὐδέν, εἰ μὴ τοῖς ἔνδον ἐπιλελοίπει τὰ ἐπιτήδεια· βιαζόμενοι γὰρ τῷ λιμῷ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις παρέδωκαν. τότε μέντοι καὶ ὁ ἐκ Τριπόλεως Λέων μετὰ 108 δυνάμεως ναυτικῆς κατὰ Ῥωμαίων ἐχώρησεν· ἀλλὰ
τούτῳ περὶ τὴν νῆσον Λῆμνον τριήρεις ἐπελθοῦσαι Ῥωμαϊκαὶ τοὺς μὲν Ἀγαρηνοὺς σχεδόν τι ξύμπαντας διεφθάρκασι, τὰς δὲ νῆας αὐτῶν ὑποβρυχίους ἐποίησαν, μόλις τοῦ Τριπολίτου φυγεῖν ἐξισχύσαντος. καὶ ὁ Βούλγαρος δὲ Συμεὼν τά τε κατὰ Μακεδονίαν
καὶ τἀπὶ Θρᾴκης σὺν βαρεῖ στρατεύματι ἐληίζετο, καὶ παρὰ τὴν πόλιν ἐλθὼν ἀγχοῦ τῶν Βλαχερνῶν πεποίητο τὴν παρεμβολήν, καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐζήτησεν ἐντυχεῖν, καὶ τὴν ἔντευξιν ὁ βασιλεὺς ᾑρετίσατο, καὶ κατὰ τὸν τοῦ Κοσμιδίου
αἰγιαλὸν ὁ μὲν βασιλεὺς σὺν τῷ στόλῳ ἀφίκετο, ὁ δέ γε Συμεὼν μετὰ τῆς οἰκείας παρεγένετο στρατιᾶς, PII 189 καὶ ὡμίλησαν καὶ ὁ βασιλεὺς μεγαλοπρεπῶς τῷ Συ- μεὼν ἐδωρήσατο. ἀσύμβατοι δὲ ἀπ’ ἀλλήλων διέστησαν, ὃ καὶ δυὰς ἔδοξε δηλῶσαι ἀετῶν. φασὶ γὰρ ἄνωθεν αὐτῶν διαπτῆναι τούτους καὶ ἀλλήλοις συμμίξαι WIII 152 μετὰ κλαγγῆς, εἶτ’ εὐθὺς διαστῆναι τοῦ μὲν ἐπὶ τὴν πόλιν ἀποπτάντος, τοῦ δ’ ἐπὶ Θρᾴκην κινήσαντος τὸ πτερόν. ὁ βασιλεὺς δὲ Ῥωμανὸς ἀπληστευσάμενος ἐπὶ τῇ τῆς βασιλείας ἀρχῇ, καὶ ὥσπερ ἐπιλελησμένος τῶν ὅρκων, οὓς ὠμωμόκει καθ’ ἱερῶν, καὶ μὴ ἀρκούμενος ὅτι ἑαυτὸν καὶ τὸν τῶν υἱέων πρεσβύτερον ἠξίωσε διαδήματος, καὶ τοὺς
λοιποὺς δύο τῶν παίδων αὐτοῦ βασιλικῶς τεταινίωκεν, εἶτα καὶ τὸν ἐκ τοῦ Χριστοφόρου γενόμενον 109 αὐτῷ υἱωνόν, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀντὶ Βασιλείας εἰς πολυαρχίαν μετήνεγκε. τῷ τελευταίῳ δὲ τῶν υἱῶν αὐτοῦ Θεοφυλάκτῳ τὸν θρόνον τὸν ἀρχιερατικὸν τῆς βασιλίδος τῶν πόλεων μνηστευόμενος ἀπέκειρε κληρικόν, διὰ τοῦ πατριάρχου προχειρισθέντα καὶ σύγκελλον. τοῦ πατριάρχου δὲ Νικολάου ἔτη τρισκαίδεκα τὸ δεύτερον τῆς ἐκκλησίας κρατήσαντος καὶ μεταθεμένου τὴν βιοτήν, ὁ μητροπολίτης
πολίτης Ἀμασείας Στέφανος εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετήνεκτο. ὁ μέντοι τῶν ἄρχων ὁ Συμεών, ἀνὴρ ὢν αἱμάτων, ἡσυχίαν ἄγειν οὔποτε ὅλως προῄρητο, ὅθεν κατὰ τοῦ ἔθνους τῶν Χροβάτων ἐστράτευσεν, ἀλλ’ ἥττητο ὑπ’ ἐκείνων, κἀν ταῖς τῶν ὀρῶν δυσχωρίαις τὸ οἰκεῖον ἀπέβαλε στράτευμα. ἐν τούτῳ δὲ πρόσεισί τις τῷ βασιλεῖ 110 Ῥωμανῷ, λέγων τὴν ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καθιδρυμένην στήλην καὶ πρὸς τὰ ἑσπέρια ἀποβλέπουσαν εἰς τὸν Συμεὼν ἐστοιχειῶ-
σθαι τὸν Βούλγαρον, καὶ εἰ τὴν ταύτης ἀποτέμῃ τις κεφαλήν, ἕψεται τῇ ἐκτομῇ τοῦ Συμεὼν ἡ φθορά. ὁ μὲν οὖν εἶπε ταῦτα, καὶ ἡ κεφαλὴ τῆς στήλης οὐκ εἰς μακρὰν ἐξετέτμητο, καὶ τῷ Συμεῶν αὐθωρὸν ἐπέλιπε τὸ βιώσιμον, ληφθέντι καρδιωγμῷ, ὡς μετὰ ταῦτα ἐγνώσθη τῷ βασιλεῖ, ἀκριβωσαμένῳ τῆς ἐκείνου
τελευτῆς τὸν καιρόν. ὡς δ’ ἐξ ἀνθρώπων ὁ Συμεὼν ἀπελήλυθεν , ἡ τῶν Βουλγάρων ἀρχὴ πρὸς Πέτρον τὸν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς αὐτῷ 111 τεχθέντα περιελήλυθεν, ὅς, ἐπεὶ καὶ λιμῷ τὸ τῶν Βουλγάρων ἔθνος ἦν πιεζόμενον καὶ τὰ πέριξ ἔθνη
μὴ κατ’ αὐτοῦ ὁρμήσαιεν ἐδεδίει καὶ πρὸ τῶν ἄλλων Ῥωμαίους, στέλλει πρὸς τὸν βασιλέα, σπονδὰς ποιησόμενος, εἰ δ’ αἱροῖτο, καὶ κῆδος εἰς ἑαυτόν. ὡς δὲ τῷ βασιλεῖ καὶ ἄμφω καταθύμια ἔδοξε τὰ αἰτούμενα καὶ αὐτὸς ὁ Πέτρος ἀφίκετο, καὶ γεγόνασι
μὲν συνθῆκαι περὶ σπονδῶν, συνήφθη δὲ αὐτῷ πρὸς συμβίωσιν γαμικὴν καὶ ἡ τοῦ βασιλέως ἐγγόνη, ἣ ἐκ τοῦ πρεσβυτέρου τῶν υἱῶν αὐτοῦ τοῦ Χριστο- φόρου γεγέννητο.
ἑαυτοῦ τὸν βασιλέα Κωνσταντῖνον ὑπεβίβασε, λαβὴν ἐζήτει καὶ τὸν Χριστοφόρον προθεῖναι αὐτοῦ, καὶ παρεσκεύασε τὴν τῶν Βουλγάρων πληθὺν ἐν τῷ τοῦ γάμου καιρῷ στασιάσαι, ζητοῦσαν τὸν Χριστοφόρον πρὸ PII 190 τοῦ Κωνσταντίνου ἀναγορεύεσθαι, καὶ διὰ τὴν
δῆθεν οἰκονομῶν τι παρεχώρησε τὸ αἰτούμενον γίνεσθαι. εἶτα μήτε τὸ θεῖον δείσας, ὃ τὰς ὁμολογίας αὐτῷ ἐμπεπέδωκε, μήτ’ αἰδεσθεὶς τὸ ὑπήκοον, καὶ ἄμφω τοὺς ἄλλους υἱεῖς αὐτοῦ τοῦ Κωνσταντίνου προτέρους εὐφημεῖσθαι πεποίηκε, καὶ ὁ πρῶτος πέμπτος
ἐγένετο, καὶ εἰ μὴ ὁ μικρὸς Ῥωμανὸς ὁ τοῦ υἱὸς ἔφθη θανών, κἀκεῖνος ἂν αὐτοῦ προτετίμητο. ἦν οὖν ὁ αὐθιγενὴς βασιλεὺς καὶ ᾧ κατὰ κλῆρον ἡ βασιλεία διέφερεν ὥσπερ παρέγγραπτος. ἀλλ’ ἐπὶ τούτοις ἡ δίκη οὐκ ἐπενύσταξεν· ἀναβεβλήσθω δ’ ἡ περὶ τούτων διήγησις. ὁ Ἀμασείας δὲ 112 Στέφανος ἔτη τρία διαγαγὼν ἐν τῷ θρόνῳ τῆς ὑπερκειμένης τῶν πόλεων ἐτελεύτησε, καὶ ἐχειροτονήθη
Τρύφων τις μοναχὸς ἐπὶ συνθήκαις τοῦ μετὰ χρόνον ὡρισμένον ἑκὼν ἐκστῆναι τοῦ θρόνου τῷ τοῦ βασιλέως WIII 153 υἱῷ τῷ Θεοφυλάκτῳ· ἦν γὰρ ἔτι μειράκιον. γέγονε δ’ ἐν τοῖς χρόνοις τούτοις χειμών τε ἀφόρητος λιμός τε σφοδρότατος καὶ ἐμπρησμὸς φρικωδέστατος. ὅτε
καὶ ὁ βασιλεὺς Χριστοφόρος τὴν ζωὴν ἐξεμέτρησεν. ἤδη δε τοῦ ὡρισμένου καιροῦ παραρρυέντος ὁ πατριάρχης Τρύφων οὐ μεθίετο τοῦ θρόνου τοῦ ἀρχιερατι- 113 κοῦ κατὰτὰ συγκείμενα, ἀλλ’ ὅλαις χερσὶτῆς ἀρχιερωσύνης ἀντείχετο. καὶ ὁ βασιλεὺς ἠνιᾶτο διὰ τὴν ἀπάτην,
ὡς ἐμπαιχθείς. ὁ γοῦν Καισαρείας χαρίσασθαι τῷ βασιλεῖ προθυμούμενος , δόλῳ μέτεισι τὴν τοῦ πατριάρχου ἀφέλειαν , καὶ φίλου προσωπεῖον ἑαυτῷ περιθέμενος τῷ πατριάρχῃ φησίν “ἡ μὲν κατὰ σοῦ τοῦ κρατοῦντος ἐπίθεσις σφοδρά, ἀλλ’ ἐπιλείπουσιν
αὐτῷ αἰτιάματα ὑπὸ καθαίρεσίν σε τιθέμενα, καὶ λοιπὸν εἰς τὸ μηδὲ ὅλως εἰδέναι σε γράμματα οἱ κατὰ σοῦ περιίστανται. ἀλλὰ σπεῦσον καὶ τούτου τοὺς μελετῶντας κατὰ σοῦ ἀποκρούσαΓ,θαι. διαλύσεις δὲ τούτοις τὸ σπούδασμα, εἰ ἐνώπιον πολλῶν
χάρτην λαβὼν τὸ ὄνομα ἐγχαράξεις τὸ σὸν καὶ τὸ 114 τῆς ἀρχιερωσύνης ἀξίωμα. καὶ τούτου ἀποκομισθέντος τῷ βασιλεῖ οὐκέτι κατὰ σοῦ αἰτίαμα περιλέλειπται.” ὁ μὲν οὖν συνεβούλευσε ταῦτα, ὁ δὲ ἐπείθετο, καὶ πολλῶν παρόντων ἀγράφῳ χάρτῃ ταῦτ’
ἐγεγράφει· ‘‘Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Pώμης.’’ καὶ λαβὼν τὸν χάρ- τὴν ὁ Καισαρείας ἀπῄει ἐμφανίσων τοῦτον τῷ βασιλεῖ. ἔγγραφον οὖν ἐν αὐτῷ παραιτήσεως ὡς ἐκ τοῦ πατριάρχου ἄνωθι τῆς ὑπογραφῆς ἐξυφαίνεται, καὶ ὡς παραιτησάμενος τῆς ἐκκλησίας ἐκβάλλεται, καὶ
ὁ τοῦ βασιλέως υἱὸς πατριάρχης κεχειροτόνηται. στόλος δὲ Ῥωσικὸς ἐπῆλθε κατὰ τῆς πόλεως, καὶ ὁ στόλος οὐ χιλιόναυς, ὡς λέγεται, ἦν, ἀλλ’ εἰς πεντεκαίδεκα PII 191 χιλιάδας τὰ τούτου πλοῖα ἠρίθμηντο. τούτοις περὶ τὸν Φάρον προσορμισθεῖσιν ἀντίπρῳρος ἔστη
στόλος Ῥωμαϊκός, καὶ ἀθρόον αὐτοῖς ἐτρέψατο τοὺς βαρβάρους, καὶ πολλὰ τῶν πλοίων τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσεν. ὅσα δέ γε περιελέλειπτο πρὸς ἴω περαιωθέντα, τῷ πατρικίῳ Βάρδᾳ ἐνέκυρσε τῷ Φωκᾷ, στρατιωτικοῦ στρατηγοῦντι συντάγματος,
τάγματος, ὃς πρὸς συλλογὴν τῶν ἀναγκαίων πολλοὺς ἐξιόντας τῶν πλοίων καταλαμβάνων ἀνῄρει. ἀλλὰ καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ἑτέροις ἐντυγχάνων κατὰ ζήτησιν τῶν ἐπιτηδείων ἐκβαίνουσι τῶν νηῶν, καὶ ἐζώγρει καὶ μαχαίρας ἔργον
ἐτίθετο. οὕτω δὲ καὶ διὰ θαλάσσης καὶ διὰ γῆς παθόντες κακῶς οὐκέτι τῶν πλοίων ἐξώρμουν. ὡς δὲ τὰ πρὸς τροφὴν αὐτοῖς παντάπασιν ἐπιλέλοιπεν, 115 ἐπανελθεῖν ἐς τὰ οἰκεῖα διανενόηνται καὶ ἤδη τοῦ ἔκπλου κατήρξαντο. ἀλλ’ αὖθις αὐτοῖς αἱ τριήρεις
ἐπέθεντο, καὶ δὶς οἱ βάρβαροι κατεναυμαχήθησαν, ὡς ὀλίγας πάνυ τῶν σφετέρων νηῶν ἐκφυγεῖν καὶ ἀνθυπονοστῆσαι πρὸς τοὺς οἰκείους, ἀγγέλους γενομένας ἐκείνοις τῆς συμφορᾶς. καὶ οἱ μὲν Ῥὼς παθόντες πλέον κακῶς ἢ δεδρακότες τῆς κατὰ Ῥωμαίων
ἀπέσχοντο ἐπιθέσεως.
