τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχομένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν, ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσή- νεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα
ἐτίμησεν, καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώ- σατο. εἶτα ἔσταλτο παρ’ αὐτοῦ πρὸς τοὺς Ἀλανοὺς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν, ἀποστάντων τῆς Ῥωμαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. 2 καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρηματίας
κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μορίων σιδήρῳ στερίσκουτες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥωμαίοις
WIII 82 ἐπίπρασκον, περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί, τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ’ αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ’ αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέγιστον, τῆς
τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο 3 ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ’ ἔνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ, πολλοὶ γὰρ περὶ τὰ Ῥωμαίων ἀρχεῖα τοιοῦτοι
ἐστρέφοντο, ἀπεῖπε τοῖς ἡγεμόσι τῶν Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζόμενον τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο,
καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὔργον τοῦτο τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἤσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχηγοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνο-
4 5 μοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν ἦσαν ἀμύητοι, ἄλση δὲ καὶ ὕλας ἐσέβοντο καὶ 6 τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρβαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς εὐσέβειαν σπούδασμα ἔθετο, καὶ στείλας παρ’ αὐτοῖς ἱεροὺς ἄνδρας δι’ αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέμενος καὶ ἱερεῖς ἐγκατέστησε, καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστιανῶν αὐσοὺς μετήγαγεν
ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ’ οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ’ ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πράγματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες
μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται PII 101 7 καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαῖον ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανός, στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὑς Ἀλβανοὺς ὁ Προκόπιος γράφει,
πλείστοις κατὰ τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλόμενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος, καὶ συχνοὺς διατρίψας ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς, ἀνῄρητο γάρ, μήτε μὴν τὸν Φιλιππικόν,
καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα, πρόσεισιν οὖν Ἀρτεμίῳ βασιλεύοντι τότε. ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς καὶ στρατηγὸν τοῦ τῶν Ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, 8 ὡς εἴρηται, δῆθεν ἀμύνων, ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου,
δοσίου, καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής, ὢ 9 θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος, καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μασάλμας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρατεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληίσατο
χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ μεγάλῳ ὁ ἀρχισατράπης 10 Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους
τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖστον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο.
τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζομένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρκασιν WIII 83 ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδενὸς τῶν θνησκόντων
ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε 11 λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα.
αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώ- ’μῇ τοῦ Σεργίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ’ ἀγγελθέντα τῶ Λέοντι διανέστησαν αὐτὸν τῷ PII 102 12 τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα, χαρτουλάριον ἡ
Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή, πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας, στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺ ’ς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν
ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπωθέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέπομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ εἰσελθόντα εἰς τὴν
Συράκουσαν μαθὼν ὁ Σέργιος, εὐθὺς ἀπέδρα καὶ 13 πρὸς Λογγιβαρκίαν ἐφοίτησε. τοῦ δὲ Παύλου προσομιλήσαντος τῷ στρατιωτικῷ καὶ τὸ γράμμα τὸ βασίλειον ἀναγνόντος αὐτῶν εἰς ἐπήκοον, εὐθὺς ἐκεῖνοι τὸν μὲν βασιλέα εὐφήμησαν, τὸν δὲ Γρηγόριον
καὶ τοὺς περὶ αὐτὸν δεσμίους τῷ Παύλῳ παρέδοσαν. καὶ ὃς τὸν μὲν Γρηγόριον ἀνεῖλε, τοὺς δ’ ἐκείνου ὑπασπιστὰς μαστίξας καὶ τὴν κόμην ἀποθρίξας αὐτοῖς ὑπερορίᾳ κατέκρινεν. ὁ δὲ Σέργιος πληροφορίαν λαβὼν μή τινος πειραθῆναι κακοῦ, πρὸς τὸν
Παῦλον ἐκ Καλαβρίας ἀφίκετο. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν οὕτως ἠρέμησαν. οἶ δὲ τὴν πόλιν πολιορκοῦντες Ἄραβες, παθόντες μᾶλλον ἤ δράσαντες, 14 ἐπανελθεῖν εἰς τὰ οἰκεῖα ὡρμήκεσαν καὶ εἰς τὰς περιλειφθείσας ἐμβάντες νῆας ἀπῄεσαν. λαίλαπι
δὲ περιπεσόντες σφοδρῷ πάντες ἀπώλοντο σὺν ταῖς οἰκείαις τριήρεσι, δέκα μόνων νηῶν περιλειφθεισῶν, ὧν αἶ μὲν πέντε παρὰ Ῥωμαίων ἑάλωσαν, αἱ δὲ λοι- παὶ διαφυγοῦσαι τῆς συμφορᾶς ἀπήλθοσαν ἄγγελοι. ἐτέχθη δὲ τῷ Λέοντι σκύμνος ὠμότερος τοῦ πατρὸς καὶ τήν τε μητέρα τούτου κεκλημένην Μαρίαν ἔστεψεν ὁ Λέων καὶ τὸν υἱὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐβάπτισε, Κωνσταντῖνον ὀνομάσας αὐτόν. ὅτε λἐγεται
κόπρον αὐτὸν ἐκκρῖναι τῇ θείᾳ κολυμβήθρᾳ 15 καταδυόμενον, κἀντεῦθεν ἐπονομασθῆναι Κοπρώνυμον, καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανόν εἰπεῖν ὅτι σημεῖον τοῦτό ἐστι τοῦ τῇ ἐκκλησίᾳ καὶ τοῖς εὐσεβεῖν ᾑρημένοις μέγα τὸ παιδίον τοῦτο χρηματίσαι
κακόν. ὁ δὲ μάγιστρος Νικήτας ὁ ξυλινίτης τῶν ὑπερλίαν τυγχάνων ὑπέθετο τῷ Ἀρτεμίῳ έν Θεσσαλονίκῃ τυγχάνοντι τοῖς Βουλγάροις προσελθεῖν, καὶ συνεργίᾳ τούτων ἀπολήψεσθαι πάλιν τὴν βασιλείαν. καὶ ὃς πείθεται, καὶ μετὰ πλήθους Βουλγάρων ἧκεν
εἰς τὸ Βυζάντιον, οἰόμενος παρὰ τοῦ λαοῦ προσδε- χθήσεσθαι. τῶν δὲ τῆς πόλεως μὴ ἐπιστρεφομένων αὐτοῦ, οἱ Βούλγαροι τοῦτον πολλῶν χρημάτων τῷ Λέοντι προύδωκαν. καὶ οἱ μὲν ἀπῆλθον· ὁ δὲ σὺν WIII 84 τῷ ξυλινίτῃ ἀνῄρητο, καὶ ἡ τοῦ ξυλινίτου κτῆσις
PII 103 16 οὖσα πολλὴ δεδήμευτο ξύμπασα. καὶ ἄλλοι δὲ τῶν συνωμοτῶν τοῦ Ἀρτεμίου ἐκτάνθησαν, πρὸς οἷς καὶ ὁ τῆς Θεσσαλονίκης ἀρχιερεύς. εἶτα τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον ὁ Λέων βασιλέα πεποίηκε, παρὰ τοῦ ὁσιωτάτου Γερμανοῦ τῆς ἐπὶ τῇ ταινιώσει τελετῆς
τελεσθείσης. ἐντεῦθεν ὁ Λέων ἄρχεται τοῦ θεομαχεῖν καὶ κατὰ τῶν σεπτῶν εἰκόνων ἐλύττησε. καὶ τὸν πατριάρχην μεταπεμψάμενος Γερμανόν μὴ δεῖν ἔλεγε τὰς εἰκόνας τιμᾶσθαι· εἰδωλολατρίαν γὰρ τὴν τούτων ἀπεκάλει προσκύνησιν. ὁ δὲ θεῖος ἐκεῖνος
ἀνήρ “εὐφήμει, βασιλεy”, ἔφη “καὶ μὴ οὕτω φρόνει· ἀσεβὲς γὰρ ἄντικρυς τὸ ἐννόημα, καὶ οἶδα μὲν ᾀδό- μένον τὸ μέλλειν κινηθῆναι ταύτην τὴν αἵρεσιν. ἀλλὰ μὴ σύγε εἴης ὁ ταύτης εἰσαγωγεύς · Κόνων γάρ τις ὀνομαζόμενος ταύτης μέλλειν κατάρχεσθαι λέγεται.” καὶ ὃς ὑπολαβὼν αὐτίκα φησίν
ἐγώ εἰμι· Κόνων γὰρ παρὰ τῶν γονέων νηπιόθεν ὠνόμασμαι.” τὸν μὲν οὖν ἀοίδιμον Γερμανὸν μὴ πεισθέντα συνθέσθαι τῇ γνώμῃ αὐτοῦ, μᾶλλον μὲν οὖν καὶ γενναιότατα ἀντιλέγοντα καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐλέγχοντα τῆς ἐκκλησίας ἐξώθησεν, ἔτη
ταύτην ἰθύναντα πεντεκαίδεκα, Ἀναστάσιον δέ τινα εἰς πατριάρχην ἑαυτῷ ὁμόφρονα προχειρίζεται. τοῦ δ’ οὖν οὕτω φρονῆσαι τὸν Λέοντα καὶ εἰς τοῦτο προελθεῖν ἀσεβείας ἥκω τὴν αἰτίαν ἐρῶν.
τούτῳ προσίασιν Ἑβραῖοι δύο τὸ ἐπιτήδευμα γόητες, οἱ δὲ ἀστρολογίαν ἔλεγον μετιέναι, κἀντεῦθεν εἰδέναι 17 τὰ μέλλοντα, καὶ τῷ Ἄραβι τὴν ἀρχὴν ἐπηγγέλλοντο καὶ τὴν ζωὴν πολυχρόνιον, εἰ τῶν ἐκκλησιῶν τῶν χριστωνύμων τὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτὸν
τεκούσης ἐκβαλεῖ τὰ ἐκτυπώματα. καὶ ὁ βάρβαρος οὐκ ἐμέλλησεν, ἀλλ’ ἐκ πάντων τῶν ἐν τῇ ὑπ’ αὐτὸν τελούσῃ χώρᾳ ναῶν τὰς σεπτὰς εἰκόνας ἠφάνισε. καὶ ἡ θεία δίκη τοῦτον μετῆλθεν οὐκ εἰς μακράν. οὔπω γὰρ παρῆλθεν ἐνιαυτὸς καὶ ὁ δείλαιος τὴν
ζωὴν ἐζημίωτο. ὁ δὲ τούτου παῖς τῆς ἀρχῆς δοἀδοχος γεγονὼς τοὺ ’ς ψευδομάντεις ἐκείνους ἐζήτει, τῆς εἰς τὸν τεκόντα ἀπάτης τίσασθαι προθυμοῦ μένος. ἀλλ’ ἔφθησαν ἐκεῖνοι φυγεῖν ἐκεῖθεν, καὶ εἰς Ἰσαυρίαν κατήντησαν. ἔνθα περιτυχόντες τούτῳ τῷ 18
Λέοντι, νεανίᾳ τυγχάνοντι, βαναύσῳ τὸ ἐπιτήσευμα, τὴν τῶν Ῥωμαίων προμαντεύονται βασιλείαν. τοῦ δὲ πρὸς τὴν οἰκείαν ἀφορῶντος τύχην, ἀφεστη- κυῖαν πάνυ που πόρρω τοιαύτης ἀρχῆς, καὶ τοῖς ἐκείνων διαπιστοῦντος χρησμοῖς, ἐκεῖνοι συμβήσεσθαι τὴν πρόρρησιν ἀπισχυρίζοντο κραταιῶς, καὶ ἀπῄτουν αὐτὸν δι᾿ ὅρκου πληροφορῆσαι αὐτούς, ὅτε τύχοι τῆς βασιλείας, δοῦναι σφίσιν ὃ ἂν αἰτήσωνται.