τῆς τῶν συνθηκῶν παραβάσεως, ἃς πρὸς τὸν βασιλέα Κωνσταντῖνον πεποίητο, δι’ εὐποιιῶν ἔσπευδεν ἐξιλεώσασθαι τὸν θεόν. καὶ διαδόσεις μὲν καὶ ἀλλοίας ἐτίθετο, ἐπὶ δὲ ταύταις καὶ τὰ παρὰ τῶν ἐν τῇ πόλει χρεωστούμενα τοῖς δανεισταῖς ἀποδοῖς
τοὺς ὀφειλέτας ἀπέλυσε τοῦ βάρους τῆς ὀφειλῆς, καὶ τὰ γραμματεῖα λαβὼν ἐν μέσῃ τῇ ἀγορᾷ πυρὶ κατῃθάλωσεν· εἰς ἐννεακαίδεκα δὲ κεντηνάρια τὰ τῶν ὀφειλῶν ἠριθμήθησαν. παρέσχε καὶ τὰ ἐνοίκια τῶν κατὰ τὴν μεγάλην πόλιν οἰκούντων μισθωτικῶς.
WIII 154 τοὺς μὲν οὖν ὀφειλέτας ὠφέλουν ταῦτα, τῷ δέ γε 117 Ῥωμανῷ μικρὸν ἢ οὐδὲν οἶμαι λυσιτελεῖν, ὅτι τε ἀλλότρια ἐτύγχανον τὰ διδόμενα, δημόσια γάρ, καὶ ὅτι τὴν βασιλείαν ἁρπάσας καὶ ταύτην κατέχων καὶ ἀπολαύων αὐτῆς καὶ τὸν ᾧ προσῆκε ταύτης ἀποστε-
ρῶν, ἑαυτΓιο μὲν ἀπεκλήρου τῆς βασιλικῆς εὐκληρίας τὰ ξύ μπαντα, ταῖς δ’ εὐποιίαις ῥανίδα μικρὰν ἀπερῶν, τοιοῦτόν τι πράττων οἷον ἄν τις, εἰ βοῦν ἀπελάσας τοὺ γείτονος καὶ καταθύσας αὐτὸν τοὺς μὲν πόδας ἄκρους διένειμε πένησι, τὸ σῶμα δ’ ὅλον
αὐτὸς ἐθοινήσατο. ἀλλὰ ταῦτα κατ’ ἀνθρωπίνην PII 192 κρίσιν· εἰ δέ τις πρὸς τὴν θείαν ἀποβλέψειεν ἀγαθότητα, οὐδὲ ταῦτ’ ἂν ἴσως εἴποι ἀσυντελῆ. τούτου τῶν σκήπτρων κρατοῦντος καὶ τὸ ἀχειρότευκτον ἐκτύπωμα τοῦ σωτῆρος Χριστοῦ τὸ θεῖον χειρόμακτρον ἐκομίσθη πρὸς τὴν προκαθημένην τῶν πόλεων. εἶχε μὲν γὰρ τέως τοῦτο ἡ Ἔδεσσα· ἡ δὲ ἁλῶ- ’ναι παρὰ Ῥωμαίων πολιορκούντων αὐτὴν ἵν᾿ οὖν φύγοιεν οἶ Ἐδεσσηνοὶ τὴν ἐκπόρθησιν, λύτρον ταύτης τὸ θεῖον παρέσχον ἐκτύπωμα. ἀφίκετο δὲ τότε καὶ ἐξ Ἀρμενίας μειρακίσκων δυὰς
συμφυῶν, τοῦ ἑνὸς δὲ θανόντος ἐτμήθη ἡ συμφυία παρ’ ἰατρῶν· ἀλλ’ οὐδὲν τὸν περίλοιπον ὤνησε, μικρὸν δ’ ἐπιβιώσας τῷ ἀδελφῷ κἀκεῖνος ἐξέπνευ- σεν. ὅπως μὲν οὖν μηδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν ὁ Ῥωμανὸς ἐσφετερίσατο καὶ τοὺς
παῖδας τῆς βασιλικῆς ἠξίωσε τιμῆς τε καὶ κλήσεως καὶ ὅπως ἑαυτὸν καὶ τοὺς παῖδας τῶν πρωτείων ἠξίωσε, τὸν δ’ ἐγγενῆ τῆς βασιλείας διάδοχον Κωνσταντῖνον 118 πολλοστὸν πολλοστὸν ἔθετο πάντων ὑποβιβάσας, ἤδη μοι προιστόρηται. ἥκει δὲ νῦν ὁ λόγος προσθήσων
καὶ τὰ ἑξῆς καὶ δείξων ὡς κἂν βραδύτερον ἴσως μέτεισι τοὺς ἀδικοῦντας ἡ πρόνοια, μετανοίας αὐτοῖς ἐπιμετροῦσα καιρόν, ἀλλά γε τοῦ κακοῦ μὴ ἀπεχομένους μέτεισι σχολαίῳ ποδὶ καὶ δίκας εἰσπράττεται. ἤνυε μὲν οὖν ὁ Ῥωμανὸς αὐταρχῶν
καὶ ἕκτον ἐνιαυτόν. ὁ δὲ Κωνσταντῖνος, ὅπως ἑαυτῷ 119 τὴν βασιλείαν ἐπανασώσηται, διὰ παντὸς ἔστρεφε κατὰ νοῦν, καὶ ἔνα τὸ ἐφετὸν αὐτῷ διαπράξηται, δι’ ἑτέρων ἐπεγείρει τῷ πατρὶ τοὺς υἱοὺς ἢ μᾶλλον τὸν ἕνα τὸν Στέφανον. ὁ γὰρ Κωνσταντῖνος σταθηροτέρας
τυγχάνων φρενὸς τὴν προσβολὴν οὐ προσήκατο. ὁ δὲ προσεταιρισάμενος καὶ ἄλλους ἐπέθετο τῷ πατρί, καὶ κατασχὼν αὐτὸν ἐν τῇ νήσῳ τῇ Πρωτῇ περιώρισε καὶ ἀπέκειρεν, αὐτὸς δὲ τῆς βασιλικῆς ἀντεποιήσατο διοικήσεως σὺν τῷ γαμβρῷ καὶ
, τῷ ἀδελφῷ· ἀλλ’ οὐκ ἦν ὁμοφωνῆσαι τοὺς τρεῖς. ἔν τισιν οὖν διεφέροντο καὶ ἀλλήλοις ἀντέλεγον· 120 κἀντεῦθεν ἀλλήλους ὑπώπτευον καὶ κατασπάσαι τῆς βασιλείας τὸν Κωνσταντῖνον ὁ Στέφανος διὰ φροντίδος ἐτίθετο καὶ ὁ Κωνσταντῖνος αὖθις τὸν Στέφανον. ἀλλ’ ἦν ὁ Κωνσταντῖνος πρὸς τὸ ἔργον ὀξύτερος πάνυ, πρὸς τοῦτο καὶ τῆς συζύγου Ἑλένης ἐπισπερχούσης αὐτόν. προσλαβόμενος τοίνυν καί
τινας τῶν στρατιωτικῶν ἀρχόντων κατέσχε καὶ ἄμφω τοὺς ἀδελφοὺς συναριστοῦντας αὐτῷ, καὶ αὐτίκα τὸν μὲν εἰς τὴν νῆσον τὴν Πάνορμον ἐξαπέστειλεν· ἡ τοῦ Ἀντιγόνου αὕτη ἐστίν· τὸν δὲ εἰς τὴν καλουμένην Τερέβινθον, καὶ κληρικοὺς καὶ ἄμφω
PII 193 ἀπέκειρεν. εἶτ’ ἐκεῖθεν μεταχθῆναι μέλλοντες εἰς ὄψιν ἐλθεῖν τῷ πατρί, οὓς ἰδὼν ἐκεῖνος εἶπεν ‘υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” ἐκεῖθεν οὖν ὁ μὲν Στέφανος ἐν Προικονήσῳ WIII 155 περιωρίσθη, κἀκεῖθεν εἰς Ῥόδον κἀκ ταύτης εἰς Μιτυλήνην μετετέθη· τῷ δὲ Κωνσταντίνῳ ἡ Σαμοθρᾴκη περιγραπτὸν ἐγένετο ὅριον. ὃς ἀποδρᾶναι δοκιμάσας πολλάκις, καὶ διὰ τοῦτο φαρμάκῳ τὸν πρωτεύοντα τῶν φυλάκων αὐτοῦ ἀνελών, ἀνῃρέθη παρὰ τῶν ἄλλων. ὁ δὲ Στέφανος ἐν Λέσβῳ ἀπεβίω,
ἐννεακαίδεκα διαγαγὼν ἐνιαυτοὺς παρ’ αὐτῇ. ὁ δὲ τούτων πατὴρ ἐν τῇ Πρωτῇ τὴν ζωὴν ἐξεμέτρησε, καὶ οὕτω τούτων ἕκαστον ἡ δίκη μετῆλθεν.
συναραμένοις αὐτῷ εἰς τὴν τῶν βασιλευόντων καθαίρεσιν ἀμοιβὰς ἐκτιννὺς τὸν μὲν Φωκᾶν Βάρδαν μάγιστρον ἐτίμησε καὶ δομέστικον προεχειρίσατο σχολῶν τῆς Ἀνατολῆς. ἀμφοῖν δὲ τῶν τοῦ Βάρδα υἱῶν τὸν μὲν Νικηφόρον τὸν ὕστερον βασιλεύσαντα
τῶν Ἀνατολικῶν προεβάλετο στρατηγόν, τὸν δὲ Λέοντα τῆς Καππαδοκίας καὶ τοὺς ἄλλους ἄλλως ἠμείψατο. τὸν δὲ τοῦ Στεφάνου τοῦ βασιλέως υἱὸν Ῥωμανὸν ἐκτομίαν ἐποίησεν, ἀλλὰ μὴν καὶ Βασίλειον τὸν νόθον υἱὸν τοῦ γέροντος Ῥωμανοῦ, ὃν ἐγείνατο δούλῃ τινὶ συμφθαρείς. τὸν δὲ τοῦ Χριστοφόρου
υἱὸν Μιχαὴλ ἀπέκειρε κληρικόν. ἦν δὲ ὁ προσκείμενος, τὰ πρὸς θεὸν εὐσεβὴς καὶ λόγοις προσκείμενος, ὡς ἔστι καταμαθεῖν ἐκ συγγραμμάτων αὐτοῦ, ἀλλὰ μέντοι καὶ ἐξ ἐπιστολῶν, ἃ κἂν μὴ πρὸς τέχνην ἠκρίβωντο τὴν ῥητορικήν, ἀλλά γε σχήμασι
ταύτης καί τισιν ἰδέαις ποικίλλονται. ἐδίδου δὲ καὶ ῥυθμοῖς ἑαυτὸν καὶ μέτροις παντοδαποῖς· γνοίη δέ τις τοῦτο ἐξ ὧν ἐπὶ θανούσῃ αὐτῷ τῇ κοινωνῷ τοῦ βίου ἐμμέτρως ἐθρήνησεν. ἐπεμελήθη δὲ καὶ τῆς φιλοσοφίας αὐτῆς, ἐπιλελησμένης ἤδη σχεδόν, ἀλλὰ 122
μέντοι καὶ τῶν ἐπιστημῶν διδασκάλους ἐπιστήσας καὶ ἀναζωπυρήσας ἐκλειπούσας αὐτάς. καὶ ταῦτα μὲν τῆς κρείττονος μοίρας ἐκείνῳ προσῆν. περὶ δὲ τὴν τῆς βασιλείας διοίκησιν διέκειτο μαλθακώτερον, δύσοργός τε καὶ βαρύμηνις τοῖς πταίουσιν ἦν καὶ
κολαστὴς ἀπαραίτητος, οἴνῳ τε τοῦ αὐτάρκους ἐκέχρητο πλείονι. καὶ ἀρχαιρεσιάζων οὐ τοὺς ἀξίους ἐφίστα ταῖς στρατηγίαις ἢ ταῖς τῆς πολιτείας ἀρχαῖς, ἀλλὰ τοὺς μοχθηροτέρους καὶ ἀδοκίμους, καὶ οὓς ἡ βασιλὶς καὶ ὁ παρακοιμώμενος εἰσῆγον Βασίλειος,
ὠνίους χρημάτων τιθέμενοι τὰς ἀρχάς. ἀλλ’ οὕτω μὲν τὰ τῆς βασιλείας, εἰ καὶ μὴ ἐν πᾶσι καλῶς, ᾠκονόμητο. ἐπιβουλαὶ δὲ κατὰ τοῦ κρατοῦντος ἐμελετήθησαν, PII 194 ἡ μὲν παρὰ τοῦ παρακοιμωμένου Θεοφάνους, πολλοὺς καὶ ἄλλους συνίστορας ἔχοντος
καὶ βουλομένου τὸν Ῥωμανὸν ἐπαναγαγεῖν ἐκ Πρωτῆς εἰς τὰ βασίλεια· ἡ δὲ παρ’ ἑτέρων, τὸν Στέφανον ἐκ Λέσβου λαβεῖν μελετησάντων καὶ ἀπο- καταστῆσαι τῇ βασιλείᾳ. ἀλλὰ καὶ ἄμφω τὰς ἐπιβουλὰς ὁ Κωνσταντῖνος ἐφώρασε, καὶ τοὺς μὲν συνωμότας ἐκόλασε, τοὺς δὲ βασιλειῶντας ὑπ’ ἀσφαλεστέραν ἔθετο τήρησιν. τῶν Τούρκων δέ, τοὺς δ’ Οὔγγρους οὕτω καλεῖσθαι καὶ πρῴην εἰρήκαμεν,
τὰ Ῥωμαίων ληιζομένων ἐπί τινα καιρὸν ἠρεμῆσαι τὸ ἔθνος συμβέβηκεν. ὁ γὰρ τούτων ἀρχηγετῶν 123 Βολοσουδὴς κεκλημένος, καὶ ἕτερος δ’ αὖθις Γυλᾶς, καὶ αὐτὸς μέρους ἄρχων, προσηλθέτην τῷ βασιλεῖ· καὶ ἕκαστος αὐτῶν τοὺ θείου τῆς παλιγγενεσίας
ἠξιώθη λουτροῦ καὶ τὸ καθ’ ἡμᾶς ἐμυήθη μυστήριον, WIII 156 ῥίον, καὶ πατρίκιος ἐτιμήθη ἑκάτερος, καὶ κατηντλήθησαν χρήμασι, καὶ οὕτως ἐπανῆλθον εἰς τὰ ἤθη τὰ ἑαυτῶν, λαβόντες καὶ ἀρχιερέα, δι’ οὗ πολλοὶ πρὸς ἐπίγνωσιν τοῦ θεοῦ μετηνέχθησαν. ἀλλ’ ὁ μὲν Γυλᾶς λᾶς καὶ τῇ πίστει ἐνέμεινε καὶ τὴν εἰρήνην ἐτήρησεν. ὁ δὲ λοιπὸς τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς αὖθις κατὰ Ῥωμαίων ὡπλίζετο, τοῦτο δὲ καὶ Φράγγων ποιῆσαι ἐπιχειρήσας ἑάλω καὶ ἀνεσταύρωτο. καὶ ἡ τοῦ κατὰ Ῥωμαίων ἐκπλεύσαντος Ῥὼς
124 γαμετὴ Ἔλγα, τοῦ ξυνευνέτου αὐτῆς τελευτήσαντος, προσῆλθε τῷ βασιλεῖ, καὶ βαπτισθεῖσα τιμηθεῖσά τε ὡς ἐχρῆν, ὑπενόστησεν. ἐφρόντιζε δὲ ὁ αὐτοκράτωρ, ἤδη θανούσης τῆς τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ συξυγείσης θυγατρὸς τοῦ τῶν Φράγγων ῥῆγός Οὔγωνος,
ἑτέραν ἀγαγέσθαι αὐτῷ γαμετήν, καὶ συνοικίζει αὐτῷ κόρην, τύχης μὲν χαμερποῦς ἢ καὶ χυδαίας, εἴποιεν ἄν τινες, καπήλων γὰρ ἐκφῦναι ταύτην φασί, τὸ δὲ εἶδος εὐπρεπεστάτην, ἄντικρυς ἄγαλμα πλασθεῖσαν ὑπὸ τῆς φύσεως, ἥτις Ἀναστασὼ καλουμένη
Θεοφανὼ μετωνόμαστο.
ὅθεν καὶ ὑπὸ παιδαγωγοὺς ἐτέλει ὁ πατριάρχης, ἕως αὐτῷ ὁ πατὴρ ἐβασίλευεν· εἶτα τούτους ἀποσειδάμενος πολλὰ τῶν οὐ δεόντων ἢ τῶν ἀπειρημένων, εἰπεῖν οἰκειότερον, διεπράττετο, ἱππομανῶν τε καὶ κυνοτροφῶν καὶ θήραις προσκείμενος καὶ
τὰ τούτοις πράττων ἀκόλουθα. ἔτρεφε δὲ καὶ ἵππων σφοδρότατον ἔρωτα, καὶ εἶχε θηλείας ἵππους πάνυ πολλάς. μία τοίνυν αὐτῶν ἡ τῶν λοιπῶν ἐπισημοτέρα κατὰ γαστρὸς ἔχουσα ἔτυχε τεκοῦσα κατὰ τὴν ἱερὰν τῆς μεγάλης πέμπτης ἡμέραν, καὶ λειτουργοῦντι
τότε τῷ πατριάρχῃ ἧκέ τις κομίζων περὶ τοῦ τοκετοῦ εὐαγγέλια · ὁ δὲ ὑπερήσθη καὶ τὴν θείαν ἱερουργίαν συντεμὼν σπουδῇ πρὸς τὸ Κοσμίδιον ἀπελήλυθεν, ἐκεῖ γὰρ εἶχον αἱ ἵπποι αὐτοῦ τὰς PII 195 διατριβάς, καὶ τὸν νεογνὸν πῶλον ἑωρακὼς ὑπενόστησεν
εἰς τὴν ἐκκλησίαν καὶ τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος Χριστοῦ ἐτέλεσε τελετήν. κατέστρεψε δὲ τὴν ζωὴν ἐξ ἱππασίας· θρασύτατα γὰρ ἱππαζόμενος καὶ πρὸς τεῖχός τι τῶν παραθαλασσίων προσαραχθεὶς αἷμα διὰ στόματος ἀνήγαγε, κὰντεῦθεν
ἐπὶ δύο ἔτη νοσήσας, εἶθ’ ὑδέρῳ περιπεσών, ἀπεβίω. καὶ προεχειρίσθη πατριάρχης Πολύευκτος μοναχὸς ἐκτομίας, καὶ λόγῳ διαπρέπων καὶ ἀρετῇ, ὃς παρὰ τοῦ Καισαρείας κεχειροτόνητο. ὁ γὰρ Ἡρακλείας προσκεκρουκὼς κατά τι τῷ βασιλεῖ ἐκωλύθη
τοῦ προνομίου αὐτοῦ · καὶ τοῦτο τοῖς φιλοσκώμμοσιν εὕ ρητο κατὰ τοῦ πατριάρχου αἰτίαμα. ἐπεὶ δ’ ἐχειροτονήθη, 127 τῷ βασιλεῖ ἐντυχὼν καταδρομὴν ἐποιή- σατο τῶν συγγενῶν τοῦ γέροντος Ῥωμανοῦ καὶ ἀναστεῖλαι τὴν τούτων πλεονεξίαν παρῄνει. ὅπερ οὔτ’ αὐτὸς ἀν’ ἐπαχθῶς ἤκουσε καὶ ἡ βασιλὶς Ἑλένη, παρὰ τοῦ ἐκτομίου Βασιλείου, ὃς μετέπειτα παρα- γέγονε, προβιβασθεῖσα, ἠρέθισε κατὰ
τοῦ πατριάρχου τὸν αὐτοκράτορα, καὶ ἐζήτει λαβήν, δι’ ἧς αὐτὸν τὴν ἀρχιερωσύνην ἀφέληται. τότε δὲ καὶ ἡ τιμία χεὶρ τοῦ προδρόμου εἰς τὴν ὑπερκειμένην ἀπεκομίσθη τῶν πόλεων ἐξ Ἀντιοχείας διά τινος διακόνου Ἰώβ. τῶν δ’ ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν τὰ
παράλια τῆς ‘Pωμαίων ἡγεμονίας ληιζομένων ὁ βασιλεὺς στόλον ἑτοιμασάμενος, ὃν πλεῖσται συνίστων 128 νῆες πολεμιστήριοι, κατ’ ἐκείνων ἐκπέπομφεν. ἀλλ’ ἐσφάλησαν τὰ τοῦ στόλου τῇ τοῦ ναυαρχοῦντος ἀπειρίᾳ καὶ ἀμελείᾳ. καὶ τὸ μὲν πλεῖον τοῦ πληρώματος
τῶν νηῶν ἀπώλετο, τὸ μὲν ἑαλωκός, τὸ δὲ μαχαίρας ἔργον γενόμενον, πολλοστὸν δὲ διασέσωστο. καὶ αὐτὸς δ’ ἂν ἑάλω ὁ ναύαρχος, εἰ μὴ περὶ αὐτὸν συστάντες οἱ αὐτοῦ θεράποντες καὶ συνασπισμῷ τοὺς Ἀγαρηνοὺς ἀπωσάμενοι ἄδειαν παρέσχον τῷ στρατηγῷ
ἐμβῆναι εἰς τὴν στρατηγίδα τριήρη καὶ οὕτω φυγεῖν. ἀλλ’ οὐχ οὕτω καὶ τῷ Βάρδᾳ Φωκᾷ τῷ WIII 157 τῶν σχολῶν δομεστίκῳ συνηντήκει τὰ πρὸς τοὺς ἑῴους Ἀγαρηνούς, στρατηγικῇ δὲ τέχνῃ καὶ ἐμπειρίᾳ τοὺς πρὸς ἐκείνους πολέμους διατιθέμενος ἄστεα
129 τε πολλὰ ἐκείνων ἀφείλετο καὶ τὰ προστυχόντα λείαν ἐτίθετο. ὅ γε μὴν τοῦ βασιλέως υἱὸς Ῥωμανός, εἰς ἄνδρας ἤδη τελεῖν ἠργμένος ἐξ ἀγενείων καὶ εἰς ἑαυτὸν τὴν ἐξουσίαν περιαγαγεῖν ἱμειρόμενος, ἐπιβουλεύει τῇ ζωῇ τοῦ πατρός, συμπραττούσης
αὐτῷ καὶ τῆς γαμετῆς, καὶ φαρμάκῳ δηλητηρίῳ τὴν ἐπιβουλὴν συνεσκεύασαν, ὃ λαθόντες καθαρτηρίῳ πόματι συνεκέρασαν, ὅπερ ἔμελλεν ὁ αὐτοκράτωρ πιεῖν. ἄρτι δὲ δοθῆναι μέλλον εἰς πόσιν τῷ βασιλεῖ, εἴτ’ ἐκ προνοίας εἴτε τυχαίως τὸ πλέον ἐκκέχυτο, τὸ δὲ περιλειφθὲν ὀλίγον ὄν καὶ παρὰ τοῦ βασιλέως
ποθὲν ὀδύναις μὲν αὐτὸν καὶ κινδύνου φόβοις οὐ μικροῖς περιέβαλεν, οὐ μέντοι καὶ κίνδυνον ἐποίησεν αὐτῷ περὶ τὴν ζωήν. τέως δ’ οὖν αὐτὸν δυσχερῶς διαπέφευγε. τῷ πεντεκαιδεκάτῳ δ’ ἐνιαυτῷ PII 196 τῆς αὐτοῦ βασιλείας ἐν τῷ τοῦ Ὀλύμπου ὄρει οὗτος
ἐξῆλθεν ὁ βασιλεύς, λόγῳ μὲν ἔνα ταῖς τῶν ἐκεῖ ἀσκουμένων εὐχαῖς καθοπλισθείη κατὰ τῶν Ἀγαρηνῶν, τῷ δ’ ὄντι, ὡς λέγεται, ἵνα τῷ Κυζίκου Θεοδώρῳ συγγένηται καὶ ὅπως τὸν Πολύευκτον ἐξωθήσει τῆς ἐκκλησίας σκέψηται μετ’ αὐτοῦ. ἔνθα δὴ γεγονός,
κακῶς ἔχων ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ μετ’ ὀλίγον τὴν ζωὴν ἐξεμέτρησεν, ὡς μέν τισι δοκεῖ, ἐκ δυσκρασίας σωματικῆς, ὡς δ’ ἑτέροις δοξάζεται, καὶ αὖθις ὑπὸ τοῦ υἱοῦ ἐπιβουλευθείς. ἦν δ’ ὁ σύμπας πας τῆς βιοτῆς αὐτοῦ χρόνος ἐνιαυτοὶ πεντήκοντα
τέσσαρες καὶ μῆνες δύο, συμβασιλεύσαντος τῷ πατρὶ Λέοντι καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ μητρὶ ἔτη τρισκαίδεκα καὶ τῷ Ῥωμανῷ τὴν βασιλείαν ἁρπάσαντι ἔτη ἓξ ἐπὶ εἴκοσι, μοναρχήσαντος δὲ τελευταῖον ἐνιαυτοὺς πεντεκαίδεκα. ἦν δὲ καὶ μέχρις ἀποβιώσεως
ἐν πολλῇ φροντίδι τὴν τοῦ ἀρχιποίμενος καθαίρεσιν τοῦ Πολυεύκτου τιθέμενος. λέγεται δὲ πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς λίθους νυκτὸς φέρεσθαι μετὰ ῥοίζου πολλοῦ κατὰ τῶν αὐτοῦ θαλάμων, καὶ τοῦτο συμβαίνειν ἐπὶ πλείους
νύκτας, καὶ νομίσαι μὲν τὸν βασιλέα παρά τινων ἀνθρώπων λιθολευστεῖσθαι, καὶ πολλοὺς περιστῆσαι τοῖς βασιλείοις, οἷς ἐπιτετήρητο τὸ γινόμενον· οὐδεὶς ὤφθη τῶν λίθων πομπεύς· ὅθεν οὐδ’ ἐξ ἀνθρώπων τὸ ἔργον νενόμιστο πράττεσθαι.