καὶ ὃς ὄμνυσιν ἦ μὴν τῆς βασιλείας τυχὼν ἐντελῆ αὐτῶν ποιῆσαι τὴν αἴτησιν. ὁ μὲν οὖν ὃν εἴρηται τρόπον τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐκράτησεν. οἱ δὲ τούτῳ ταύτην προμαντευσάμενοι ἔνατον ἤδη ἔτος PII 104 19 τῆς αὐταρχίας ἀνύοντι προσῆλθον αὐτῷ, καὶ ᾔτουν
ἀποδοῦναι αὐτοῖς τῆς προρρήσεως τὸν μισθόν. καὶ ὁ Λέων ἕτοιμος ἦν πρὸς τοῦτο, καὶ λέγειν ἠξίου τί τὸ αἰτούμενον. καὶ ἡ βέβηλος ἐκείνη τῶν Ἰουδαίων δυὰς “οὔτε πλοῦτον” εἶπε “δοθῆναι ἡμῖν ἐξαιτούμεθα οὔτε πρὸς δόξης ἀναχθῆναι περιωπὴν οὔθ᾿
ἕτερόν τι τῶν τῆς βασιλείας λαμπρῶν, ἀλλ᾿ ἢ μόνον τὸ τὰ τοῦ Ναζωραίου καὶ τῆς αὐτὸν τεκούσης περιαιρεθῆναι πάντοθεν ἐκτυπώματα.” καὶ ὃς ἀβέβαιος WIII 85 ὤν περὶ τὴν πίστιν, ὥσπερ τι τῶν εἰκαίων καὶ ῥᾴστων τοῦτο ποιήσαι συνέθετο, καὶ τοῦ δεκάτου ἄρτι
ἐνιαυτοῦ τῆς αὐτοῦ τυραννίδος ἀρξάμενος καὶ τοῦ θεομαχεῖν ἤρξατο καὶ μετὰ φρικώδους βρυχήματος κατὰ τῶν σεπτῶν εἰκόνων ἐχώρησε, καὶ διωγμὸν 20 βαρύτατον ἤγειρε, πολλούς τε ἀνθεστηκότας τῇ ἐξαγίστῳ γνώμῃ αὐτοῦ ἐκόλασε καὶ μάρτυρας ἀπειργάσατο.
πρὸς δὲ τοῖς ἄλλοις οἶς κατὰ τῶν εὐσεβούντων εἰργάσατο καὶ τοῦτο πεποίηκεν. οἶκος ἦν ἐν τῇ καλουμένῃ βασιλικῇ ἔγγιστα τῶν Χαλκοπρατείων βασίλειος, ἐν ᾧ καὶ βίβλοι τῆς τε θύραθεν σοφίας καὶ τῆς εὐγενεστέρας καὶ θειοτέρας πολλαὶ ἐναπέ κεῖντο.
ἦν δ᾿ οὗτος ἀνέκαθεν τοῦ προύχοντος ἐν λόγοις κατοικητήριον, ὃν οἰκουμενικὸν ἐκάλουν δι- δάσκαλον, ὃς καὶ δώδεκα εἶχεν ἑτέρους συνοικοῦντας αὐτῷ, κἀκείνους τῆς λογικῆς παιδείας μετέχοντας τὸ ἀκρότατον. τούτοις καὶ σιτήσεις ἀνεῖντο δημόσιαι, καὶ παρ’ αὐτοῖς ἐφοίτων οἷς ἔμελε λογικῆς
παιδείας καὶ γνώσεως, οὑς καὶ ὁ βασιλεύων συμβούλους 21 ἐν τοῖς πρακτέοις πεποίητο. τούτους οὖν εἰ ἕλοι καὶ τῆς ἑαυτοῦ ποιήσαιτο γνώμης, ἔκρινε τὸ πὰν κατεργάσασθαι. καὶ τοὺς ἄνδρας μεταστελάμενος τὴν περὶ τῶν σεβαστῶν εἰκόνων γνώμην αὐτοῦ
τὴν πονηρὰν αὐτοῖς ἐκοινώσατο. οἶ δὲ οὐχ ὅσον οὐχ ὡμοδόξουν αὐτῷ, ἀλλὰ καὶ αὐτὸν μεταστῆσαι τῆς γνώμης ταύτης ἐπεχείρουν ὁλοσχερῶς, πῇ μὲν καταψῶντες τὸν θῆρα τὸν λεοντώνυμον καὶ κατεπᾴδοντες αὐτοῦ τὰ σωτήρια, πῇ δὲ γενναιότερον ἀντιβαίνοντες
καὶ διελέγχοντες τὴν ἀσέβειαν. ὁ δὲ ὡσεὶ ἀσπὶς ἔβυε τὰ ὦτα καὶ φωνῆς ἐπᾳδόντων οὐκ ἤκουεν οὐδ’ ἐφαρμακεύετο παρὰ τῶν σοφῶν. πολλάκις οὖν 22 αὐτοῖς προσωμιληκὼς καὶ τὴν αὐτῶν μετάθεσιν ἀπογνούς, τοὺς μὲν ἀφῆκεν εἰς τὴν σφετέραν πορευθῆναι
διατριβήν, τὸν οἶκον ἐκεῖνον δηλαδὴ τὸν βασίλειον, αὐτὸς δὲ κελεύσας εὔπρηστον ὕλην συναχθῆναι πολλὴν καὶ πέριξ τοῦ οἴκου τεθεῖσαν ἀναφθῆναι νυκτός, οὕτω τόν τε οἶκον σὺν ταῖς βίβλοις καὶ τοὺς σοφοὺς ἐκείνους ἄνδρας καὶ σεβασμίους
κατέκαυσε.
συνοδικῷ καθυπέβαλεν ἀναθέματι, τοὺς δὲ μέχρι τότε τῇ βασιλείᾳ κομιζομένους ἐκεῖθεν φόρους ἐπέσχε, τοῖς Φράγγοις σπεισάμενος· οὐ γὰρ τοῦ τῶν Ῥωμαίων γένους οἱ Φράγγοι, ἀλλὰ Γερμανικὸν ἔθνος τούτους εἶναί φησι τὴν ποικίλην ἱστορίαν ὁ Καισαρεὺς Προκόπιος συνταξάμενος, περὶ τὸν Ῥῆνον ποταμὸν καὶ τὸν Ῥοδανὸν καὶ τὰς ἐκεῖσε λίμνας πάλαι λατῳκημένον. τοῦ δὲ Βελισαρίου στρατηγοῦντος Ῥωμαίων
ἐπὶ τοῦ προτέρου Ἰουστινιανοῦ καὶ Γότθοις ἀντιπαλαμωμένου περὶ Ἰταλίας καὶ τῶν ἐν ταύτῃ πόλεων καὶ τῆς Ῥώμης αὐτῆς, παρὰ γὰρ τῶν Γότθων κατείχουτο, τότε καὶ τούτους ἱστορεῖ τῇ Ἰταλίᾳ ἐπεμβαλεῖν. 24 τοὺς μέντοι Γότθους μὴ οἵους τε ὄντας καὶ
Ῥωμαίοις καὶ Φράγγοις ἀντικαθίστασθαι πρὸς τοὺς Φράγγους θέσθαι σπονδὰς καὶ τὸν πρὸς ἐκείνους διαλύσασθαι πόλεμον, παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, Ἰουστινια
δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι WIII 86 τοὺς Φράγγους, ἀλλ’ εἶναι τὰ πρὸς Ῥωμαίους τοὐτοις διὰ τὴν ἐπίρρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ
25 τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατήσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετιῶν κατασχεῖν. οὕτως οὖ ’ν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε ’Ρωμαίοις καὶ τὰ ὑπ’ αὐτοὺς ληιζόμενοι. ἀποστατήσας
οὖν, ὡς εἴρηται, τῆς τοῦ βασιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμμάτων τὸν Λέοντα τῆς μισοθεΐας μετενεγκεῖν καὶ μεταπεῖσαι τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ’
26 ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε. 27 τούς τ’ ἑ Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις
νέοις ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι. ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μείρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σιυθῶν
ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον
καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμπτώμασιν. PII 106 28 ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρολόφου Α κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀνδριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους
πόλις καὶ πρὸς ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνικαί. τὴν γοῦν τῶν τειχῶν κατάπρωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς “ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη·
ἀσύμφορον δ’ ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ’ ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φόλλεις εἴκοσι καὶ τέσσαρας ἐφ’ ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν B
τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν.” ἔκτοτε τοίνυν καὶ μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη. οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ δείλαιος Λέων βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίᾳ νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο.
κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσας μόνον, ἀλλὰ καὶ γοητείαις προσκείμενος καὶ ἱερείων ἀνατομαῖς καὶ 29 νεκυομαντείαις καὶ ἀρρητοποιίαις καὶ ὅλως οὐδενὸς κακοῦ ἀπεχόμενος, καὶ ποικίλος ὢν τὴν κακίαν καὶ οὐ μονοειδής. οὐ γὰρ χριστιανός, οὐχ Ἕλλην, οὐκ
Ἰουδαῖος ἐτύγχανεν ὤν, ἀλλ’ ἀσεβείας τις κυκεὼν WIII 87 καὶ οἷα τὰ Λιβυκὰ θηρία ἱστόρηται φύεσθαι ἐκ μίξεως ἑτερογενῶν, πολυειδῆ καὶ σύμμικτα τὴν ἰδέαν καὶ τὴν θηριωδίαν γεννώμενα · διὰ ταῦτα πρὸς πάντων μεμίσητο. καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς τυραννίδος
αὐτοῦ, οὐ γὰρ φαίην ἂν βασιλείας, ἐκστρατεύσας κατὰ Ἀράβων καὶ ἐν τῷ θέματι τοῦ Ὀψικίου γενόμενος, οὗ δὴ θέματος τὴν ἀρχὴν ὁ γαμβρὸς αὐτοῦ περιέζωστο ὁ κουροπαλάτης Ἀρτάβασδος, ἐπεβούλευε 30 τούτῳ δὴ τῷ οἰκείῳ γαμβρῷ. οἵ τε γὰρ τοῦ
δήμου καὶ οἱ τῆς γερουσίας, ἀλλὰ μέντοι καὶ τὸ στρατιωτικόν, ἀπεχθανόμενοι τῷ Κωνσταντίνῳ, ὡς εἴρηται, τῷ Ἀρταβάσδῳ ὀρθοδόξῳ τυγχάνοντι τὴν βασιλείαν ἐπεψηφίζοντο. γνοὺς τοίνυν τὴν ἐπιβουλὴν ὁ Ἀρτάβασδος, καὶ διαλεχθεὶς τῷ λαῷ, ἐπιτίθεται
τῷ Κωνσταντίνῳ. ἀλλ’ ἔφθη διαφυγεῖν ὁ Κοπρώνυμος καὶ εἰς τὸ Ἀμόριον προσφυγεῖν, καὶ διαπεμψάμενος πρὸς τὸν τοῦ ἀνατολικοῦ στρατηγὸν τὸν Λαγκηνὸν καὶ πρὸς τὸν τοῦ Θρᾳκησίου τὸν Σισινάκιον, λαμπραῖς ὑποσχέσεσι πέπεικεν αὐτοὺς συμμαχῆσαι
αὐτῷ. ἐντεῦθεν ἐμφύλιοι πόλεμοι καὶ ὑπ’ ἀλλήλων οἱ Ῥωμαῖοι ἐφθείροντο. ἕκαστοι γὰρ τοῦ σφετέρου βασιλέως ἀντείχοντο, ἐπείπερ ἀνερρήθη PII 107 31 ἤδη καὶ ὁ Ἀρτάβασδος βασιλεύς. κατὰ δὲ τὴν τῶν πόλεων βασιλεύουσαν τῶν δημοσίων οἰκονόμος πραγμάτων τοῦ Κωνσταντίνου ὁ μάγιστρος Θεοφάνης
εἰάθη, ὃς τῷ Ἀρταβάσδῳ προσκείμενος καὶ γραφὴν ἐξ ἐκείνου δεξάμενος δημοσίᾳ θανεῖν τὸν Κωνσταντῖνον ἐκήρυξε καὶ τὸν Ἁρτάβασδον ὑπὸ τῶν στρατευμάτων αἱρεθῆναι εἰς βασιλέα. καὶ οὕτως ὁ δῆμος τῆς πόλεως εἰς τὴν μεγάλην ἐκκλησίαν συναθροισθεὶς
τὸν μὲν Κωνσταντῖνον ἀναθέματι καθυπέβαλον, εὐφήμουν δὲ τὸν Ἀρτάβασδον, τούτοις συνευδοκοῦντος καὶ τοῦ πατριάρχου Ἀναστασίου. δεχθεὶς δὲ ὁ Ἀρτάβασδος καὶ παρὰ πάντων βασιλεὺς ἀναγορευθείς, αὐτίκα τὰς σεβασμίας εἰκόνας πανταχοῦ
ἀνεστήλωσεν. ὁ δὲ πατριάρχης Ἀναστάσιος 32 διώμνυτο λέγειν αὐτῷ τὸν Κοπρώνυμον ὅτι ὁ Χριστὸς οὐχ υἱός ἐστι τοῦ θεοῦ, ἄνθρωπος δὲ ψιλὸς γεννηθεὶς ἐκ τῆς Μάριας, ὡς ἐγὼ ἐκ τῆς ἐμῆς μητρὸς ἐτέχθην Μάριας. ἐξελθόντος οὖν τῆς μεγαλοπόλεως
τοῦ Ἀρταβάσδου, μάχαι πάλιν ἐγίνοντο. ὁ δὲ Κωνσταντῖνος ἐκ Χαλκηδόνος περαιωθεὶς τὴν πόλιν ἐπολιόρκει, περὶ τὰ χερσαῖα τείχη βαλόμενος χάρακα. προσβαλὼν δὲ τούτῳ καὶ ἡττηθεὶς ὁ Ἀρτάβασδος τῆς πόλεως ἐντὸς συνέκλεισεν ἑαυτὸν καὶ τοῦ ταύτην
φρουρεῖσθαι ἀσφαλῶς ἐπεμέλετο. τοῦ δὲ Κοπρωνύμου θαλασσοκρατοῦντος καὶ μὴ ἐῶντος τὰς φορτηγοὺς ὁλκάδας ἐν τῇ πόλει καταίρειν, λιμὸς τοὺ ’ς ἐν ταύτῃ ἐπίεζεν, ὥστε πολλοὺς ἐκ τούτου διόλλυσθαι. 33 καὶ τὸν τοῦ Ἀρταβάσδου υἱὸν Νικητᾶν συνέσχε
καὶ πεδήσας ἐδείκνυεν αὐτὸν τῷ πατρί. εἶτα προσβαλὼν αὖθις τῇ πόλει ταύτης ἐκράτησεν. ὁ δὲ Ἀρτάβασδος ἀποδρὰς εἰς φρούριόν τι τοῦ θέματος τοῦ Ὀψικίου συνέκλεισεν ἑαυτόν, καὶ κατασχεθείς, πηροῦται τοὺς ὀφθαλμοὺς σὺν τοῖς δυσὶν υἱέσιν αὐτοῦ. τῶν δὲ τῷ Ἀρταβάσοδῳ συμμαχησάντων πολλοὶ ἀνῃρέθησαν παρὰ τοῦ Κοπρωνύμου, καὶ πρὸ τῶν ἄλλων Βακτάγγιος ὁ πατρίκιος, τῶν ἐπισήμων
ἀνήρ, οὗ τὴν γυναῖκα μετὰ πλείστους ἐνιαυτοὺς 34 ἐβίασεν ὁ τύραννος ἀπελθεῖν εἰς τὴν Χώραν, ἔνθα ἐκεῖνος ἐτέθαπτο, καὶ ἀνασκάψαι τὰ τοῦ ἀνδρὸς αὐτῆς ὀστᾶ καὶ δι’ ἑαυτῆς ἀπενεγκεῖν αὐτὰ καὶ ῥῖψαι εἰς τὰ Πελαγίου, ἔνθα ἐρρίπτοντο οἱ κατάκριτοι.
ἁμίλλης δὲ τελουμένης ἵππων, τὸν Ἀρτάβασδον καὶ WIII 88 τοὺς παῖδας αὐτοῦ ἐν μέσῳ τῷ θεάτρῳ διαγαγὼν ἐθριάμβευσεν. ἀλλὰ μὴν καὶ τὸν πατριάρχην Ἀναστάσιον ἀπὸ τοῦ Διιππίου εἰσαχθῆναι κελεύσας ὄνῳ ἐφεζόμενον ἀντιστρόφως, ἔν’ ὁρᾷ πρὸς οὐράν, ἀτίμως
οὕτω καὶ αὐτὸν ἐθριάμβευσεν, πρότερον δημοσίως τυφθέντα, ὥστε τὴν πρόρρησιν τοῦ ἀοιδίμου πατριάρχου Γερμανοῦ εἰς ἔργον ἐκβῆναι. ὄπισθεν γάρ ποτε τοῦ εἰρημένου πατριάρχου βαδίζοντος τοῦ PII 108 35 Ἀναστασίου, καὶ πατήσαντος τὸ ἐκείνου ὠμοφόρον,
στραφεὶς ὁ ἱερὸς Γερμανὸς ἔφη “μὴ σπεῦδε· τὸ Διίππιόν σε ἐκδέχεται”. ὃν καὶ μετὰ τὴν ἄτιμον περιαγωγὴν ὡς ὁμόφρονά οἱ τῆς ἐκκλησίας αὖθις κρατεῖν καὶ ἱερᾶσθαι παρακεχώρηκε.
μάχαις ἐμφυλίοις ἀσχολουμένων, ἀδείας λαβόμενος ὁ Κοπρώνυμος ἐκστρατεύει κατὰ Συρίας καὶ λαμβάνει τὴν Γερμανίκειαν. σεισμοῦ δὲ γενομένου κατὰ Παλαιστίνην καὶ Συρίαν μεγίστου, πολλαὶ καὶ ἐκκλησίαι καὶ μοναστῶν κατέπεσον καταγώγια καὶ οἰκίαι
καὶ μυριάδες ἀνθρώπων ἀπώλοντο. ἀλλὰ καὶ 36 ἐκ νόσων φθορὰ πολλὴ τῶν ἀνθρώπων συμβέβηκε κατά τε Σικελίαν καὶ Καλαβρίαν καὶ καθ᾿ Ἑλλάδα καὶ χώρας ἑτέρας, ἣ καὶ ἕως αὐτοῦ τοῦ Βυζαντίου κατήντησε· καὶ τοσοῦτον ἦν τὸ τῶν θνησκόντων πλῆθος ὡς μὴ οἷόν τε εἶναι τοὺς θνήσκοντας ἐκκομίζεσθαι·
διὸ ἀμάξαις αὐτοὺς κατὰ πλείονας ἐπιτιθέντες ἐξέφερον. τῷ μέντοι Κοπρωνύμῳ ἡ τοῦ Χαγάνου θυγάτηρ ἔτεκε παῖδα, ὃν ὠνόμασε Λέοντα καὶ ἀνηγόρευσε βασιλέα, στεφθέντα δι᾿ Ἀναστασίου τοῦ ὁμοδοξοῦντος αὐτῷ πατριάρχου. ἐκράτησε δὲ ὁ Κωνσταντῖνος
τῆς Θεοδοσιουπόλεως καὶ τῆς Μελιτηνῆς, ὅθεν ὑπερφρονήσας σφοδρότερον κατὰ τῆς ἐκκλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ἔπνευσε, δόγματα ἐκτιθέμενος, δι᾿ ὧν τὸν συρφετώδη ὄχλον ὑπέσυρεν 37 ἕπεσθαι τῷ αὐτοῦ ἀσεβεστάτῳ φρονήματι. τότε καὶ
ὁ πατριάρχης Ἀναστάσιος ἀσεβῶς τῆς ἐκκλησίας κατορχησάμενος ἐπὶ χρόνους εἴκοσι πρὸς τοῖς τέτταρσι κατέστρεψε τὴν ζωήν. ὁ δὲ Κοπρώνυμος ἐπισκόπων ὁμοφρόνων αὐτῷ πολλῶν συναγωγὴν ποιησάμενος, ὧν κατῆρχε Θεοδόσιος ὁ Ἐφέσου καὶ Παστιλᾶς ὁ
Πέργης, δι᾿ αὐτῶν ἃ ἐβούλετο ἐδογμάτισε, μή τινος ἢ ἐκ Ῥώμης τῆς πρεσβυτέρας ἢ ἐκ τῶν ἄλλων παρόντος καὶ τὴν τοιαύτην συνδρομὴν τῶν ἀνιέρων ἐκείνων σύνοδον οἰκουμενικὴν καλέσαι οὐκ ἀπενάρκησε. μεθ᾿ ὧν εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοἀπενάρκησε. 38
τόκου ναὸν ἀφικόμενος καὶ ἐν τῷ ἄμβωνι ἀναβεβηκὼς Κωνσταντῖνόν τινα μοναχόν, ἐπίσκοπον Συλαίου γενόμενον, ἀναβιβάσας ἐκεῖ, ἐξεφώνησε “Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη”. καὶ μετ᾿ ὀλίγας ἡμέρας ἐν τῷ Φόρῳ παραγενόμενος ὁ
τύραννος οὗτος μετὰ τοῦ πατριάρχου αὐτοῦ καὶ τῶν ὁμογνωμονούντων αὐτῷ ἐπισκόπων, ἐνώπιον παντὸς τοῦ λαοῦ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν ἀπηγόρευσαν, εἰδωλο λάτρας τοὺς ταύτας σεβομένους καλέσαντες, καὶ ἀναθέματι καθυπέβαλον τόν τε ἀοίδιμον Γερμανόν καὶ τὸν ἐκ Κύπρου Γεώργιον πατριάρχην τῆς Κωνσταντίνου γενόμενον καὶ τὸν μέγαν PII 109 39 ἐπὶ σοφίᾳ καὶ ἀρετῇ Ἰωάννην τὸν Δαμασκηνόν,
ὃς πολλάκις τὸν θεομάχον ἤλεγξε τοῦτον καὶ τὸν αὐτοῦ πατέρα δι᾿ ἐπιστολῶν ἀσεβεῖν. ἐκστρατεύσας δὲ κατὰ Βουλγάρων ὁ Κωνσταντῖνος, καὶ συμβαλὼν αὐτοῖς, καὶ πολλοὺς ἀποβαλὼν οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπισήμων καὶ στραταρχῶν,
WIII 89 μεθ᾿ ἥττης ἐπανέζευξεν. ἀνέκαθεν δὲ χριστιανοὶ παρὰ τοῖς Ἀγαρηνοῖς τοὺς τῶν δασμῶν μεταχειριζόμενοι κώδικας, οὐ γὰρ οἴδασιν ἀριθμεῖν ἐκεῖνοι, ἀλλ᾿ οὐδὲ γράφειν ψήφους λεπτάς, τρίτα φημὶ καὶ τέταρτα καὶ ὄγδοα καὶ δωδέκατα καὶ τὰ
τούτων ἔτι λεπτότερα, φθόνῳ τότε τὴν τούτων μεταχείρισιν
ἐκωλύθησαν. μὴ δυνηθέντων δὲ τῶν τῆς Ἅγαρ δι᾿ ἑαυτῶν τὸ τοιοῦτον ἀνύειν ἔργον, αὖθις 40 τὴν τῶν γραφῶν τούτων οἰκονομίαν ἐνεχειρίσθησαν. ὁ μέντοι δυσώνυμος τύραννος Ἀνδρέαν τινὰ μοναχόν, καλυβίτην λεγόμενον, ὅσιον ἄνδρα, ἐλέγχοντα αὐτὸν καὶ ἀσεβῆ καλοῦντα, καὶ ἄλλον Ἰουλιανὸν καὶ Οὐάλεντα μαστιζόμενον ἔκτεινεν. οἱ Βούλγαροι δὲ τοὺς αὐτῶν ἀρχηγούς, οἳ ἐκ σειρᾶς κατήγοντο ὴγεἀνελόντες ἕτερον εἵλοντο μὴ τῇ ἡγεμονίᾳ
προσήκοντα, Τελέτζην καλούμενον. ἐπιστρατεύσας δὲ κατ᾿ αὐτῶν ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάσσης, καὶ γενόμενος κατὰ τὴν Ἀγχίαλον, κἀκεῖ συμβαλὼν αὐτοῖς, τοῦ πολέμου ἐξ ὥρας πέμπτης τῆς ἡμέρας ἕως ἐσπέρας ἐπικρατήσαντος, καὶ πεσόντων πολλῶν
ἑκατέρωθεν, ὅμως μέντοι νικᾷ· καὶ ὁ μὲν τῶν Βουλγάρων 41 ἀρχηγὸς ἀπέδρα, φόνος δὲ πολὺς τῶν βαρ- βάρων ἐγένετο, καὶ οὐ μείους ἐλήφθησαν δοριάλωτοι, πολλοὶ δὲ καὶ τῷ βασιλεῖ προσεχώρησαν. κἀντεῦθεν ἐπαρθεὶς θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγεν, αὐτὸς μὲν πανοπλίτης διιὼν μεθ᾿ ὡπλισμένης τῆς
στρατιάς, τοὺς δ᾿ αἰχμαλώτους δεσμίους ἄγων, τοῖς ὅπλοις αὐτοῦ τὴν νίκην, ἀλλ᾿ οὐ τῇ θείᾳ δυνάμει ἐπιγραφόμενος. καὶ μετὰ τὸν θρίαμβον τοὺς αἰχμαλώτους πάντας ἀναιρεθῆναι προσέταξεν.