καὶ παιδίον ἐλέγετο, τῆς αὐταρχίας ἐπείληπτο. παιδίον δ’ ἐλέγετο, οὐχ ὅτι παιδικῆς ὢν ἡλικίας τῆς βασιλείας ἐκράτησεν, ἤδη γὰρ ἀνδράσι συντέτακτο, ἀλλ’ ἀντιδιαστελλόμενος πρὸς τὸν μητροπάτορα 'Ρωμανόν, ὄντα πρεσβύτην καὶ ὑπερήλικα. εἰ δέ τις εἴποι
παιδίον αὐτὸν καλεῖσθαι, ὅτι καὶ παιδαριώδης ἦν αὐτῷ ἡ ζωή, καὶ τοῦτο τῷ ἐκείνου ἤθει ἁρμοδιώτατον. ἄρτι δὲ τῶν σκήπτρων γενόμενος ἐγκρατής, τὸν υἰὸν αὐτοῦ Βασίλειον ταινιοῖ καὶ κλήσεως βασιλικῆς ἀξιοῖ. εἶτα καὶ δεύτερος αὐτῷ
131 ἐτέχθη υἱός, ἐπὶ τῷ πάππῳ Κωνσταντίνῳ τὴν κλῆσιν λαχών. αὐτὸς μὲν οὖν ὁ Ῥωμανὸς τρυφαῖς ἡδυπαθείαις ἐξέδωκεν ἑαυτὸν καὶ ἐκδεδιῃτημένῃ ζωῇ καὶ ἀνδράσι συνῆν διεφθαρμένοις τε καὶ λοιμοῖς, τὴν δὲ τῆς βασιλείας διοίκησιν ὑπὸ τὸν πραιπόσιτον
καὶ παρακοιμώμενον τὸν Βρίγγαν Ἰωσὴφ ἐποιήσατο. πέμπεται τοίνυν Νικηφόρος μάγιστρος ὁ Φωκᾶς ὁ δομέστικος τῶν σχολῶν κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν σὺν ἀξιομάχῳ στρατῷ, καὶ δι’ ἑπτὰ μηνῶν πολλάκις τοῖς βαρβάροις συμπλακεὶς
καὶ πᾶσαν πολιορκητικὴν τοῖς αὐτῶν ἄστεσιν ἐπαγαγὼν μηχανήν, ὑφ’ ἑαυτόν αὐτὰ ἐποιήσατο, εἶτα καὶ τὴν αὐτῶν μητρόπολιν τὸν Χάνδακα ἐξεπόρθησε καὶ τὸν ἀρχηγὸν τῶν ἐν Κρήτῃ Σαρακηνῶν, Κουρούπην καλούμενον, ἐχειρώσατο καὶ τὸν μετ’
WIII 158 αὐτὸν τῶν ἄλλων πρωτεύοντα, ὠνομασμένον δὲ PII 197 Ἀνεμᾶν. καὶ εἰ μὴ διὰ φήμην κρατοῦσαν ὡς ὁ Κρήτης τοὺς Σαρακηνοὺς ἐξελάσων Ῥωμαῖος τῶν Ῥωμαϊκῶν ἐκ τρόπου παντὸς ἐπιλήψεται σκήπτρων ἐκεῖθεν ὁ Φωκᾶς μετεκέκλητο, τάχα τέλεον ἂν ἡ νῆσος δεδούλωτο καὶ οἶ Σαρακηνοὶ ταύτης ἂν ἀπηλάθησαν.
καὶ τὸν Λέοντα δὲ τὸν Φωκᾶν τὸν του Νικηφόρου ὁμαίμονα κατὰ τοῦ Χαμδάν, ὃς τοῦ χαλεπ’ ἐκράτει, ὁ ῾Ρωμᾶνος σὺν δυνάμει ἀπέστειλε, καὶ οὗτος δὲ τῷ Χαμδὰν συμμίξας ἡττᾷ κατὰ κράτος τὸν βάρβαρον, ὡς τὸ πολὺ μὲν τῆς αὐτοῦ
στρατιᾶς ἐν τῇ μάχῃ πεσεῖν, τὸ δ’ ἄλλο γενέσθαι ἁλώσιμον, αὐτὸν δὲ τὸν στρατάρχην μόλις σὺν εὐαριθμήτοις δυνηθῆναι φυγεῖν. καὶ ὁ μὲν Λέων ἐπανελθὼν καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ ἐπινικίῳ θριάμβῳ τετίμητο. μελέτη δέ τινων κατὰ τοῦ 132
αὐτοκράτορος ἐφωράθη καὶ οἶ ταύτην συρράψαντες καὶ οἶ τούτων συνίστορες συνεσχέθησαν, πλὴν οὐκ ἀπηνῶς ἐκολάσθησαν. ὁ μάγιστρος δὲ Νικηφόρος ὁ Φωκᾶς ἐκ τῆς Κρήτης μετακληθεὶς οὐκ εἰάθη πρὸς τὸ Βυζάντιον ἐπαναδραμεῖν, ἀλλ’ ἐκελεύσθη
πρὸς τὴν ἑῴαν μετὰ πάσης χωρῆσαι τῆς στρατιᾶς· ὁ γὰρ Χαμδὰν αὖθις κατὰ ῾Ρωμαίων χωρήσειν ἠλπίζετο. ἐν γοῦν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ τούτῳ κατὰ συστάδην μαχεσάμενος, καὶ ἥττησε περιφανῶς καὶ τὴν Βέρροιαν ἄτερ τῆς ἀκροπόλεως
ἐξεπόρθησε καὶ πλοῦτον ἐκεῖθεν πλεῖστον συνήγαγε καὶ δοριαλώτους ἤλασεν οὐκ εὐαριθμήτους καὶ πολλοὺς δεσμίους χριστιανοὺς τῆς αἰχμαλωσίας 133 ἀπέλυσε. λέγεται γοῦν ἐν ἀρχῇ τῆς αὐταρχίας τοῦ Ῥωμανοῦ τῶν Ἀγαρηνῶν πᾶσαν χώραν λεηλατούντων εἰς ἀπορίαν περιστῆναι τὸν αὐτοκράτορα, καὶ τὸν Φωκᾶν Νικηφόρον προσκαλεσάμενον ἐρέσθαι τοῦτον πῶς εἰς τὸ κατόπιν ῾Ρωμαίοις περιη- νέχθη τὰ πράγματα. τὸν δὲ μηδὲν ὑποστειλάμενον ἐλευθέρῳ φάναι “διότι σὺ μὲν βασιλεύεις, ὁ δ’ ἐμὸς πατὴρ στραταρχεῖ, σὺ μὲν τῆς ἀρχῆς οὐχ ὡς δέον ἐπειλημμένος, ἐκεῖνος δὲ φιλοχρηματῶν. εἰ βούλοιο δέ, μεταβληθήσονται Ῥωμαίοις καὶ
τὰ φρονήματα καὶ τὰ πράγματα, πλήν μὴ ἀθρόαν 134 οἴου ἔσεσθαι τὴν μεταβολήν.” ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐπέτρεπεν αὐτῷ μεταχειρίσασθαι τὴν πρᾶξιν ὡς βούλεται, καὶ ὃς αὐτίκα ἐπεμελεῖτο τοῦ ὁπλιτικοῦ τό τε ὄν διατάσσων καὶ ἄλλο ἐγκαταλέγων
καὶ γυμνάζων εἰς ἅπαν στρατιωτικὸν ἐπιτήδευμα. καὶ οὕτω τὰς τάξεις ἀναπληρώσας καὶ καθοπλίσας τοὺς βωλοκόπους καὶ τὸ προφητικὸν αὐτοῖς ἀντίρροπον θέμενος, εἰς μαχαίρας αὐτοῖς δηλαδή συγκόψας τὰ δρέπανα καὶ εἰς ζιβύνας τὰ ἄροτρα
σὺν αὐτοῖς τὰ θρυλούμενα ῥᾳδίως ἔστησε τρόπαια. τρισὶ δ’ ἔτεσι διαπεττεύσας τὴν βασιλείαν ὁ Ῥωμανὸς καὶ μικρὸν ἐπέκεινα μετέστη τῆς ἐνταῦθα ζωῆς, ἢ φαρμάκῳ δηλητηρίῳ κατά τινας ἠ’ φιληδονίαις καὶ μίξεσιν ἑαυτὸν κατατείνας καὶ ταύταις
δαπανήσας τὴν ἰσχὺν τοῦ σαρκίου, τὴν βασιλείαν λιπὼν τοῖς υἱοῖς ἀμφοῖν καὶ τῇ τούτων μητρὶ Θεοφανοῖ. τοῦ δὲ Ῥωμανοῦ θανόντος ὁ Φωκᾶς PII 198 κελεύσει τῆς βασιλίσσης ἧκεν εἰς τὸ Βυζάντιον καὶ κατήγαγε θρίαμβον ἐπὶ τοῖς ἐκ Βερροίας
κεκομισμένοις λαφύροις, ὅθεν καί τι μέρος τῆς τιμίας ἐσθῆτος τοῦ βαπτιστοῦ Ἰωάννου ἐκόμισε. τὸν Βρίγγαν δὲ αὐτὸν ὑφορώμενον ὡς βασιλειῶντα κατεσοφίσατο οὕτω. σὺν ἐνὶ τῶν θεραπόντων ἐσπέρας κατέλαβε τὴν κατοικίαν αὐτοῦ καὶ ἰδιαίτατα τὸν
Βρίγγαν παραλαβών, δι’ ἔρωτος εἶναι αὐτῷ πρὸ μακροῦ τὴν μοναδικὴν βιοτὴν ὅρκοις ἐβεβαίου καὶ παλαμναιοτάταις ἀραῖς. καὶ ‘‘πάλαι ἄν’ ἔλεγε ‘‘πρὸς ταύτην ὡρμήκειν, εἰ μή με τῶν βᾶσ’ βασιλέων ἡ χρηστὴ ἐπέσχε διάθεσις. μὴ οὖν μάτην ὑπόπτευε κατ’ ἐμοῦ ὡς τῆς βασιλείας ἔρωτα τρέφοντος· ἐγὼ γὰρ ὅσον
ἤδη καὶ τῶν πραγμάτων ἐκστήσομαι.” καὶ τοῖς λόγοις 135 πίστιν ἐδίδου, δείξας αὐτῷ ῥάκος τι τρίχινον, WIII 159 ὃ ἐν χρῷ περιέκειτο, τῇ ἔξωθεν αὐτοῦ περιβολῇ καλυπτόμενον. τούτοις τοῖς λόγοις καὶ τῷ τριχίνῳ ἐσθήματι τὸν παρακοιμώμενον συναρπάσας ἔσχε τῶν
ποδῶν αὐτοῦ προκυλινδούμενον ὁ Φωκᾶς καὶ συγγνώμην αἰτοῦντα. καὶ ὁ βασιλεὺς δὲ Στέφανος ὁ τοῦ Λακαπηνοῦ ἐν Λέσβῳ τηρούμενος κατὰ Μήθυμναν ὕποπτος ἦν· αἰφνίδιον δὲ καὶ ἐξ οὐδεμιᾶς φανερᾶς αἰτίας θανὼν ὑποψίαν δέδωκε παρὰ τῆς βασιλίσσης
κατεργασθῆναι Θεοφανοῦς. ὁ μέντοι τῶν Βουλγάρων ἀρχηγετῶν Πέτρος, τῆς γυναικὸς αὐτοῦ θανούσης, τὰς πρὸς Ῥωμαίους ἀνακαινίζων σπονδὰς ὁμήρους παρέσχε δύο οἰκείους υἱοὺς Βορίσην καὶ Ῥωμανόν, καὶ ὁ μὲν ἀπεβίω, οἶ δ’ ἐκείνου παῖδες
ἀπελθεῖν εἰάθησαν εἰς τὰ οἰκεῖα καὶ τὴν πατρῴαν ἀρχὴν κατακτήσασθαι. ἑνὸς γὰρ τῶν κομήτων τῶν 136 ἐν Βουλγάροις τέσσαρες παῖδες, Δαβίδ, Μώσης, Ἀαρών, Σαμουήλ, ἀποστατήσαντες τοὺς Βουλγάρους ἀνέσειον. τοῦ Φώκα δὲ Νικηφόρου εἰς τὸν οἶκον
ἑαυτοῦ τὸν ἐν Καππαδοκίᾳ ἀποδημήσαντος ὁ παρακοιμώμενος ὅτι παρεχώρησεν αὐτῷ τῆς ἐπ’ οἶκον ἀποδημίας· καὶ ἦν αὐτῷ διὰ φροντίδος ὅτι πολλῆς τὸν ἄνδρα ἀποσκευάσασθαι. γράφει τοί- νυν πρὸς Ἰωάννην μάγιστρον τὸν Τζιμισκῆν, ἄνδρα
γενναῖον καὶ ἐν ἀριστεύμασι διαβόητον, στρατηγοῦντα τότε τοῦ θέματος τῶν Ἀνατολικῶν, καὶ πρὸς τὸν μάγιστρον Ῥωμανόν τὸν Κουρκούαν, ἐπίσημον ὄντα κἀκεῖνον ἐν στρατηγήμασι καὶ τῆς Ἀνατολῆς τότε στρατηλατοῦντα, ὡς εἰ τὸν Φωκᾶν κατασχόντες ἢ 137 μοναχὸν ἀποκείρουσιν ἢ ἄλλως ἐκ μέσου ποιήσουσι, τὴν μὲν τῶν σχολῶν τῆς Ἀνατολῆς ἀρχὴν λήψεται ὁ Ἰωάννης καὶ δομέστικος ἔσται τῶν ἑῴων δυνάμεων,
ὁ Ῥωμανὸς δὲ τῆς δύσεως κληθήσεται ἐπεὶ δὲ τὰ γράμματα καὶ ἀμφοῖν ἐκομίσθησαν, καὶ ἄμφω ταῦτα δεικνύουσι τῷ Φωκᾷ, καὶ πρὸς ἀποστασίαν ἠρέθιζον. τοῦ δὲ ἀναδυομένου πρὸς τὴν ἐγχείρησιν, εἴτε πλαττομένου εἴτε καὶ ἀληθεύοντος, ὢ ἐκεῖνοι τὰ ξίφη γυμνώσαντες ἀνελεῖν ἠπείλουν αὐτόν, εἰ μὴ πείθοιτο. καὶ ὃς τῇ βίᾳ τάχα νικώμενος ἐδέξατο τὴν ἀνάρρησιν, καὶ ὑπὸ πάντων τῶν ἑῴων PII 199 ταγμάτων αὐτοκράτωρ εὐφημήθη Ῥωμαίων. δὲ ὅτι οὐ μόνον ἤρα τῆς βασιλείας, ἀλλ’ οὐχ ἥκιστα
καὶ τῆς Θεοφανοῦς, καὶ ὡς ἐνέτυχε ταύτῃ κατὰ τὴν μεγαλόπολιν.