αὐτοῦ μέγας, ὥστε μὴ μόνον τοὺς ποταμοὺς ἐκ τοῦ ψύχους κρυσταλλωθῆναι διόλου, ἀλλὰ καὶ αὐτὴν τὴν θάλασσαν τὴν ἀρκτῴαν ἐπὶ στάδια πάνυ πολλὰ καὶ PII 110 42 τὸν τοῦ Στενοῦ πορθμὸν καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν. εἶτ᾿ αὖθις τῷ κρυστάλλῳ χιόνος
ἐπιπεσούσης, κἀκείνης ἐκ τοῦ κρύους συμπιληθείσης καὶ κρυσταλλωθείσης, πεζοποροῦντες οἱ ἄνθρωποι διῄεσαν τὸν πορθμὸν τοῦ Στενοῦ καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν, ἀχθοφοροῦντά τε ὑποζύγια καὶ βόες ἁμάξας ἕλκοντες σὺν φόρτῳ πολλῷ.
τοῦτο δὲ καὶ ἐν ταῖς ἄλλαις θαλάσσαις τότε γενέσθαι λέγεται. εἶτα τοῦ ἀέρος θαλφθέντος διῄρητο τῶν κρυστάλλων τὸ συνεχὲς καὶ εἰς τμήματα διακέκοπτο. πνεῦμα δὲ πνεῦσαν ἀθρόον σφοδρόν τε καὶ βίαιον ἤλαυνε διὰ τῆς θαλάσσης τὰ τμήματα
οὐδὲν ἀπεοικότα βουνῶν μεγάλων ἢ νήσων πολυπλέθρων 43 τινῶν· οἷς καὶ ζῷα ἄγριά τε καὶ χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυστάλλων τινὰ τοῖς παράλοις τείχεσι τῆς πόλεως τῇ βίᾳ τῶν ἀνέμων καθ᾿
ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τού- τοῖς πλεῖσται συγκατεσείοντο. καὶ αὐχμὸς δ’ ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀενάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐ δ’ ὲν δ’ ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος
44 ἔφη ἐν ἀπορρήτοις αὐτῷ “εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρέαν καλοῦμεν, τίς ἐκ τούτου ἔσται βλάβη;” ὁ δὲ αὐτίκα εἰς ἱκετείαν ἐτράπετο λέγων “μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἤ οὐκ οἶας ὅπως
ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;” ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι “οὐχ ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα”. ἐς τοσοῦτον δ’ ἐξηνέχθη WIII 90 θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λείψανα παραδιδόναι
πυρὶ καὶ τὸ ἄγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ’ ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέ- 45 γειν καὶ ὁ μάρτυς Γεώργιος ἢ Θεόδωρος, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων
συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ’ αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ’ ἀρετῇ ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ
διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ’ ἔτι ἦσαν πολλοὶ κρυπτόμενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἴν. ὅσοι μὲν οὖ ’ν φόβῳ, τῆς ἐκείνου θη-
46 ριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι,
πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς, καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους
ῥιπτεῖσθαι πρόσ’ ἔταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο, καὶ ὅρκον ἐκ πάντων PII 111 47 ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς
ἐκκλησίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμβωνι ἀναβὰς ὤμοσε. κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφοδροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ
τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν. ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγομένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς
χερσὶν κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι’ ὡραιότητα καὶ ῥωμα- 48 λεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ’ αὐτοῦ βουλευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς
ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ’ ἐνιαυτὸν τὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ καὶ τὸν παρ᾿ αὐτοῦ προβληθέντα πατριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνομιλεῖν εἰπὼν καὶ λέγειν κατ᾿ αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου 49 ἐκείνου ὀμόσαι τοὺς κατηγόρους πεποίηκε. τούτων
δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγ ἔνετο. ἵτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ Νικητᾶν, οὐδ᾿ ἐξ ἐλευθέρων, ἀλλ᾿ ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ᾿ ἀναγνῶναι δυνάμενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. WIII 91 εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ᾿ αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικητὰ ἐν τῷ συνθρόνῳ 50 καθημένου καὶ ἀκροωμένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ
τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐποχηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτίμως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος. ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν αὐτὸν τί δοκεῖ
αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπετμήθη τὴν κεφαλήν.
μὲν δύο Καίσαρας ἔστεψε, τὸν δὲ Νικητᾶν ἐτίμησε νωβελίσσιμον. καὶ τῷ πρώτῳ υἱῷ αὐτοῦ καὶ βασιλεῖ ἠγάγετο γυναῖκα ἐξ Ἀθηνῶν, καὶ ἐμνηστεύσατο ταύτην αὐτῷ, στέψας αὐτὴν Αὐγούσταν καὶ καλέσας Εἰρήνην, ἐξ ἧς ἐτέχθη τῷ Λέοντι παῖς Κωνσταντῖ-
νος ὀνομασθείς. αὖθις δὲ ὁ Κοπρώνυμος μετὰ σφόδρα πολλῶν τριήρων καὶ δρομώνων κατὰ Βουλγάρων ἐξώρμησε, βουλόμενος διὰ τοῦ Ἴστρου εἰς Βουλγα- 52 ρίαν ἐμβαλεῖν. εἶτα δεδειλιακὼς ἀναζεῦξαι διεμελέτα. οἶ Βούλγαροι δὲ δείσαντες πέμψαντες πρὸς αὐ-
τὸν σπονδὰς θέσθαι πρὸς εἰρήνην ἐζήτησαν, καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις τοῦ μήτε Βουλγάρους τὰ Ῥωμαίων ληίζεσθαι μήτε μὴν Ῥωμαίους ἐπιέναι κατὰ Βουλγάρων. καὶ ἐπὶ τούτοις ἐπανελήλυθε. τινὲς δὲ τῶν Βουλγάρων δώροις ὑποσυρέντες παρὰ τούτου
τοῦ αὐτοκράτορος ἐν ἀπορρήτοις ἐδήλουν αὐτῷ τὰ τῷ ἄρχοντι σφῶν βουλευόμενα· οἳ μεμηνύκασι τῷ Κωνσταντίνῳ ὅτι βούλεται ὁ σφέτερος ἀρχηγὸς λαὸν ἐκπέμψαι κατά τινος τῶν Ῥωμαίων χωρῶν, ἵν ἐκεῖθεν λείαν κομίσαιτο. καὶ ὃς κατασκόπους στείλας, 53
ὅτε ὅρμησαν ἐκ Βουλγαρίας οἶ ληισόμενοι, ἕτοιμος ὢν αἰφνίδιον ἐπεκδραμὼν κατ’ αὐτῶν τοὺς μὲν διέφθειρε, τοὺς δὲ καὶ ἐζώγρησε, καὶ μετ’ αἰχμαλωσίας πολλῆς ἐπανέστρεψε, καὶ πάλιν ἔνοπλος ἐθριάμβευσεν. εἶτα πολλὰς τριήρεις ἑτοιμασάμενος κατὰ Βουλ-
γάρων ἐκπέπομφε, καὶ κατὰ Μεσημβρίαν γενομέναις αὐταῖς κλύδων ἐκ πνευμάτων βιαίων ἐμπεσὼν σχεδὸν ἁπάσας κατέδυσεν. ὁ τῶν Βουλγάρων δὲ ἀρχη- γὸς Τελέριχος ὑποπτεύσας ὑπὸ τῶν οἰκείων μεμηνῦ- σθαι τῷ βασιλεῖ τὰ αὐτῷ βουλευόμενα, μὴ εἰδὼς δὲ 54 τίνες Dὗτοι, κατασοφίζεται τὴν τοῦ ἀγνοούμενον. κουφότητα, καὶ ἐξ αὐτοῦ μανθάνει τὸ ἀγνοούμενον. γράφει γὰρ δι’ ἀπορρήτων βούλεσθαι προσελθεῖν
αὐτῷ, καὶ ἠξίου δηλῶσαί οἱ εἴ τινας ἔχει φίλους ἐκ τῶν παρὰ Βουλγάροις ἐξόχων , ἴν’ ἐκείνοις θαρρή- σειε τὸ ἀπόρρητον καὶ σὺν ἐκείνοις ἀφίκοιτο πρὸς WIII 92 αὐτόν. ὁ δὲ παχύς, ὡς ἔοικεν, ὢν οὐ συνῆκε τὸ σκέμμα τὸ βάρβαρον, ἀλλ’ ἀνοήτως τοὺς αὐτῷ προσ-
κειμένους εὐθὺς ἐξεκάλυψε. καὶ ὁ βάρβαρος συλ- λαβὼν αὐτοὺς ὠμῶς ἁπαξάπαντας καὶ ἀπηνῶς διε- χρήσατο. καὶ αὗθις δὲ κατὰ Βουλγάρων ὁ αὐτ0κρά- οὗτος τὸ λοίσθιον ἐξεστράτευσε, καὶ κατὰ τὴν ἐν Θρᾴκῃ ἀπηνθράκωντο, στρατοπεδευομένου οἱ πό-
PII 113 55 δες αὐτοῦ ἀπηνθράκωντο, ὅθεν αὐτὸν λάβροι πυρε- τοὶ καὶ φλογώδεις ἐξέκαιον, ὡς μηδὲν τούτων μηδὲ παρ’ ἰατρῶν ἐπινοεῖσθαι ἀλέξημα. ἐκεῖθεν ἐπὶ κλέ- φερόμενος μέχρι Σηλυβρίας κατήντησεν, ὅθεν διὰ τριήρους κεκόμιστο, βοῶν ὡς “ζῶν ἔτι τῷ πυρὶ
παραδἐδομαι”. ἄρτι δὲ φθάσας εἰς τὸ Στρογγύ- λον τοῦ μεμεθυσμένου θείου ξυροῦ ὁ δείλαιος ἐπειράθη, καὶ βιαίως ἐκεῖ τὸν βίον κατέστρεψε, χιλιάδας τῶν ὀρθοδόξων πολλὰς ἀνελών, καὶ μάλι- στα μοναστῶν, καὶ τὰ τούτων ἀσκητήρια τὰ
πυρὸς θέμενος παρανάλωμα, τὰ δὲ καθελών, τὰ δὲ κοινώσας, ὥσπερ καὶ τὴν τοῦ Δαλμάτου λεγομένην μονήν , ἀρχαίαν οὖσαν καὶ τῶν ἐν Κωνσταντινου- πόλει πρεσβυτέραν πασῶν, ἀφ’ ἧς ἀπελάσας τοὺς μοναχοὺς στρατιωτῶν αὐτὴν πεποίηκε καταγώγιον.
56 οὐ μόνον δὲ κατὰ τῶν ζώντων ἐλύττησεν, ἀλλὰ καὶ εἰς τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ τοὺς ἄλλους αὐ- τῷ εὐαρεστήσαντας ἐμπαροινῶν οὐκ ἐπαύετο, μηδὲν αὐτοὺς δύνασθαι λέγων καὶ συκίνην ἐπικουρίαν τὰς τούτων πρεσβείας ἀποκαλῶν, καὶ τὰ τούτων ἅγια λείψανα τὰ μὲν ἀτίμως καταχωννύς, τὰ δὲ ποιῶν
ὑποβρύχια, ἔνια δὲ καὶ ἀποτεφρῶν, ὥσπερ καὶ τὸ τῆς πανευφήμου μάρτυρος Εὐφημίας ἄγιον σῶμα. διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ μὲν γὰρ πυρίκαυστον αὐτὸ λέγειν δόξαι ποιήσασθαι τὸν μιαρὸν ἐκεῖνον Κοπρώνυμον, κύνας καὶ ὄνους αὐτῷ
συνεμπρήσαντα καὶ τὴν τέφραν λικμήσαντα, μὴ μέντοι αὐτῷ εἰς ἔργον ἐκβῆναι τὸ βούλευμα· φθῆναι 57 γὰρ τοὺς ὀρθοδόξους μαθόντας τὸ βουλευόμενον ἀφελέσθαι τὸ τῆς μάρτυρος σῶμα ἐκ τῆς σοροῦ καὶ μεταθεῖναι αὐτό, ἕτερον δὲ νεκρὸν ἐνθεῖναι αὐτῇ,
κἀκεῖνον παρὰ τοῦ ἀλιτηρίου ἐκείνου παραδοθῆναι πυρί· ὁ δ’ ἕτερος οὐ καυθῆναι, καταποντωθῆναι δὲ λέγει τὸ σῶμα τῆς μάρτυρος σὺν τῇ λάρνακι· τὴν δὲ χάριτι θείᾳ κυβερνωμένην προσοκεῖλαι τῇ νήσῳ Λήμνῳ, καὶ ὑπὸ τῶν ἐν τῇ νήσῳ πιστῶν γνωσθεῖ-
’σαν κατατεθῆναι ἐκεῖ, ἐπὶ δὲ Εἰρήνης καὶ Κωνσταντίνου αὖθις ἀνακομισθῆναι εἰς τὴν ὑπερκειμένην τόν πόλεων ἐντίμως καὶ μεγαλοπρεπῶς. ὁ μὲν οὖν οὕτως αἰσχρῶς βιώσας οὕτως ἀπεβίω βιαιότατα, ὡς ἱστόρηται, μοναρχήσας ἔτη τριάκοντα ἐπὶ τέσ- 58
σαρσι καὶ μησὶ τρισί, τούτοις καὶ τῶν δύο ἐνιαυτῶν συναρίθμουμένων, οὓς ὁ Ἀρτάβασδος ἦρξε τούτου περιγενόμένος.
νος ἀσέβειαν, εἰ καὶ κατ’ ἀρχὰς εὐσεβεῖν ὑπεκρίνετο καὶ τοὺς μοναχοὺς τιμᾶν, ὥστε καί τινας τῶν μοναστῶν ἀρχιερεῖς τότε γενέσθαι ἐν ταῖς προβαθμιωτέ- ραις τῶν μητροπόλεων. πολλὰ δὲ χρήματα ἐν τοῖς δημοσίοις εὑρὼν θησαυροῖς, ἃ ὁ πατὴρ αὐτοῦ κακῶς συνήγαγε καὶ ἀπεθησαύρισε, τούτοις καταχρησάμενος ἐξευμενίσατο τὸ ὑπήκοον καὶ τῇ ἐπιπλάστῳ PII 114 59 θεοσεβείᾳ. ἀθροισθέντες οὖν οἱ τῆς πόλεως, κἀκ
WIII 93 τῶν θεμάτων πολλοὶ ᾐτοῦντο χαριζόμενοι δῆθεν αὐτῷ ἀναγορευθῆναι τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. ὁ δέ, εἰ τοῦτο βούλονται, ὀμόσαι αὐτοὺς ἀπῄτησεν ὡς οὐ δέξονταί ποτε ἄτερ αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῶν ἕτερον βασιλέα. καὶ ὥμο-
’σαν ἅπαντες, οὐχ οἱ τῆς συγκλήτου βουλῆς καὶ οἱ τοῦ στρατεύματος, ἀλλὰ καὶ ὁ δημώδης ὄχλος καὶ ἔμποροι καὶ οἱ τῶν ἐργαστηρίων προεστήκεσαν καὶ ἔγγραφα περὶ τούτων ἐξέθεντο. ταῦτα μὲν οὖν κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑβδομάδος τοῦ σωτηρίου
πάθους τοῦ σωτῆρος γεγόνασι. τῷ δὲ μεγάλῳ σαββάτῳ τὸν ἑαυτοῦ ἀδελφὸν Εὐδόκιμον νωβελίσσιμον ὁ βασιλεὺς προεβάλετο, καὶ κατ’ αὐτὴν τὴν τοῦ 60 πάσχα κυριακὴν ἔστεψε τὸν υἱὸν αὐτοῦ, τοῦ πατριάρχου τὴν κατ’ ἔθος πεποιηκότος εὐχήν. τεθνη-
κότος δὲ τοῦ πατριάρχου Νικητὰ τοῦ ἐκτομίου, ὃς ἦν προεδρεύσας τῆς Κωνσταντινουπόλεως ἔτη τεσσαρεσκαίδεκα, χειροτονεῖται πατριάρχης Παῦλος ὁ Κύπριος, ἀναγνώστης ὢν καὶ ὀρθόδοξος.
ταῖς θείαις εἰκόσι προσκύνησιν ἀπονέμοντας, τὴν ἀλωπεκῆν ἀποδὺς τὸν ἐντὸς κρυπτόμενον ἐδημοσίευσε λέοντα) ὠμότατά τε αὐτοὺς αἰκισάμενος καὶ διὰ τῆς ἀγορᾶς ἐν ἀτίμῳ πομπῇ περιαγαγών, πρότερον ψιλώσας αὐτοὺς τῶν τριχῶν, οὕτως εἰς τὸ
πραιτώριον ἐναπέθετο, ὅπου τινὲς αὐτῶν καὶ τὴν ψυχὴν τῷ κυρίῳ παρέθεντο. πέμπτον δ’ ἀνύσας τῆς αὐταρχίας ἐνιαυτὸν ἐτελεύτησεν. ἐρασθεὶς γὰρ τοῦ στέμματος, ὅπερ ὁ Μαυρίκιος τῷ θεῷ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀνέθετο, καὶ τοῦτο λαβὼν καὶ τῇ κεφαλῇ περιθέμενος, εὐθὺς ἐλήφθη σφοδρῷ πυρετῷ,
καὶ οὗτος αὐτὸν τῆς ζωῆς ὑπεξήγαγε.
οὔπω τοὺς πόδας τῇ βασιλείᾳ βεβαίως ἐρείσασί τινες αὐτοῖς ἐπεβούλευσαν, ἵνα τὸν Καίσαρα Νικηφόρον τὸν τοῦ θανόντος βασιλέως Λέοντος ἀδελφὸν βασιλεύσωσι. γνωσθείσης δὲ τῆς συνωμοσίας, τοὺς 61 μὲν τῆς ἐπιβουλῆς μετασχόντας αἰκισαμένη ἡ βασιλις
καὶ τὴν τρίχωσιν αὐτοῖς ἀποθρίξασα ὑπερορίαν τούτων κατεψηφίσατο, τοὺς δὲ τοῦ ἀνδρὸς αὐτῆς ἀδελφοὺς τούς τε Καίσαρας καὶ τοὺς νωβελισσίμους καρῆναι παρασκευάσασα καὶ ἱερωσύνης ἀξιωθῆναι καὶ μεταδοῦναι τῷ λαῷ τῶν ἁγιασμάτων ἐποίησε
κατὰ τὴν ἑορτὴν τῆς τοῦ σωτῆρος γεννήσεως. ἐκείνη δὲ σὺν τῷ υἱῷ προελήλυθε μετὰ τῆς συνήθους τοῖς βασιλεῦσι δορυφορίας καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ γενομένη τὸ στέμμα, ὃ ἐκεῖθεν ἀφείλετο ὁ ἀνὴρ αὐτῆς, προσήνεγκε, κόσμῳ πλείονι τοῦτο εbπικοσμήσασα.