Βάρδας τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσπέφευγεν. ὁ δὲ τοῦ Νικηφόρου σύγγονος Λέων ἴσχυσεν ἀποδρᾶναι καὶ ἑνωθῆναι τῷ ἀδελφῷ. τοῦτο τὸν παρακοιμώμενον εἰς ἀμηχανίαν πολλὴν περιέστησε· δυσέντευκτος δὲ ὢν πᾶσιν ἦν μισητός, ὅθεν ἅπαντες
138 ἔχαιρον, εἰ τὰ τῆς βασιλείας περισταίη εἰς ἕτερον καὶ περιαιρεθείη οὗτος ἐκ μέσου· διὸ καὶ συνέτρεχον ἅπαντες εἰς τὸ μέγα τέμενος τοῦ θεοῦ. ὅπερ μαθὼν ὁ Βρίγγας, δέον ἐπιεικέσι λόγοις τὸ πλῆθος μετελθόντα τὴν τούτου καταμαλάξαι ὁρμήν, ὁ δὲ ἀπειλαῖς
μᾶλλον αὐτὸ ἐξετράχυνεν, εἰπὼν ὡς ‘‘ἐγὼ καταπαύσω αὐτοῖς τὰ ὁρμήματα, οἰκονομήσας ὠνουμένους αὐτοὺς σῖτον εἰς τὸν ἑαυτοῦ κόλπον φέρειν τὸν τοῦ νομίσματος ἴκαστον.” τοῦτο τὸ πλῆθος ἀκουσθὲν ἐξέμηνεν. ἀπεχθῶς δὲ πρὸς τοῦτον τὸν Βρίγγαν ἔχων ὁ πρῴην παρακοιμώμενος ὁ Βασίλειος καὶ θεραπείαν
ἔχων περὶ ἑαυτὸν δαψιλῆ, ἐσπέρας ἤδη 139 καταλαβούσης, τοὺς ἑαυτοῦ θεράποντας καθοπλίσας εἰς διάφορα μέρη τῆς πόλεως ἐξαπέστειλε, καὶ πολλὰς οἰκίας ἐκεῖνοι πλήθει ἀστικῶν ἑνωθέντες τῶν ἀντιπραττόντων κατέστρεψαν, καὶ αὐτοῦ δῆτα τοῦ ο Βρίγγα, καὶ ἄνθρωποι δὲ πολλοὶ ἀνῃρέθησαν. ταῦτα WIII 160 δ’ ἐποίουν, καὶ ἅμα Νικηφόρον εὐφήμουν πανταχοῦ αὐτοκράτορα. ἐντεῦθεν ἀμείβονται τὰ τῆς τύχης τῷ Βάρδᾳ Φωκᾷ καὶ τῷ Βρίγγᾳ. ὁ μὲν γὰρ τεθαρρηκὼς κὼς ἐξῄει τῆς ἐκκλησίας, ὁ δὲ Βρίγγας εἰς αὐτὴν εἰσῄει ἱκέτης ἐλεεινός. ὁ δὲ παρακοιμώμενος Βασίλειος καὶ οἱ περὶ αὐτὸν τριήρεις ἑτοιμάσαντες, καὶ αὐτὴν τὴν βασέͅλειον, καὶ σὺν αὐταῖς ἐν Χρυσοπόλει γενόμενοι, τὸν Νικηφόρον ἐκεῖθεν εἰς τὸ Ἕβδομον ἄγουσι, κἀκεῖθεν σὺν προόδῳ δημοτελεῖ εἰς τὴν μεγάλην 140 ἐκκλησίαν ἀφίκοντο, καὶ· ταινιοῖ τὸν ἄνδρα ὁ πατριάρχης Πολύευκτος. ἡ δὲ βασιλὶς Θεοφανὼ αὐτίκα τῶν ἀνακτόρων ἐξωθηθεῖσα εἰς τὸ Πετρίον ἀπάγεται· ὁ δὲ παρακοιμώμενος Ἰωσὴφ εἰς Παφλαγονίαν περιορίζεται καὶ μετὰ δύο ἐνιαυτοὺς ἀπεβίω. Βάρδας δὲ ὁ τοῦ Νικηφόρου πατὴρ Καῖσαρ τετίμητο. μετ’ ὀλίγας δὲ ἡμέρας ἑαυτῷ τὴν Θεοφανὼ συνοικίζει ὁ βασιλεύς, καὶ κρεῶν ἀπεχόμενος, ἐξότου Βάρδας ὁ παῖς αὐτοῦ τῷ οἰκείῳ ἀνεψιῷ τῷ Πλεύσῃ προσπαίζων δόρατι παρ’ ἐκείνου βληθεὶς ἄκοντος τέθνηκεν, ἔκτοτε καὶ τούτοις ἐτρέφετο. ἐν δὲ τῇ PII 200 κατὰ τὰ βασίλεια Νέᾳ ἐκκλησίᾳ τῆς ἱερολογίας τῆς γαμικῆς τελουμένης παρὰ Πολυεύκτου τοῦ πατριάρ- χοῦ ἐν τῇ εἰσόδῳ τῇ πρὸς τὸ θυσιαστήριον ἤδη ταῖς κιγκλίσιν ἐγγίσας ὁ βασιλεὺς ἐκωλύθη παρὰ τοῦ πατριάρχου συνεισελθεῖν, ὡς ἔθος αὐτῷ, φήσαντος εἰ μὴ πρότερον ἐπιτιμίοις δουλεύσει τῶν δευτερογαμούντων, μὴ δεῖν αὐτὸν τῆς πρὸς τὸ θυσιαστήριον εἰσόδου κατατολμᾶν. τοῦτο δυσφόρως ἤνεγκεν ὁ κρατῶν, καὶ ἐμηνία τῷ πατριάρχῃ. ἐγένετο δέ τις καὶ λόγος, δι’ ὃν οὐδ’ ἐπιβῆναι αὐτὸν ὅλως τοῦ ἱεροῦ δαπέδου συνεχώρει ὁ πατριάρχης. ἐλέγετο γὰρ ἀνάδοχος γενέσθαι ὁ Νικηφόρος τῶν τῆς Θεοφανοῦς
παίδων ἐκ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀπῄτει ὁ πατριάρχης 141 ἢ διαζυγῆναι τῆς βασιλίσσης ἢ πόρρω εἶναι τῶν ἱερῶν. ἀλλ’ ἐκεῖνος τῆς Θεοφανοῦς ἀπείχετο· ἔτι γὰρ ὁ ταύτης ἔρως ἐφλέγμαινε, κοινοῦται τοίνυν τοῖς παροῦσι τῶν ἀρχιερέων καὶ τοῖς
τῆς γερουσίας λογιωτέροις τὸ ζήτημα. οἱ δὲ τὸν περὶ τούτου κανόνα τῷ Κοπρωνύμῳ ἐπιγραφόμενοι μὴ δεῖν ἔλεγον ἐνεργὸν λογίζεσθαι τοιοῦδε ἀνδρὸς νομοθέτημα, καὶ πάντες αὐτῷ ἔγγραφον παρέσχον τὴν περὶ τούτου συγχώρησιν. ὁ δέ γ’ ἑ πατριάρχης ἔτι
τῆς οἰκείας ἐνστάσεως εἴχετο, μέχρις οὗ ὁ τοῦ βασιλέως πατὴρ ὁ Καῖσαρ Βάρδας ἐνόρκους αὐτῷ πίστεις παρέσχετο ὡς οὐ γέγονεν ὁ βασιλεὺς τῶν τῆς Θεοφανοῦς παίδων ἀνάδοχος, καὶ ὁ πρωτοπαπᾶς δὲ τῶν βασιλείων Στυλιανός, ὃς ἐλέγετο πρῶτος κῆρυξ
142 τῆς φήμης ταύτης γενέσθαι, ἐπὶ συνόδου μήτ’ ἰδεῖν μήτ’ εἰπεῖν περὶ τούτου πρός τινας ἐξωμόσατο. τούτων δὲ γενομένων ἐδέξατο τὸν Νικηφόρον ὁ πατριάρχης. τῶν δ’ ἐν Σικελίᾳ Σαρακηνῶν δασμὸν πραττόντων ἐκ τῶν Ῥωμαίων ἐκ παλαιῶν συνθηκῶν,
ὁ βασιλεὺς οὗτος οὐκ ἀνασχετὸν ᾤετο αὐτοῦ βασιλεύοντος τοῖς Ἀγαρηνοῖς Ῥωμαίους φορολογεῖσθαι· διὸ κατ’ αὐτῶν ἐκπέμπει Μανουὴλ πατρίκιον, νόθον ὄντα παῖδα τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, ὃς δομέστικος γεγονὼς τῶν σχολῶν ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυραννίδι ἐπιχειρήσας ἐπηρώθη τοὺς
ὀφθαλμούς. οὗτος τοίνυν ὁ Μανουὴλ σὺν ναυτικῷ περιφανεῖ τῇ Σικελίᾳ προσορμισάμενος οὐ μόνον οὐδέν τι κατώρθωσεν , ἀλλὰ καὶ λίαν ἐσφάλη 143 ἐξ ἀπειρίας καὶ νεωτερικῆς ἀγερωχίας ἤ μᾶλλον ἀτασθαλίας· αὐτός τε γὰρ διώλετο καὶ ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικόν. καὶ τὰ μὲν κατὰ Σικελίαν συνεκύρησεν οὕτω. κατὰ Κιλικίας δέ, καὶ ταύτης δὲ οἱ Ἀγαρηνοὶ ἐκράτουν , ἐκπέμπει ὁ βασιλεὺς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, τῆς Ἀνατολῆς προκεχειριμένον δομέστικον. ὁ δὲ πρὸς Ἄδαναν ἀφικόμενος 15 τοῖς ἐν ταύτῃ τε συνεπλάκη Ἀγαρηνοἴς καὶ κατ’ αὐτῶν ἐστήσατο τρόπαιον. κἀντεῦθεν μέγαν αὐτὸν ἢ WIII 161 πρότερον ἐν στρατηγίαις ἡ φήμη ἐκήρυττεν.