ἔστειλε δὲ καὶ κατὰ τῶν Ἀράβων στράτευμα, PII 115 62 ἵνα ἀνακόπτῃ τὰς ἐκείνων ἐπιδρομάς. ἐξελθόντες οὖν ἐπὶ λεηλασίαν Ἀγαρηνοὶ συναντῶνται παρὰ τῆς σταλείσης Ῥωμαϊκῆς στρατιὰς, καὶ τρέπονται καὶ ἀναιροῦνται πολλοί. ἐν δέ γε τῇ Θρᾴκῃ κατὰ τὸ
Μάκρον τεῖχος τότε τις ὀρύττων λάρνακι ἐντυγχάνει λιθίνῃ ἀνθρώπου φερούσῃ νεκρὸν καὶ γράμματα ἐγκεκολαμμένα ἐχούσῃ λέγοντα “Χριστὸς μέλλει γεν- νᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν· ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν, ἥλιε, ὄψει με.” βουληθεῖσα μέντοι ἡ βασιλὶς Εἰρήνη γυναῖκα μνηστεύσασθαι τῷ υἱῷ, ἔπεμψε πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, τὴν ἐκείνου παῖδα
WIII 94 τῷ οἰκείῳ μνωμένη παιδί. εἶτα τὸ τοιοῦτον 63 καταλιποῦσα διὰ φόβον καὶ φιλαρχίαν, ἔνα μὴ δύναμιν ὁ υἱὸς αὐτῆς περιβάληται τὴν τῶν Φράγγων διὰ τὴν ἀγχιστείαν, ἐξ ἑῴας ἤνεγκε κόρην· ἣν οἶ μὲν ἐκ τοῦ τῶν Ἀρμενιακῶν θέματος λέγουσιν, ἔτε-
ροι δ’ ἐκ Παφλαγόνων, οὖσαν τοῦ ἐπὶ ἐλεημοσύνῃ διαβοήτου Φιλαρέτου θυγάτριον, καὶ ταύτην τῶ Κωνσταντίνῳ συνέζευξεν ἄκοντι καὶ τὸν γάμον αὐτῆς ἀποστέργοντι, ὅτι τὴν τοῦ Καρούλου παῖδα ἐκτόπως ἀγαγέσθαι ἐβούλετο. Ἀαρὼν δὲ ὁ τῶν Ἀρά-
βῶν ἀρχηγὸς κατὰ Ῥωμαίων στρατεύσας μέχρι Χρυσοπόλεως ἦλθεν. ὁ δὲ Κωνσταντῖνος στράτευμα πέμψας τὴν λίμνην Βανῆς δι’ αὐτοῦ κατέσχε· καὶ τοῦτο μαθόντες οἱ Ἄραβες σπείσασθαι Ῥωμαίοις ᾐτήσαντο. ἀπελθόντες οὖν οἱ τῶν κοινῶν διοικηταὶ
64 πρὸς τὸν Ἀαρών, ἴνα συνθήκας ποιήσωσι, καὶ μὴ φροντίσαντες πρότερον ὁμήρους τῶν παρ’ ἐκείνοις ἀναγκαίων λαβεῖν, κατεσχέθησαν παρ’ αὐτοῦ καὶ ἐν πέδαις καθείρχθησαν. ὅθεν βιασθέντες οἱ κρατοῦντες διὰ τοὺς ἄρχοντας ἐσπείσαντο, συνθέμενοι φό-
ῥοῦς διδόναι τοῖς Ἄραψιν. οἱ μὲν οὖν ἐπὶ τοιαύταις συνθήκαις ἀνέζευξαν. ἡ δὲ βασίλισσα Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν Σικελίας προεχειρίσατο· εἶτα μαθοῦσα ὅτι τὰ τῶν Καισάρων φρονεῖ, ἔστειλε τοὺς ἄξοντας ἐκεῖθεν αὐτόν. τῶν δὲ Σικελιωτῶν μὴ πα-
ραχωρησάντων τοῖς σταλεῖσι λαβεῖν τὸν Ἐλπίδιον, ἡ Εἰρήνη θυμῷ ληφθεῖσα τὴν ἐκείνου γυναῖκα καὶ τοὺς παῖδας μαστίξασα καὶ τῶν τριχῶν ἀφελομένη ἐν τῷ πραιτωρίῳ καθεῖρξε· κατ’ ἐκείνου δ’ ἐκπέ- 65 πομφε στράτευμα, εὐνοῦχον αὐτοῖς ἐπιστήσασα τῶν πιστοτάτων αὐτῇ. πολέμων δὲ συνεχῶν γενομένων,
τρέπεται ὁ Ἐλπίδιος καὶ ἀπέδρα εἰς Ἀφρικὴν καὶ τοῖς Ἄραψι προσεχώρησεν. οἱ δὲ τοῦτον δεξάμενοι βασιλικὴν ταινίαν αὐτῷ περιέθεντο, καὶ ὡς βασιλεὺς αὐτοῖς ἀνηγόρευτο, εἰ καὶ μηδὲν αὐτῷ κατὰ σκοπὸν προεχώρησε. τῆς δὲ περὶ τῶν Ἀράβων φρον-
τίδος ἀπαλλαγεῖσα διὰ τὴν εἰρήνην ἡ βασιλὶς ἐξῆλθε σὺν τῷ υἱῷ κατὰ Θρᾴκην, δύναμίν τ’ ἑ πολλὴν ἐπισυρομένη καὶ ὄργανα μουσικά, καὶ ἀπελθοῦσα εἰς Βερόην καὶ τὸ ἐν αὐτῇ φρούριον ἀνοικοδομήσασα καὶ Εἰρηνόπολιν αὐτὸ ὀνομάσασα, ἀλλὰ μὴν καὶ τὴν
Ἀγχίαλον δειμαμένη καὶ ἕως Φιλιππουπόλεως προ- PII 116 66 ἐλθοῦσα, ὑπέστρεψε.
νοὶ αὐτὸν τῆς ὑποχωρήσεως. ὁ δὲ “εἴθε” εἶπε “μηδὲ τὴν ἀρχὴν ἐπὶ τοῦ θρόνου τῆς ἀρχιερωσύνης ἐκάθισα, τῆς ἐκκλησίας τυραννουμένης καὶ σχίσματος ὄντος μέσον αὐτῆς καὶ τῶν ἄλλων καθολικῶν θρόνων.” εἶτ’ αὖθις ἐκ τῆς συγκλήτου λογάδας ἀπἐ-
στειλεν, ἐρωτῶσα ὅ,τι ἄν εἰς δέον οἰκονομηθείη. ὁ δὲ ἀπεκρίνατο ὡς “εἰ μὴ διὰ συνόδου καθολικῆς τὸ σφάλμα διορθωθῇ καὶ τῶν ἐκκλησιῶν προβαίη ἕνωσις, οὐκ ἔστιν ἡμῖν σωτηρία. καὶ οἶ συγκλητικοί, 67 διὰ τί οὖν” εἶπον “αὐτὸς ἐν τῷ χειροτονεῖσθαι
συνέθου τὰς εἰκόνας μὴ προσκυνεῖν;” ὁ δὲ ἀντεπήγαγε “διὰ τὴν τῶν κρατούντων μανίαν καὶ τὴν ὑμετέραν ἀπήνειαν. ἀλλὰ καὶ διὰ τοῦτο θρηνῶ καὶ διὰ μετανοίας πρὸς τοὺς οἰκτιρμοὺς κατέφυγον τοῦ θεοῦ, δεόμενος μὴ ὡς ἀρχιερεὺς κρναι.” ὁ μὲν οὖν ἐν τούτοις τὸν βίον κατέλυσεν. οἱ δὲ κρατοῦντες τὸν ἀοίδιμον Ταράσιον ἀσηκρῆτις ὄντα πατριάρχην προεχειρίζοντο, WIII 95 καὶ ὁ λαὸς ἅπας ἐπεψηφίζετο. ὁ δὲ
ἀνένευε, μὴ δύνασθαι λέγων προστῆναι τῆς ἐκκλησιας ἀπεσχισμένης τῶν λοιπῶν τυγχανούσης ἐκκλησιῶν 68 καὶ ὑπ᾿ ἐκείνων ὑποβαλλομένης τῷ ἀναθέματι. ἐγκειμένων δὲ καὶ τῶν βασιλέων καὶ τοῦ λαοῦ, “εἰ συντίθεσθ” εἶπε “σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι
καὶ τῶν ἐκκλησιῶν γενήσεσθαι ἕνωσιν, δέξομαι καὶ αὐτὸς τὴν προχείρισιν.” συνθεμένων δὲ πρὸς τοῦτο πάντων, ἐχειροτονήθη ὁ θεῖος Ταράσιος, καὶ στέλλει αὐτός τε καὶ οἱ κρατοῦντες εἴς τε τὴν πρεσβυτέραν Ῥώμην, Ἀδριανοῦ ἐν αὐτῇ προεδρεύοντος,
καὶ εἰς τοὺς λοιποὺς πατριάρχας, ζητοῦντες σταλῆναί τινας παρ᾿ αὐτῶν τοὺς ἐπὶ τῇ συνόδῳ παρουσιάσοντας· καὶ παρὰ πάντων ἐστάλησαν. ἀθροισθέντων δὲ καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ μοναχῶν ἐν Νικαίᾳ 69 τῆς Βιθυνίας καὶ ὁ πατριάρχης ἐξῆλθε Ταράσιος,
καὶ συνέστη ἐκεῖ οἰκουμενικὴ σύνοδος ἑβδόμη, καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σεβάζεσθαι, ἀναθέματι δὲ κατεκρίθησαν καὶ οἱ τρεῖς οἱ τῆς ἐν Κωνσταντινουπόλει προεδρεύσαντες ἐκκλησίας, ὅ τε Ἀναστάσιος καὶ ὁ Κωνσταντῖνος καὶ ὁ
Νικήτας, καὶ τόμῳ τὰ τῇ ἱερᾷ συνόδῳ δόξαντα ἐνεγράφησαν. ἐκ δὲ Νικαίας εἰς τὴν τῶν πόλεων βασιλεύουσαν ἐνδημήσαντες οἱ τῆς συνόδου καὶ ἐν τοῖς βασιλείοις γενόμενοι, προκαθημένων καὶ τῶν βασιλευόντων, εἰς ἐπήκοον πάντων τὸν τόμον ἀνέγνωσαν·
ὃς καὶ παρὰ τῶν κρατούντων κεκύρωτο ὑποσημηναμένων αὐτόν, καὶ οὕτω τὰ ἱερὰ ἐκτυπώ- μάτα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο, καὶ αἱ ἐκκλησίαι ἅπασαι ἥνωντο. τὰ μὲν οὖν μέχρι τοῦδε PII 117 70 παρὰ τῆς βασιλίσσης καὶ τόν αὐτῇ προσῳκειωμένων τὰ τῆς βασιλείας ἰθύνοντο. ἤδη δὲ τὸν μείρακα
παρελάσας ὁ βασιλεὺς Κωνσταντῖνος καὶ εἰς νεανίαν τελεῖν ἠργμένος, εἰκοσαέτης γὰρ ἦν, καὶ ὁρῶν ἅπαντα παρὰ τῆς μητρὸς οἰκονομούμενα, καὶ Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα δυνάμενον, ἑαυτὸν δὲ μηδενὸς ἀξιούμενον λόγου, ἤχθετο, καὶ
μετά τινων τῶν τε τῆς συγκλήτου βουλῆς καὶ τῶν ὑπηρετουμένων αὐτῷ ἐμελέτησε τὸν Σταυράκιον τῆς ἀρχῆς καθελεῖν καὶ ποιήσασθαι ὑπερόριον. γνωσθέντος δὲ τοῦ βουλεύματος, τοὺς μὲν τοῦ βασιλέως θεράποντας τοὺς αὐτῷ συμμετέχοντας τύψασα πάντας
καὶ ψιλώσασα τῶν τριχῶν ἡ βασίλισσα ἄλλους ἄλλῃ ἐξώρισε, τοὺς δ᾿ ἐκ τῆς συγκλήτου ἀτιμίᾳ περιβαλοῦσα 71 τοὺς μὲν ἀπροϊτους τῶν ἰδίων οἴκων εἷναι κεκέλευκε, τῶν δὲ καὶ ὑπερορίαν κατεψηφίσατο. ἀλλὰ μὴν καὶ τὸν υἱὸν αἰκισαμένη καὶ λοιδορησαμένη
προϊέναι κεκώλυκε. τὰ δὲ στρατεύματα ὀμνύειν ἠνάγκαζε μὴ δέξασθαι τὸν υἱὸν αὐτῆς εἰς αὐταρΧίαν, ζώσης ἐκείνης. καὶ οἱ μὲν ἄλλοι καὶ ἄκοντες ὤμνυον, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν οὐχ ὑπέκυψαν, ἀλλὰ καὶ βασιλέα γινώσκειν εἷπον τὸν
Κωνσταντῖνον, καὶ πρὸ τῆς μητρὸς ἐξ ἀρχῆς ἀνηγορευμένον, καὶ οὕτως αὖθις αὐτὸν ἤθελον εὐφημεῖσθαι. ταῦτα ἡ Εἰρήνη μαθοῦσα ἔστειλε τὸν σπαθάριον Ἀλέξιον καὶ δρουγγάριον τῆς βίγλας τὸν Μωσηλέ, ἵν᾿ αὐτοὺς εἰς τὸ αὐτῆς μετάθηται θέλημα. οἱ 72
δὲ τὸν μὲν στρατηγὸν ἑαυτῶν συνέσχον ὑπὸ φρουράν, τὸν δὲ Μωσῃλὲ ἄρχοντα τοῦ θέματος εἵλοντο καὶ μόνον τὸν Κωνσταντῖνον εὐφήμησαν αὐτοκρά- τορα. ἐντεῦθεν ὁρμηθέντες καὶ οἱ τῶν ἄλλων θεμάτων μόνον τὸν Κωνσταντῖνον ἀνηγόρευον βασιλέα, καὶ ἀθροισθέντες κοινῇ ἐκεῖνον μόνον ἀνεκήρυττον αὐτοκράτορα. δείσασα δὲ τὴν τῶν ταγμάτων ὁμόνοιαν ἡ Εἰρήνη προήνεγκε τὸν θἰόν. ὁ δὲ αὐτίκα
WIII 96 τὸν Σταυράκιον αἰκισάμενος καὶ τοὺς ἐντιμοτέθους τῶν θεραπόντων τῶν μητρικῶν ὑπερώρισεν, αὐτὴν δὲ τὴν μητέρα τῶν βασιλείων ἐντίμως καταγαγὼν 73 εἰς τὸν οἶκον αὐτῆς, ὃν ἐν τοῖς Ἐλευθερίου ἐδείματο, διάγειν ἐκέλευσε.
Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα. ὁ δέ γε. βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστράτευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέσκηψε. καὶ ὁ μὲν βασιλεὺς
ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι PII 118 74 εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀράβων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε. παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια, καὶ ἑαυτῷ συνευφημεῖσθαι
σθαι παραχωρεῖ, καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον, καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ.
ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος, καὶ τιμήσας πατρίκιον εἶχε μεθ᾿ ἑαυτοῦ, φήμης ἐπικρα- τούσης μέλλειν βασιλεῦσαι τὸν ἄνα. διὰ ταύτην τοίνυν, καὶ ὅτι παρὰ τῶν στασιαζόντων ἐπεκαλεῖτο, δείσας ὁ βασιλεύς, καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ 75
δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς ῬωμαΪκῆς ἐπικρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται, καὶ πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν μεγιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι
κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισάρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικητὰς ὁ Ἀυθιμός τε καὶ ὁ
Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ 76 τοῦ θέματος τῶν Ἀρμενιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρατηγὸν ἐποίησαν
ἔμφρουρον. ἦν δ’ οὗτος ὁ Καμουλιανὸς ὁ πατρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ’ αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα, στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πολέμου πολλοὶ
μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασιλικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρμενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ’ αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προύχοντας ἀναιρεῖ, τοῖς δὲ λοίποῖς
δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς τὴν μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστί- 77 κτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν· ἔλεγε δὲ ἡ γραφὴ “Ἀρμενιακὸς ἐπίβουλος διέσπειρε τούτους ἐν Σικελίᾳ καὶ ἐν ἄλλαις νήσοις.” τὴν δ’ ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ,
ὡς λέγεται, τῆς μητρὸς αὐτοῦ, ἵν’ ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βασιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ τὰ ἀνάκτορα, ἀλλ’ οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ’ ἐνόσει τὸ φίλαρχον.
WIII 97 μεταμφιασαμένης οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης ἀντὶ τῆς βασιλείου στο- PII 119 78 λῆς μοναζούσης ἀμφία μέλανα, Θεοδότην τινὰ κου- βικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στὰν στέψας αὐτήν. καὶ κατὰ τῆς Ἀράβων ἐπιστρατεύσας τρόπαιον
ἵστησι. τοὐ μέντοι Καρδάμου, ὃν ὁ λόγος τῶν Βουλγάρων ἐγνώρισεν ἀρχηγόν, φόρους ἀπαιτοῦντος αὐτῷ τελεῖσθαι παρὰ Ῥωμαίων, καὶ περὶ τούτων διαπεμψαμένου πρὸς τὸν κρατοῦντα, ἢ τὴν Θρᾴκην ἄχρι τῆς πόλεως ἀπειλοῦντος ληίσασθαι, ἐκεῖνος κόπρον
ὑποζυγίων τῷ βαρβάρῳ ἀπέστειλεν, ἐπιστείλας αὐτῷ ὅτι “γέρων εἷ καὶ μὴ κοπιάσῃς ἐνταῦθα ἐρχόμενος· ἐγὼ δὲ μᾶλλον ἐλεύσομαι ἐπὶ σέ.” καὶ αὐτίκα τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις ἀπῄει κατὰ Βουλγάρων, καὶ ἤδη πλησίον ἀλλήλων γενομένων
τῶν στρατευμάτων, καὶ τοῦ βασιλέως εἰς μάχην προ- 79 καλουμένου τοὺς βαρβάρους, ὁ Κάρδαμος σὺν τοῖς οἰκείοις ἀποδειλιάσας στρατεύμασι φυγὰς ᾤχετο. ἀλλὰ καὶ οἶ Ἄραβες κατὰ τοῦ Ἀμορίου χωρήσαντες οὐδέν τι ἴσχον πρὸς τὴν πόλιν ἀνύσιμον, λείαν δὲ
λαβόντες ὑπέστρεψαν.
γὰρ ὠνόμαζε τὸ γενόμενον. ὃν ὁ βασιλεὺς ἀγαγὼν ἐν τῷ παλατίῳ καθεῖρξεν· ἡ δὲ τούτου μήτηρ ἀντεποιεῖτο τοῦ Πλάτωνος, ὅτι κατῄσχυνε τὸν υἱὸν αὐτῆς. ἐκδημήσας δὲ τῆς πόλεως ὁ κρατῶν 80 μετὰ τῆς οἰκείας μητρὸς εἰς Προῦσάν τε γεγονώς,
καὶ μαθὼν τεχθῆναί οἱ παιδίον ἄρρεν, ἐκεῖ τὴν μητέρα καταλιπὼν σπουδαίως ὑπέστρεψεν. ἡ δὲ λαβομένη ἀδείας τοὺς τῶν ταγμάτων ἄρχοντας δωρεαῖς τε καἰ ὑποσχέσεσιν ὑποποιησαμένη πέπεικε συνθέσθαι καθελεῖν μὲν τὸν υἱὸν αὐτῆς, αὐτῇ δὲ μόνῃ
τὴν αὐταρχίαν περιποιήσασθαι. καὶ συνθεμένων εὐκαιρίαν ἐζήτει. τέθνηκε δὲ τὸ τεχθὲν παιδίον τῷ βασιλεῖ, ὅπερ ὠνόμασε Λέοντα, καὶ ἐθρηνήθη παρὰ τοῦ πατρός. οἶ δὲ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς συνίστορες τῇ μητρὶ αὐτοῦ δείσαντες μὴ τοῦ καιροῦ τριβομένου
καὶ ὑπερτιθεμένης τῆς πράξεως γνωσθῶσι καὶ κατασχεθέντες ἀπόλωνται, σπεύσαντες συνέσχον 81 ἐν τῷ παλατίῳ τὸν βασιλέα, καὶ περὶ ὥραν ἐνάτην τοὺς ὀφθαλμοὺς αὐτοῦ ὠμότατα ἐξορύττουσι, προνοούμενοι μὴ μόνον τοῦ φωτὸς στερηθῆναι αὐτόν,
ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς. ὅτε συνέβη ἐφ’ ἡμέρας ἑπτακαίδεκα μὴ λάμψαι τὸν ἥλιον, ἀλλ’ ἀλαμπεῖς εἶναι καὶ σκοτώδεις τὰς ἡμέρας ἐκείνας, οὐκ οἶδα εἴτε τυχαίως οὕτω συμβὰν εἴτε καὶ διὰ τὴν τοῦ Κωνσταντίνου τύφλωσιν, ὡς τηνικαῦτα τοῖς ἀνθρώποις
ἐδόκει, οἶα τῆς θείας προνοίας νεμεσησάσης τῷ πάθει, ὡς ἐκ μητρὸς εἰς υἱὸν γενομένῳ. καὶ ὁ μὲν οὕτω τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐκεῖνος τὸν θεῖον αὐτοῦ Νικηφόρον καὶ τὸν Μωσηλὲ ἐξετύφλωσε καὶ τῶν λοιπῶν, ὡς PII 120 82 εἴρηται, τὰς γλώσσας ἀπέτεμε, πέντε μεταξὺ παρε- ληλυθότων ἐνιαυτῶν. ἡ δὲ Εἰρήνη καὶ αὖθις τῆς μοναρχίας ἐπείληπτο. καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ
τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνητο, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος. οἶ δὲ τῷ θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἠρέθισαν κατ’ αὐτοῦ, καὶ συσχόντες αὐτὸν ἐλωβήσαντό οἱ τὰ ὄμματα, ἀλλ’ οὐκ ἐξετύφλωσαν. οἱ γὰρ ἐπιτραπέντες
τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρὸς αὐτὸν κατοικτείραντες, καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. ὃς μετέπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ παρ’ ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη
θρόνον, καὶ τοὺς ἐχθροὺς ἀντημύνατο, ἐξότου καὶ 83 ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου WIII 98 ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως‘ Ῥωμαίων ὀνομασθέντος. ἐπὶ γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν
Γερμανῶν, ὡς ἄνω που εἴρηται, καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνω καὶ δασμοφορεῖν καὶ τοῦ κοινωνεῖν τοῖς ἀσεβῶς
προεστῶσι τῆς ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐσπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν. ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης 84 ὁ πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοῦ ’ς εἰσεδέξατο, καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐἄνω ]
85 τῆς ἐκυρίευσαν. τῆς Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, οἱ ἀνδράδελφοι αὐτῆς καθειργμένοι τυγχάνοντες ἠδυνήθησαν τῇ μεγάλῃ προσελθεῖν ἐκκλησίᾳ, παρά τινων νεωτεριστῶν πρὸς τοῦτο ἀναπεισθέντες.
Ἀέτιος οὖν ὁ εὐνοῦχος, μέγα τότε παρὰ τῇ βασιλίσσῃ δυνάμενος, ἀπελθὼν καὶ πίστεις αὐτοῖς παρασχὼν ὡς οὐδὲν δεινὸν πείσονται, ἐξήνεγκε τῆς ἐκκλησίας αὐτοὺς καὶ εἰς Ἀθήνας ἀπήχθησαν ὑπερόριοι. κἀκεῖ διαγόντων αὐτῶν, τινὲς τῶν τῆς Ἑλλάδὸς
προσῆλθον τῷ ἄρχοντι τῶν Σθλαβικῶν ἐθνῶν, δεόμενοι αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς καὶ ἔνα προχειρίσασθαι 86 βασιλέα καὶ ἀναγαγεῖν αὐτὸν εἰς τὴν βασιλίδα τῶν πόλεων. μηνυθέντος δὲ τούτου τῇ βασιλίδι, προστάξει ἐκείνης ἀπετυφλώθησαν ἅπαντες. ὁ δὲ
τῶν Φράγγων ἀρχηγὸς Κάρουλος βασιλεὺς Ῥωμαίων παρὰ τοῦ πάπα Λέοντος, ὡς εἴρηται, ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην, ζητῶν συζευσυζευχθῆναι αὐτῇ κατὰ συμβίωσιν γαμικήν. καὶ οὐδ᾿ ἐκείνη τοῦτο ἀβούλητον ἔδοξε, καὶ γέγονεν ἄν, εἰ
μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν. οὗτος γὰρ μέγα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὁμαίμονα Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίητο, ὃς δὴ Δέων διὰ σπουδῆς τοῦ PII 121 87
Ἀετίου μόνος αὐτὸς στρατηγὸς Θρᾴκης καὶ Μακεδονίας προυβέβλητο· ὁ δέ γε Ἀέτιος τῶν ἑῴων ἦρχε θεμάτων τοῦ Ὀψικίου καὶ τῶν Ἀνατολικῶν, κἀντεῦθεν ὑπερφρονήσας τῶν ἐν τέλει περιεφρόνει καὶ ἀλαζονικῶς αὐτοῖς προσεφέρετο. οἱ δὲ τούτοις ἀχθόμενοι
βούλευμα κατὰ τῆς βασιλίσσης συνέθεντο, καὶ τὸν πατρίκιον Νικηφόρον καὶ γενικὸν Λογοθέτην παραλαβόντες βαθείας νυκτὸς ἦλθον εἰς τὴν Χαλ- κῆν’, τῆς βασιλίσσης Εἰρήνης νοσούσης καὶ ἐν τῷ οἴκῳ αὐτῆς τῷ ἐν τοῖς Ἐλευθερίου κειμένης· εἷπον οὖν τοῖς ἐκεῖσε φυλάττουσι παρὰ τῆς βασιλίσσης σταλῆναι, ἵνα βασιλέα τὸν Νικηφόρον ἀναγορεύσω- 88 σιν, ὡς ἂν οὕτω παύσηται ὁ πατρίκιος Ἀέτιος βιαζόμενος
αὐτὴν τὸν ἑαυτοῦ σύγγονον προχειρίσασθαι βασιλέα. πιστεύσαντες οὖν τοῖς ταῦτα λέγουσι πατρικίοις τῶν περιφανῶν οὖσι, καὶ αὐτοὶ τὸν Νικηφόρον σὺν ἐκείνοις εἰς βασιλέα εὐφήμησαν, καὶ οὕτω παραχωρηθέντες εἰς τὸ μέγα εἰσῆλθον ἀνάκτορον.