χειρός, καὶ τὴν Θεοφανὼ μετὰ τῶν παίδων αὐτῆς PII 201 ἐπαγόμενος. καὶ τὴν μὲν πρὸ τῆς Κιλικίας κατὰ τὸ Δριζίον, φρούριον δὲ τοῦτο, κατέλιπεν, ἐκεῖνος δὲ τῇ Κιλικίᾳ προσβαλὼν αἱρεῖ τὴν Ἀνάβαρζον ῾Ρωσόν τε καὶ Ἄδαναν, πόλεις δ’ αὗται Κιλίκων, ἀλλὰ μέντοι
καὶ φρούρια πλείονα. τῇ δέ γε Ταρσῷ καὶ τῇ Μοψουεστίᾳ οὐκ ἔκρινε προσβαλεῖν διὰ τὸν χειμῶνα ἢ τοῦ ἔρωτος αὐτὸν τῆς Θεοφάνους πρὸς ἐκείνην ἀνθέλκοντος· ἀπῄει γὰρ σὺν αὐτῇ πρὸς Καππαδοκίαν. κἀκεῖθεν τοῦ ἔαρος ἠργμένου εἰς Κιλικίαν 30 ἀνθυπενόστησε, καὶ αὐτὸς τὴν Μοψουεσ1ίαν ἐπολιόρκει, τῇ Ταρσῷ δὲ τὸν ἀδελφὸν ἐπέστησε Λέοντα. τῆς δὲ Μοψουεστίας μέσον ποταμῷ τῷ Σάρῳ διαι- 144 ρουμένης, τὸ μὲν ἓν μέρος ταύτης ἑάλω πολιορκούμενον, οἱ δ’ ἐν τούτῳ Ἀγαρηνοὶ πρὸς τὸ λοιπὸν μετεχώρησαν, τῷ καταλελειμμένῳ πῦρ ἐμβαλόντες· εἶτα καὶ τὸ ἕτερον ἑαλώκει, καὶ οὐδεὶς ἐκεῖθεν διέδρα. τὴν δὲ τῆς Μοψουεστίας ἐκπόρθησιν οἱ ἐν τῇ 5 Ταρσ ῷ μαθόντες τὸν βασιλέα ἐπεκαλέσαντο καὶ τὴν πόλιν παραδεδ ώκασιν. ἡμερῶν δὲ τριῶν διελθουσῶν στόλος ἐξ Αἰγύπτου τῇ Ταρσῷ βοηθήσων ἐξέπλευσε, προσοκεῖλαι δὲ τῇ χέρσῳ οὐ συγκεχώρητο· διὸ καὶ αὖθις ἀπέπλευσεν· ἀνέμων δὲ πνοαῖς βιαίαις περιπεπτωκὼς καὶ τριήρεσι ῾Ρωμαϊκαῖς ὁ πλείων ἀπώλετο. ὁ δὲ βασιλεὺς ἐπανέζευξεν εἰς τὴν Κωνσταντινούπολιν τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μοψουεστίας ἐπαγόμενος ἐκ χαλκοῦ πεποιημένας καὶ 145 τέχνης δεικνυούσας ἀκρίβειαν, ἃς κἀκεῖνος ἐπικοσμήσας τὰς μὲν τῷ κατὰ τὴν ἀκρόπολιν ἑῴῳ τείχει προσήρμοσε, τὰς δὲ τῷ τείχει τῷ δυτικῷ. καὶ τῷ θεῷ δὲ ἀπαρχὰς οἶον τῆς ἑαυτοῦ στρατείας ἀποδιδοὺς τοὺς τιμίους σταυρούς , οὓς οἱ βάρβαροι ἔλαβον, ὁπηνίκα ὁ Στυππειότης τῶν σχολῶν δομἐστικος ὢν καὶ πολιορκῶν τὴν Ταρσὸν ἐκ κακοβουλίας δυστυχήματι περιέπεσε, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀνέθετο. καὶ τὴν Κύπρον δέ, παρὰ Ἀγαρηνῶν κατεχομένην, δι’ αὐτοῦ ἡ ῾Ρωμαίων ἀρχὴ προσεκτήσατο. εἶτα τῇ Συρίᾳ ἐπῆλθε, καὶ πόλεις ἐκπορθήσας καὶ χώρας ἑλὼν πρὸς τῷ Λιβάνῳ καὶ τῇ παραλίᾳ κειμένας ἦλθεν εἰς Ἀντιόχειαν. τῶν δ’ Ἀντιοχέων ἀντικαθισταμένων ἐρρωμενέστερον, ἤδη δὲ καὶ τῶν 146 ἐπιτηδείων ἐπιλιπόντων τοῖς στρατιώταις καὶ τέλματος ἐξ ὑετοῦ γεγονότος πολλοῦ, ἀπέστη τῆς πολιορκίας, καὶ πρὸς τὴν τῶν πόλεων ὑπερκειμένην ἐπανελήλυθεν, ἐπηγμένος καὶ τὸ τοῦ σωτῆρος Χριστοῦ ἱερὸν καὶ θεῖον ἐκτύπωμα, ὃ ἐν κεράμῳ εὗρε κατὰ τὴν Ἱεράπολιν τὴν τῶν Σύρων, καὶ βόστρυχον τοῦ βαπτιστοῦ Ἰωάννου αἵματι πεφυρμένον. ἐν μὲν οὖν στρατηγίαις τοιοῦτος οὗτος ἐγεγόνει ὁ αὐτοκράτωρ,
καὶ ἐπὶ μακρὸν ηὐξήκει Ῥωμαίοις τὰ ὅρια καὶ αὐτῶν ἡγεμονίας ἐξέτεινε τὰ σχοινίσματα. ἀλλὰ δι’ αἰτίας τινὰς πᾶσιν ἦν στυγητός· αἱ δ’ αἰτίαι ὅτι τῶν σὺν αὐτῷ τῇ ἀποστασίᾳ ἐπιχειρησάντων στρατιωτῶν κακῶς διατιθεμένων τοὺς οἷς ἂν ἐντύχοιεν
τῶν κακουμένων οὐκ ἐπεστρέφετο, καὶ οἰκιῶν πολλῶν PII 202 περιφανῶν τε ἀνδρῶν καὶ δημοτικῶν διαρπα- ὡς οὐδενὸς κακοῦ γεγονότος διέκειτο, μᾶλλον μὲν οὖν καὶ ἐνετρύφα ταῖς εἰς τοὺς ἀστοὺς παροινίαις, καὶ ταῦτα συναραμένους αὐτῷ πρὸς τὸ
τῆς βασιλείας τυχεῖν, καὶ ὅτι προφάσει τῶν συνεχῶν πολέμων καιναῖς εἰσφοραῖς καὶ τῶν ἀρχαίων αὐξήσεσι καὶ εἰδῶν εἰσπράξει παντοδαπῶν ἐξέτρυχε τὸ ὑπήκοον, καὶ οὐδὲν ἄμεινον πολεμίων τὸ στρατιωτικὸν διετίθετο τοῖς πρὸς οὓς ἂν τῶν ὑπηκόων
ἐπεχωρίασεν. ἐπὶ τούτοις διὰ τὰς πυκνὰς ἐκστρατείας ἔνδειαν ἔχειν χρημάτων προφασιζόμενος, τὰς μὲν διανεμομένας τῇ γερουσίᾳ βασιλικὰς δωρεὰς κατὰ μέρος ἠλάττωσε, τὰς δ’ ἀπονενεμημένας ἀνέκαθεν τεμένεσιν ἱεροῖς καὶ εὐαγέσιν οἴκοις ἐπετείους WIII 162
δόσεις ἐσχόλασε τέλεον. εἶτα καὶ ψήφισμα βασίλειον 147 ἔθετο ἐν ἀκινήτοις τὰς ἐκκλησίας μὴ ἐμπλατύνεσθαι, καὶ ἡ πρόφασις, ὅτι κατ’ ἐκεῖνον ὑπὸ τῶν ἀρχιερέων οὐκ εἰς δέον τὰ τῶν ἐκκλησιῶν ἀναλίσκονται. εἶτα τῶν τότε ἀρχιερέων καὶ τοῦ ἀρχιποίμενος Πολυεύκτου
διαφερομένων περὶ τῶν ψήφων, καὶ τῶν μὲν εἰς ἑαυτοὺς ἑλκόντων τὴν ἄδειαν τοῦ ψηφίζεσθαι οὓς ἂν ἐγκρίνοιεν, τοῦ δὲ τὰς ψήφους αἰτιωμένου, ὡς οὐκ ἀπαθῶς γινομένας οὐδὲ κατὰ γνώμης εὐθύτητα, καὶ σπεύδοντος κοινοῦσθαι αὐτῷ τοὺς ἀρχιε- 148 ρεῖς περὶ τῶν μελλόντων ψηφίζεσθαι, ὁ βασιλεὺς ἀφορμῆς ἐκ τούτου δραξάμενος εἰς οἰκείαν ἐξουσίαν τὸ πᾶν τῆς τῶν ἐπισκόπων μετήνεγκε προχειρίσεως,
μηδένα κελεύσας γνώμης ἄτερ αὐτοῦ εἰς ἐκκλησίαν οἵαν δή τινα στέλλεσθαι, ἀλλὰ κἂν ἐτεθνήκει ἐπίσκοπος, βασιλικὸν ὑπηρέτην εἰς τὴν χηρεύσασαν ἐκκλησίαν ἐξέπεμπε, καὶ γλίσχρως παρ’ ἐκείνου τῶν ἀναγκαίων γινομένων ἀναλωμάτων αὐτὸς ᾠκειοῦτο
τὰ περιττεύοντα. οὐ διέλιπον δ’ ἐν ταῖς χώραις ἁπάσαις αὐτοῦ βασιλεύοντος ἀπογραφεῖς στελλόμενοι ἐπόπται τε καὶ στρατευταὶ καὶ οἱ κεκλημένοι πρωτονοτάριοι, οἵ παντοίαις κακώσεσιν ἐξεπίεζον τὸ 149 ὑπήκοον καὶ εἰς ἐσχάτην ἀπορίαν συνήλασαν, οὐδὲ
τῶν παντάπασιν ἀπόρων φειδόμενοι, ἀλλὰ τούτους μὲν ταῖς δρομικαῖς στρατείαις ἐγγράφοντες, τοὺς δὲ πρῴην ταύταις ὑποκειμένους εἰς τὰς πλευστικὰς μετεγγράφοντες, τοὺς δὲ πλωίμους μετατιθέντες εἰς στρατιώτας πεζούς, τοὺς δὲ πρὶν τοιούτους τοῖς ἱππόταις
ἐγκαταλέγοντες καὶ τοὺς ἱππότας εἰς καταφράκτους ἀμείβοντες καὶ ἑκάστῳ βαρύτερον στρατιωτικὸν ἐπιτιθέντες λειτούργημα. ἐῴκει γὰρ τὸ πᾶν τῇ στρατιώτιδι μεταχειρίσει ἐπιγραφόμενος· ὅθεν καὶ δόγμα ὅσον τὸ κατ’ ἐκεῖνον ἐθέσπισε τοὺς
ἐν πολέμοις ἀνῃρημένους στρατιώτας ἐπ’ ἴσης τιμᾶσθαι τοῖς μάρτυσι καὶ ὕμνων ὁμοίων τυγχάνειν καὶ παραπλησίως γεραίρεσθαι. καὶ εἰ μὴ ὁ πατριάρχης PII 203 καί τινες τῶν ἀρχιερέων, ἀλλὰ μὴν καὶ ἔνιοι τῶν λογάδων τῆς γερουσίας γενναίως ἀντέστησαν, λέγοντες
“πῶς ἂν οἱ ἐν πολέμοις ἀναιροῦντες καὶ ἀναιρούμενοι λογίζοιντό τισι μάρτυρες ἢ τοῖς μάρτυσιν ἰσο- στάσιοι, οὓς οἱ θεῖοι κανόνες ὑπὸ ἐπιτίμιον ἄγουσιν, ἐπὶ τριετίαν τῆς φρικώδους καὶ ἱερᾶς αὐτοὺς ἀπείργοντες μεταλήψεως’’, τάχ’ ἂν τὸ θεσπέσιον ἐκεῖνο κεκύρωτο θέσπισμα. ἦν δὲ πρὸς τοῖς ἄλλοις
καὶ χρημάτων ἥττων, ὡς ἔοικε· μέχρι γὰρ ἐκείνου παντὸς νομίσματος ἐξαγίου σταθμὸν ἕλκοντος ἐκεῖνος τὸ τεταρτερὸν ἐπενόησε , κολοβώσας αὐτὸ κατὰ τὸν σταθμόν, καὶ τὰς μὲν εἰσπράξεις διὰ τοῦ βαρυτέρου, τὰς δὲ δόσεις καὶ πάντα τὰ ἀναλώματα διὰ 150
τοῦ κεκολοβωμένου πεποίητο. ἔθους δ’ ἐπικρατήσαντος παλαιοῦ στατῆρα πάντα βασιλικὸν ἐκτύπωμα φέροντα ἰσότιμον εἶναι τῷ ἄρτι κοπτομένῳ παρὰ τοῦ βασιλεύοντος, ἐκεῖνος τὸ ἑαυτοῦ προτιμᾶσθαι κεκέλευκε νόμισμα. ἕνα τί γένηται; ἵν’ ἐκεῖνο μόνον
τοῖς ἐμπόροις ζητούμενον κέρδος αὐτῷ πορίζῃ ὑπὲρ ἑκάστου νομίσματος ἁδρὰ πραττομένῳ ἀλλάγια. οὕτω δὲ τούτοις κακουμένων τῶν πολιτῶν οὐδέ τις παρὰ τῶν ἀγορανόμων ἦν ἐπὶ τοῖς ὠνίοις προμήθεια, ἕκαστος τῶν ἐμπόρων νόμον εἶχε τὸ
ἑαυτοῦ θέλημα· οἶ δὲ ὠνούμενοι τὰ χρειώδη ἐγίνοντο 151 καθ’ ἑκάστην πενέστεροι.
ἀπαλλαγῆναι. οὐχ ἥκιστα δ’ ἐλύπησε τοὺς ἀνθρώπους καὶ ἡ τῶν βασιλείων τῷ τείχει περιβολή. κεχρησμοδοτημένον WIII 163 γὰρ ἔχων τὸ ἐν τοῖς βασιλείοις μέλλειν ἀναιρεθήσεσθαι ἔδοξεν ἑαυτῷ περιποιεῖσθαι διὰ τοῦ τείχους ἀσφάλειαν, δέον λογίσασθαι ὡς εἰ
μὲν ἀληθὲς εἴη τὸ χρησμοδότημα, εἴη ἂν καὶ τὸ πεπρωμένον, 152 ἵν’ οὕτως εἴποιμι, τὸ ἐκ θεοῦ ὡρισμένον ἄφυκτόν τε καὶ ἀμετάθετον· εἰ δὲ δύναται κωλυ- θῆναι δι’ ἐπινοίας τινός, οὐ πάντως ἀληθὲς καὶ τὰ ἐπινοούμενα περιττά. ὁ δὲ τούτων οὐ δ’ ὲν λογισάμε- νος μεγάλαις δαπάναις τῷ νῦν ὁρωμένῳ τείχει τὰ βασίλεια ἐστεφάνωσεν· ἀκρόπολιν δ’ οἶ πολῖται τοῦτο καὶ τυραννεῖον καθ’ ἑαυτόν γινόμενον ἔκρινον. ὅτε
τοίνυν ἀπήρτισε τὸ ὀχύρωμα καὶ ἔδοξεν ἑαυτῷ ἀσφαλῆ περιποιήσασθαι φυλακήν, τότ’ ἔγνω μηδὲν αὐτῷ λυ- σιτελῆσαν τὸ ἐπινόημα, ὑποστὰς ἐντὸς ἐκείνου τὸν ὄλεθρον. ἀλλὰ μήπω περὶ τούτου, ἔτι δ’ ὁ λόγος πράξεις PII 204 διεξίτω ἐκείνου. ὑπονοστῶν ἐξ Ἀντιοχείας τῆς
πρὸς Ὀρόντῃ οὗτος ὁ βασιλεὺς φρούριον ἐν τῷ ὄρει τοῦ Ταύρου ἐδείματο, Μαυρὸν δὲ ὄρος ἐκεῖνο λέγει νῦν ὁ πολὺς ἄνθρωπος, ἐν ᾧ Μιχαὴλ τὸν Βούρτζην κατέλιπε, πατρίκιον τιμήσας καὶ τοῦ Μαύρου ὅρους στρατηγὸν ὀνομάσας αὐτόν, τοὺς Ἀντιοχεῖς κακοῦν
ἐντειλάμενος. καὶ Πέτρον δ’ ἔνα τῶν ἑαυτοῦ θεραπόντων, ἐκτομίαν μέν, δραστήριον δέ γε καὶ ἐμβριθῆ καὶ ἄρχειν εἰδότα στρατιωτῶν, στρατοπεδάρχην ὀνομάσας κατέλιπεν, ἔν ἐν Κιλικίᾳ δοίη χώραν τῆ στρατιᾷ τὸν χειμῶνα διαγαγεῖν. καὶ ὁ μὲν βασιλεὺς
ἧκεν εἰς τὸ Βυζάντιον, ὁ δὲ Βούρτζης συνεχῶς ἐξελαύνων ἐκάκου τοὺς ἐν Ἀντιοχείᾳ Ἀγαρηνοὺς 153 καὶ διεσκόπει ὅπως ἕλοι τὴν πόλιν, εἰ δύναιτο, καὶ κλέος ἔξει. ἔλαθεν οὖν ποτε μέτρον τοῦ ὕψους ἑνὸς τῶν πύργων λαβών, καὶ πρὸς τόσον ὕψος ἀναλόγους
ἡτοιμάσατο κλίμακας. φυλάξας οὖν νύκτα μίαν χειμέριον ἀσέληνόν τε καὶ νιφετώδη, πρόσεισιν ἠρέμα τῷ τείχει τῆς πόλεως, καὶ τὰς κλίμακας ἐρείσας αὐτῷ ἀνέβη μετὰ τριακοσίων, τοσούτους γὰρ ἐπήγετο, μηδενὸς αἰσθομένου, καὶ τοὺς μὲν τοῦ πύργου ἐκείνου
νοῦ φύλακας ἀνεῖλε, καὶ ἑτέρων πλησιαζόντων, στέλλει δ’ αὐτίκα πρὸς τὸν στρατοπεδάρχην , δηλῶν αὐτῷ τὸ γενόμενον καὶ πρὸς βοήθειαν ἐκκαλούμενος. ὁ δὲ ἀνεδύετο· λέγεται γὰρ ἐντείλασθαί οἶ τὸν βασιλέα μὴ προσβαλεῖν τῇ Ἀντιοχείᾳ, ὅτι παρὰ πᾶσι πεφήμιστο τῇ τῆς Ἀντιοχείας ἁλώσει ἕψεσθαι καὶ 154
τοῦ κρατοῦντος τὸν ὄλεθρον. οἱ δὲ Ἀντιοχεῖς γνόντες τῶν πύργων τὴν ἅλωσιν ἐκεῖ συνηθροίσθησαν, ἐξελάσαι τοὺς Ῥωμαίους αὐτῶν προθυμούμενοι. πρὸς δύο τοίνυν ἐναντία μαχόμενον ἔχων ὁ στρατοπεδάρχης τὸν λογισμόν, τήν τε βασιλικὴν ἐντολὴν καὶ τὸν
ὄλεθρον τοῦ Βούρτζη καὶ τῶν σὺν αὐτῷ τριακοσίων ἀνδρῶν, ἔθετο μὴ ἐᾶσαι τοσούτους ἄνδρας ἀπολέ- σθαι, καὶ ἄρας σὺν παντὶ τῷ στρατεύματι προσβάλλει τῇ Ἀντιόχου. καὶ αὐτίκα οἱ μὲν πολέμιοι παρείθησαν τὰς χεῖρας καὶ τὰς ψυχάς, οἶ δὲ περὶ τὸν
Βούρτξην καὶ αὐτὸς ἐκεῖνος ἤδη ἀπειρηκότες ἀνεζωώθησαν ζωώθησαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν ὁ Βούρτζης πελέκει διακόψας ἄνετον παρέσχε τῷ στρατοπεδάρχῃ 155 τὴν εἴσοδον καὶ ἡ περιφανὴς Ἀντιόχεια ῥᾷον οὕτως ὑπὸ Ῥωμαίους ἐγένετο. ὅ τῷ βασιλεῖ ἀγγελθὲν ἄλγος,
οὐ χαρμονὴν ἐνεποίησεν, ἐμηνία τε τῷ στρατοπεδάρχῃ τοπεδάρχῃ καὶ τῷ Βούρτζῃ τῆς σπουδῆς καὶ τοῦ ἀνδραγαθήματος ἀμοιβὴν παρέσχεν ὕβρεις καὶ ἀπει- λάς, ἀφείλετό τε αὐτοῦ τὴν ἀρχὴν καὶ παρὰ τῷ οἴκῳ μένειν ἀπρόïτον διωρίσατο.
Ἀρτοπρατείων, ὕβρεις κἀκείνου κατέχεον καὶ θόρυβος ἦρτο καὶ βοαί τε καὶ συνδρομαί, καὶ οἱ μὲν λίθους ἠφίουν κατὰ τοῦ βασιλέως, οἱ δὲ κόνιν ἔπαττον 156 κατ’ αὐτοῦ, καὶ ἐδυσφήμουν αὐτὸν μέχρι τῆς ἀγορᾶς, ἥτις ἔστρωται ταῖς πλαξὶ καὶ τὸν κίονα
φέρει τὸν κυκλοτερῆ τε καὶ πορφυροῦν. καὶ εἰ μή τινες τῶν ἐντιμοτέρων πολιτῶν ἐκεῖσε τὸν βασιλέα δεξάμενοι τοὺς μὲν ἐφεπομένους αὐτῷ καὶ δυσφημοῦντας ἄλλως τε ἀτακτοῦντας ἀνεχαίτισαν, ἐκεῖνον δὲ κύκλῳ περιλαβόντες εὐφήμουν καὶ οὕτως
αὐτὸν εἰς τὰ βασίλεια διεσώσαντο, τάχα ἄν τι μέγα συνέβη κακόν. ἐντεῦθεν διαδέδοτο λόγος ὡς ἐν ἱπποδρομίᾳ ὁ βασιλεὺς ἐγκοτῶν τῷ δήμῳ μέλλει αὐτὸν ἀμύνασθαι. ἁμίλλης οὖν τελουμένης ἵππων μετὰ καιρὸν στρατιώτας ὁ βασιλεὺς ἐνόπλους προήγαγεν
εἰς μέσον τὸ θέατρον, ἐπιδειξομένους τάχα 157 τῴ δήμῳ ὡς ἐν τύπῳ πολέμων οἴα τῆς μάχης ἡ συμβολή, ὡς δῆθεν κἀντεῦθεν αὐτῷ περιποιούμενος ἡδονὴν ἢ καὶ φόβον αὐτῷ ἐπισεῖσαι θέλων. ὡς οὖν οἶ στρατιῶται τὰ ξίφη ἐγύμνωσαν, ὁ ἐν τῷ θεάτρῳ
λαὸς τοῦτ’ ἐκεῖνο τὸ φημιζόμενον εἷναι νομίσαντες ἀποδιδράσκειν ἐκ τοῦ θεάτρου ὡρμήκεσαν, καὶ περὶ τὰς ἐξόδους στενοχωρούμενοι ὑπ’ ἀλλήλων τε συμπατούμενοι ἀπώλοντο οὐ βραχεῖς. τάχα δ’ ἂν καὶ πολλῷ πλείους ἐκινδύνευσαν, εἰ μὴ ὁ
βασιλεὺς ἀμετακίνητος ἐπὶ τῆς ἰδίας ὦπτο καθέδρας. ἰδὼν γὰρ ὁ δῆμος ἐκεῖνον μηδόλως τῆς ἔδρας μεταχωρήσαντα ἔστησαν τῆς φυγῆς. οἶ δὲ τοῖς θανοῦσι τότε προσήκοντες τοὺς οἰκείους θρηνοῦντες δημοσίᾳ πρὸς τὸν βασιλέα ἀπέσκωπτον. 158 διὰ ταῦτα τοίνυν μισεῖσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος,
τείχει περιέζωσε τὰ βασίλεια· ἀλλ’ ὅτε τοῦτο ἀπήρτιστο καί οἶ τῶν πυλῶν αἱ κλεῖδες ἀπεκομίσθησαν, τότε ὃν ἐφοβεῖτο φόβον ἦλθεν αὐτῷ καὶ οὐδὲν τῆς ἐπινενοημένης αὐτῷ ἀσφαλείας ἀπώνατο. τῶν δὲ Τούρκων, τῶν Οὔγγρων δηλαδή, τὰ
Θρᾳκῷα ληιζομένων ἴ’ τῷ Βουλγαρίας ἔγραψεν ἄρχοντι ὁ βασιλεὺς Νικηφόρος μὴ παραχωρεῖν αὐτοῖς διαβαίνειν τὸν Ἴστρον καὶ τῇ Ῥωμαίων λυμαίνεσθαι. ὁ δὲ οὐχ ὑπήκουσε, λέγων ὡς ‘‘ὅτε καθ’ ἡμῶν οὔτοι ἐστράτευον, παρακαλούμενος
ἡμῖν οὐκ ἠθέλησας. καὶ νῦν ὅτε βιασθέντες σπονδὰς ἐθέμεθα πρὸς αὐτούς, ἀξιοῖς ἡμᾶς παρασπονδῆσαι PII 206 ὅπλα τε κατ’ ἐκείνων ἄρασθαι καὶ κινῆσαι πόλεμον ἀπροφάσιστον.’’ ἀποκρουσθεὶς τοίνυν ἐντεῦθεν εἰς τὸν ἄρχοντα Ῥωσίας τὸν Σφενδοσθλάβον
διεπρεσβεύσατο, ἐξορμῶν κατὰ Βουλγάρων αὐτόν· διὸ καὶ τὸν υἱὸν τοῦ ἐν Χερσῶνι πρωτεύοντος τὸν Καλοκυρὸν πρὸς Ῥωσίαν ἐπιστρατεύει τοίνυν κατὰ Βουλγάρων σύνταγμα Ῥωσικόν, καὶ χώραν αὐτῶν πολλὴν ἐληίσατο καὶ λείαν
οὐκ εὐαρίθμητον ἐκεῖθεν ἀπήλασε. καὶ τῷ ἐπιόντι δ’ ἐνιαυτῷ οὐχ ἧττον τῶν προτέρων οἶ Ῥὼς τὰ Βουλγάρων ἐκάκωσαν.
οὐ πάνυ τι πέπονθε, πόλεις δ’ ἕτεραι καὶ σφό- δρα πεπόνθασιν. ἔπνευσαν δέ γε καὶ ἄνεμοι κατὰ 159 Μαῖον μῆνα, δι’ ὧν ἐφθάρησαν οἶ καρποὶ καὶ γέγονε λιμὸς ἰσχυρός, ὅν εἰς οἰκεῖον κέρδος ὁ Νικηφόρος μετήνεγκε, τιμιουλκῶν τὸν σῖτον καὶ πολλοῦ τοῦτον ἀποδιδόμενος τοῖς λιμώττουσι, μηδὲ φροντίζων WIII 165 ὅτι δημοκατάρατος ἦν, ἀλλ’ αὐχῶν μᾶλλον ὡς εὐεργετῶν τὸ ὑπήκοον, ὅτι δύο μεδίμνους ἐπίπρασκε
τῷ νομίσματι, καὶ ταῦτα παράδειγμα ἔχων τὸν Μακεδόνα Βασίλειον, οὔπω πάνυ πρῴην μεγαλοπρέπειαν πρὸς τοιαύτην ἔνδειαν ἐνδειξάμενον. ἀπῄει γάρ ποτε ὁ αὐτοκράτωρ ἐκεῖνος, συνήθη ποιούμενος πρόοδον εἰς τὸν τῶν ἁγίων Ἀποστόλων ναόν, καί
160 τινας τῶν τῆς πόλεως ἄνδρας ὑπόσεμνον δεικνύντας κατάστημα θεασάμενος σκυθρωπάζοντας, ἤρετο τὴν αἰτίαν τῆς σκυθρωπότητος. οἷ δέ ‘‘καὶ πῶς οὐκ ἂν σκυθρωπάζοιμεν” ἔφασαν ‘‘δέσποτα, ἐπηρτημένον ἡμῖν ὁρῶντες τὸν θάνατον, οἴ γε δύο μεδίμνους
σίτου εἰς νόμισμα χρυσοῦν ἐξωνούμεθα ” τοῦτο ἀκούσας ἐκεῖνος ἀνῴμωξε, καὶ τοῖς μὲν χρήμασι τὴν κατήφειαν ἔλυσε, τοῖς δὲ τὰς πολιτικὰς ἐγκεχειρισμένοις ἀρχὰς ἐλοιδορήσατό τε καὶ ἐπηράσατο, ὅτι μὴ αὐτὸν τὰ τῆς ἐνδείας ἐδίδαξαν, καὶ εὐθὺς
τοὺς βασιλικοὺς σιτῶνας ἀνοιγῆναι ἐκέλευσε, καὶ δώδεκα μεδίμνους σίτου νομίσματος ἑνὸς ἀποδίδοσθαι. 161 ἀλλ’ ἐκείνῳ μὲν ἡ πρᾶξις αὕτη βασιλική, τῷ δ’ ἱστορουμένῳ νῦν βασιλεῖ καὶ λίαν καπηλική, ὃς τῷ λιμῷ τὸ ὑπήκοον ὁρῶν πιεζόμενον οὐκ ἐπήμυνεν,
ἀλλὰ μέντοι καὶ ἐνετρύφα ταῖς αὐτοῦ συμφοραῖς καὶ τοῖς τοῦ λιμοῦ τραυματίαις ἐπιξαίνων ὑπῆρχε τὰ τραύματα. καὶ ὁ τοῦ βασιλέως δὲ ἀδελφὸς ὁ Λέων οὐχ ἧττον ἔθλιβε τόν τε δῆμον τῆς πόλεως καὶ τοὺς οἰκήτορας τῶν χωρῶν, καπηλείας ὒ καὶ αὐτὸς μετιών. οἱ μὲν οὖν οὕτω διέκειντο πρὸς τοὺς πάσχοντας, οἶ δὲ πρὸς τὸν κρατοῦντα διὰ ταῦτα ἀπέσκωπτον. ποτὲ γὰρ νεολέκτους στρατιώτας ὁρῶντος τοῦ βασιλέως , ἐπεὶ καί τις τούτοις συνηρίθμητο πολιός, ἔφη πρὸς ἐκεῖνον ὁ αὐτοκράτωρ ‘‘πῶς τοῖς στρατιώταις , ἄνθρωπε, γέρων ὢν συγκαταλέεις
σαυτόν;” ὁ δ’ αὐτίκα εὐφυῶς ἀντεφθέγξατο ὡς “πολὺ δυνατώτερος νῦν εἰμι ἢ ὅτε ἤκμαζον ἴ’ δἐ— PII 207 σποτα. τότε γὰρ οὐδ’ ἡμίσεος ἂν ἐπωμισάμην σῖτον νομίσματος, νῦν δὲ ῥᾷον καὶ δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων ἀρῶ.” συνῆκε μὲν οὖν τὴν
εἰρωνείαν ὁ βασιλεύς, ἀταράχως δὲ ταύτην ἐνεγκὼν μετέστη πρὸς ἕτερον. ἐρωτικῶς δὲ σφόδρα πρὶν διακείμενος ὁ Νικηφόρος πρὸς τὴν Θεοφανὼ μετέπειτα τῆς πρὸς αὐτὴν συνουσίας ἀπείχετο, ἢ κορεσθεὶς ταύτης ἢ καὶ δι’ ἐγκράτειαν μίξεως ἀπεχόμενος.
οὐδὲ γὰρ πάνυ τι καὶ νέος ὢν πρὸς ἔρωτας ἐτύγχανεν εὐκατάφορος. ἡ δὲ μισήσασα τὸν ἄνδρα διὰ τὸ ἀνομίλητον ἢ καὶ περὶ τοῖς υἱέσι δείσασα, ἢν γάρ τισιν ὑποτονθορυζόμενον βούλεσθαι τὸν Νικηφόρον τὰ βασιλείδια τῶν παιδογόνων στερῆσαι 162
μορίων καὶ τὸν ἀδελφὸν βασιλεῦσαι τὸν Λέοντα, εἰς λόγους ἦλθε λάθρᾳ τῷ τξιμισκῇ, ἡ ἔρωτι του ἀνδρὸς ἁλοῦσα, ἦν γὰρ τῷ κάλλει διαπρεπὴς καὶ τοῦ εἴδους χάριτας ἀφιείς, ἤ καὶ ἀξιόχρεων τοῦτον τῷ Νικηφόρῳ λογισαμένη ἀντίρροπον , ὡς δέ τινές
φασι, καὶ εἰς συνουσίαν ἐλήλυθε τῷ ἀνδρὶ καὶ κατὰ τοῦ Νικηφόρου ἠρέθισε καὶ τὸ τῆς παροιμίας σφαῖραν ἀφῆκε κατὰ πρανοῦς. ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης τῷ βασιλεῖ μηνιῶν, ὅτι τῷ ἀδελφῷ πειθόμενος ἐκεῖνος βασκαίνοντι τούτῳ ὕποπτόν τε τὸν
ἄνδρα ἐνόμιζε καὶ τῆς στρατιωτικῆς ἀρχῆς παύσας αὐτὸν εἰς πολιτικὴν μετατίθησι, λογοθέτην τοῦ δρόμου 163 μου προχειρισάμενος , ὃ οὐκ εἰς δυναστείαν, ἀλλ’ εἰς τιμωρίαν καὶ ταύτην βαρεῖαν ἐκείνῳ λελόγιστο. εἶτα τῇ κακώσει τοῦ ἀνδρὸς προστιθεὶς καὶ οἴκοι μένειν αὐτὸν ἐκέλευσε· διὰ ταῦτα ἐμηνία ὁ Ἰωάννης. ὡς δὲ καὶ τὴν μαχλάδα ἐκείνην εὕρηκεν αὐτὸν παραθήγουσαν, διαπραξαμένην δέ οἱ καὶ κάθοδον
κελεύσει βασιλικῇ) τῇ τυραννίδι ἐπέθετο, συμπράτ- τουσαν ἔχων καὶ τὴν βασίλισσαν, καὶ ἅμα τε οἷς WIII 166 ἐθάρρει τὸ ἀπόρρητον ἐξεκάλυψε καὶ ἅμα τῷ ἔργῳ ἐπικεχείρηκε καὶ προσλαβόμενος αὐτοὺς ἀωρὶ τῶν νυκτῶν ἐπὶ τὴν νοτίαν θάλασσαν τῶν βασιλείων
164 ἀφίκετο· Βουκολέων ὁ τόπος ὠνόμασται, ὅτι λίθινος λέων ἐστὶν ἐν αὐτῷ βοὸς ἐπιβεβηκὼς ὁμοίου καὶ τῷ εὐωνύμῳ ποδὶ κατέχοντι τὸ κέρας αὐτοῦ περιστρέφων τὸν αὐχένα τὸν τοῦ βοός. ἔνθα γενόμενος σαργάνην τε καθειμένην ἄνωθεν καθορᾷ καὶ
δι’ αὐτῆς ἀνιμᾶται παρὰ θεραπαινῶν τῆς Θεοφανοῦς καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. ἦσαν δὲ ὁ Βούρτξης Μιχαὴλ ἐγκοτῶν τῷ βασιλεῖ καὶ αὐτὸς διὰ τὴν ὀργήν, ὡς εἴρηται, τὴν ἀλόγιστον, καὶ Λέων ὁ Ἀβαλάντης καὶ ὁ μελάγχρους Θεόδωρος, ὃν διὰ τὸ τοῦ
εἴδους μελάντερον ἐκάλουν Ἀτξυποθεόδωρον, καὶ ἕτεροι δύο. ἀψοφητὶ τοίνυν ὑποδύντες τὸν κοιτῶνα τὸν βασίλειον, καὶ τοῦτο γὰρ αὐτοῖς ἡ Θεοφανὼ κατεπράξατο, εὗρον τὸν Νικηφόρον χαμαιεύνην PII 208 ὐπνώττοντα, καί τις αὐτῷ λὰξ ἐνθορὼν καὶ ἐνυβρίσας
διύπνισεν. ὡς δὲ τὴν κεφαλὴν ἐκεῖνος διυπνισθεὶς ἀνεκούφισε, δέχεται κατ’ αὐτῆς εὐθὺς καιρίαν πληγήν, ἥτις αὐτῷ δεινῶς διέσεισε καὶ τὸ σῶμα καὶ τήν ψυχήν. εἶτα ὁ μὲν Τξιμισκῆς ἐπὶ τῆς βασιλείου κλίνης κεκάθικε, τὸν δὲ Φωκᾶν ἤδη παρειμένον
ἑκατέρωθεν ὑπερειδόμενον αὐτῷ παρεστήσαντο. ὁ δὲ τὰς αἰτίας αὐτὸν ἠρώτα δι’ ἃς κεκάκωτο παρ’ αὐτοῦ. ὡς δ’ ἐκεῖνος πρὸς οὐδὲν ἀπεκρίνατο , μόνον δὲ τὸ ‘‘κύριε, βοήθει” ἐφθέγγετο, ἐγκελεύεται τοῖς περὶ αὐτὸν ταῖς λαβαῖς τῶν ξιφῶν τὰς γνάθους αὐτοῦ παίοντας συνθραῦσαι ἢ διασεῖσαι τοὺς
ὀδόντας αὐτῷ. εἶτά τις ἐξόπισθεν δόρατι βάλλει κατὰ νῶτον αὐτόν, καὶ τὸ δόρυ διὰ τῶν στέρνων ἐξέπεσε. καὶ θορύβου παρὰ τῶν προκοιτούντων γεγενημένου, ἤδη γὰρ εἰς αἴσθησιν ἧκον τῆς ἐπιβουλῆς, 165 καὶ τὴν κεφαλὴν τοῦ ἀνδρὸς ἐκπεπνευκότος
ἄρτι ἐκτέμνουσι, καὶ διὰ θυρίδος τοῖς σωματοφυλακοῦσι δεικνύουσι, καὶ οὕτω τὴν ἐκείνων ὁρμὴν καταπαύουσι. λέγεται δ’ ὅτι πρὸ ἡμερῶν ὀλίγων ἔγγραφον εὗρεν ἐν τῷ κοιτῶνι ὁ Νικηφόρος δηλοῦν τήν ἐπιβουλήν. ὁ δὲ τοῦ βασιλέως Νικηφόρου
αὐτάδελφος ὁ Λέων τὸ γεγονὸς ἐγνωκὼς σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ ἐκκλησίᾳ προσπέφευγεν. ἦν δὲ ὁ ἀναιρεθεὶς βασιλεὺς ἐτῶν πεντήκοντα καὶ ἑπτά , ἐξ ὧν ἓξ καὶ μῆνας τοσούτους τῶν σκήπτρων ἐκράτησε τῶν Ρωμαϊκῶν. καὶ ὁ μὲν οὕτως
τὼς ἀπέτισε τὸ χρεών.
Epitome historiarum (Vol. 1). Joannes Zonaras. ed. Ludwig Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.