εἶτα δι’ αὐτῆς τῆς νυκτὸς ὄχλον ἀθροίσαντες σύγκλυδα διὰ πάσης τῆς Ἀγορᾶς πρὸ τῆς ἡμέρας τὴν τοῦ Νικηφόρου πεποίηντο ἀναγόρευσιν, καὶ τῷ τῆς Εἰρήνης οἴκῳ, καθ’ ὃν διῆγε τότε, φρουρὰν περιέστησαν. ἡμέρας δὲ ἤδη ἐπιφαυούσης εἰς τὰ πρὸς ἔω
βασίλεια μεταγαγόντες αὐτὴν καὶ κατακλείσαντες εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, ἔν ἐκεῖ ταινιωθείη 89 ὁ Νικηφόρος καὶ αὐτοκράτωρ ἀναρρηθείη· ὃ δὴ καὶ γέγονε.
WIII 99 οὖσαν ὑπὸ φρουρούς, ἄκων προαχθῆναι λέγων εἰς τὴν ἀρχὴν τὴν βασίλειον, μηδὲ γὰρ εἶναι αὐτῷ πρὸς βουλῆς, καὶ θαρρεῖν αὐτὴν ἀναπείθων, ὡς οὐ δ’ ἑνὸς ἀτυχήσουσαν τῶν παρὰ δούλου ὀφειλομένων πρὸς δέσποιναν γίνεσθαι. ἠξίου δὲ τοὺς βασιλικοὺς ὑποδεῖξαι
πάντας αὐτῷ θησαυρούς. ἡ δὲ “τὰ κατ’ ἐμέ” φησὶ πρὸς αὐτὸν” ἀναθεμένη θεῷ τὴν μὲν ἔκπτωσιν τῆς βασιλείας ἐπιγράφω ταῖς ἁμαρτίαις μου, τὴν δὲ 90 σὴν ἀνάρρησιν λογιζομένη ἀπὸ θεοῦ ὡς ἐξ ἐκείνου προβληθέντα σε προσκυνῶ, καὶ ἀξιῶ φείσασθαί μου
τῆς ἀσθενείας καὶ ἐᾶσαι διάγειν με ἐν τῷ οἴκῳ μου. κἀκεῖνος “εἰ μή τι ἀποκρύψεις τῶν τεθησαυρισμένων ἐν ἀποκρύφοις, ἔσται σοι καὶ τοῦτο” φησί “καὶ εἴ τι σοί ἐστι πρὸς ἀρέσκειαν ἕτερον, καὶ ὅρκον ἐξ αὐτῆς περὶ τούτου ἀπᾑτησεν.” ἡ δὲ ὤμοσε, καὶ πλεῖστα ὑπέδειξε. καὶ ὅς αὐτίκα εἰς τὴν νῆσον αὐτὴν ὑπερώρισεν,
ἣ τοῦ Πρίγκιπος ἐπωνόμασται, ἐν ᾗ μονὴν ὑπῆρχε δομησαμένη. ἦν γὰρ ὁ Νικηφόρος φιλοχρηματώτατος λίαν ἀπληστότατός τε καὶ ἀπιστότατος, καὶ κακίας πάσης, ὡς εἰπεῖν, καταγώγιον. καὶ οὐδ' PII 122 91 ὑποκριθῆναι πρὸς βραχὺ τέως ἠνέσχετο πρὸς τοὺς
ὑπηκόους χρηστότητα, ἀλλ’ αὐτίκα πάσης ἀδικίας τὰ πάντα ἐπλήρωσε. καὶ οὐδὲ τῶν συναραμένων αὐτῷ εἰς τὸ βασιλεῦσαι ἐφείσατο, ἀλλὰ τὸν μὲν Τριφύλλιον φαρμάκῳ ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρδάνην καὶ στρατηγὸν τῶν Ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλησις,
ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑᾡων ταγμάτων εἴτε θέλοντα εἴτε ἄκοντα, λέγεται γὰρ ἀμφότερα, εἶτα μεταμεληθέντα καὶ πίστεις ἀπαθείας παρ’ αὐτοῦ εἰληφότα, μοναχόν τε γενόμενον, καὶ εἰς τὴν νῆσον τὴν λεγομένην πρώτην διαπεραιωθέντα,
ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ φωτός, καὶ λυπεῖσθαι ἐσχηματίζετο 92 καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον
προσελάβετο καὶ ὑπεποιεῖτο, ἔν αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτισμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ ἅπαντας, καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λαβόντες εἰς
τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερόριον ἔθετο, καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ καταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν. ἔστεψε δὲ καὶ τόν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ ἀφελῆ καὶ μήτε εἶ- 93 δος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα τυραννίδος ἐπάξια. τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα
τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοίδιμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου
χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαικῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὕς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβουλεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ’ οἱ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς
94 διὰ τὸ ἐκ λαικῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ’ ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γενέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι WIII 100 θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ
Σταυρακίῳ ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγγυημένην ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε. πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων
ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ’ ἄλλοις εἰς συντριβὴν τῶν ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ’ ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἔν’ ὡς ἐκ πλήρους PII 123 95 πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θεμάτων
ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χορηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων τέλη τοὺς εὐποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προυβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖσθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἱ καὶ
τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρούμενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ πιωχείων γηροκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ μήτε γῆν ἔχοντι
μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δήποτε εἰς 96 εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ’ ὅ,τι ἐστὶ γεωργία γινώσκοντας, καὶ
τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰκούντων ναυκλήρων ἐγίνετο. τοῖς δ’ ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἔνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ
οὓς δ’ ἂν ἔμαθε τῶν ἐμπόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἶργ’ ἄσατο. μαθὼν γὰρ τὸν 97 ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμεται
αὐτόν, καὶ “ἐπίθες σου” φησί “τὴν χεῖρα τῇ κεφαλῇ μου, καὶ ὄμοσον κατ’ αὐτῆς πόσον σοι χρυσίον ἐστί.” τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι, καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, “οὐ χρεία σοι
τοσούτου” εἶπε “χρυσοῦ.” δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιηκώς, ἐνενήκοντα χρυ- σίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον.
ὅθεν ἄγνωστός τις ἀνὴρ ξίφος ποτὲ λαβὼν ἐν χεροῖν εἰσέδραμε τὰ βασίλεια, ἀνελεῖν τὸν βασιλέα τοῦτον ζητῶν. τινῶν δ’ ἐπιδραμόντων αὐτῷ, τοὺς μὲν ἔπληξε τῷ ξίφει, αὐτὸς δὲ συσχεθεὶς καὶ βασάνοις ἐκδοθεὶς οὐδέν τι κατά του ἐξέφηνεν, ἀλλὰ παρακεκόφθαι
τὰς φρένας ὑποκριθεὶς κατάκλειστος γέγονε. ανιχαίοις δὲ καὶ τοῖς καλουμένοις Ἀθιγγάνοις ἐν PII 124 99 χρημοῖς τε καὶ οἰωνίσμασι καὶ τελεταῖς ἀπορρήτοις ἐκέχρητο. κἀντεῦθεν εἰς τὰς χώρας τὰς Ῥωμαϊκὰς εἰσεφθάρησαν, καὶ πολλοὶ τῶν ἀβελτέρων εἰς τὴν
πίστιν ὑπ’ αὐτῶν διεφθάρησαν. οἱ δὲ τῆς Ἄγαρ πολλάκις ἐπιστρατεύοντες κατὰ Ῥωμαίων ἐκάκουν τὰς χώρας, εἷλον δὲ σὺν ἄλλοις καὶ τὴν Εὐχάϊταν. καὶ οὗτοι μὲν τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐληίζοντο, οἱ δὲ Βούλγαροι τὰ ἑσπέρια. ἐπιστρατεῦσαι
τοίνυν κατὰ Βουλγάρων ὁ βασιλεὺς ἐβουλεύσατο· καί τινος τῶν οἰκειοτάτων αὐτῷ συμβουλεύοντος αὐτῷ ἐνδοῦναι τοῖς ὑπηκόοις τὴν κάκωσιν, “πάντες WIII 101 γάρ” ἔφη “καταβοῶσιν ἡμῶν, καὶ εἴ τι τῶν ἀπαισίων συμβαίη ἡμῖν, πάντες ἐπιχαρήσονται τῇ πτώσει
ἡμῶν”, ἐκεῖνος ἔφη ὡς ὁ θεὸς ἐσκλήρυνε τὴν καρ- 100 δίαν μου κατὰ τὴν τοῦ Φαραώ· μὴ οὖν ἐκδέχου τι ἀγαθὸν τοῖς ὑπὸ χεῖρά μου ἐξ ἐμοῦ. συναθροίσας οὖν τὰ τάγματα πάντοθεν καὶ εἰς Βουλγαρίαν παραγενόμενος, τοῦ Κρούμου τοῦ ἔθνους ἀρχηγετοῦντος,
τὸ μὲν πρῶτον εὐτύχησεν, ὥστε καὶ τὴν τοῦ Κρούμου παρειληφέναι αὐλήν, οὕτω γὰρ τὴν τοῦ σφῶν ἀρχηγοῦ οἶ Βούλγαροι ἐκάλουν κατοίκησιν, καὶ τοῖς ἐκείνου ταμείοις σφραγῖδας ἐπιβαλεῖν, ὡς ἤδη γενομένοις αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων διὰ σκύλων ἁρπαγὴν τιμωρήσασθαι. τοῦ δὲ Κρούμου ἀποδεδειλιακότος,
καὶ ἱκετεύοντος φείσασθαι τοῦ ἔθνους καὶ ἐφ’ οἴαις ἂν βούλοιτο συνθήκαις σπείσασθαι αὐτῷ, ὀγκωθεὶς ἐκεῖνος τῷ εὐτυχήματι τὰς σπονδὰς οὐ 101 προσήκατο. ἀπογνοὺς οὖν ὁ Κροῦμος, καὶ τὸν περὶ ψυχῆς ἤδη λογιζόμενος θέειν, τὰς ἑαυτοῦ δυνάμεις
συναγαγὼν καὶ λόγοις παρακλητικοῖς παρακροτήσας αὐτούς, ἔπεισι νυκτὸς ἔτι οὔσης κατὰ τῆς τῶν Ῥωμαίων παρεμβολῆς ἀφυλάκτως κοιμωμένων ἁπάντων· μὴ γὰρ ἄν ποτε τολμῆσαι συμμίξαι αὐτοῖς τοὺς βαρβάρους ἐξ ἀπονοίας πολλῆς ᾤοντο, καὶ αὐτίκα κατὰ
τῆς βασιλείου σκηνῆς ὡρμήκεσαν, καὶ ἀναιρεῖται μὲν ὁ Νικηφόρος, τὸ δ’ ὅπως ἠγνόηται. λέγεται δὲ καὶ παρὰ τῶν οἰκείων ἀναιρεθῆναι ἢ πρωτουργησάντων τὴν ἐκείνου σφαγὴν ἣ τῶν μὲν βαρβάρων 102 καταρξαμένων, τῶν δὲ Ρωμαίων ἐπεξεργασαμένων
τὸν φόνον τὸν τοῦ ἀλάστορος. τιτρώσκεται δὲ καὶ ὁ Σταυράκιος μεταξὺ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ τοῦ τ’ ἐνόντος, καὶ ἀναιροῦνται πολλοὶ μὲν τῶν ἐν ὑπεροχαῖς, τῶν ἐν τέλει, τῶν ἐν στρατηγίαις, τῶν ἐν ἀξιώμασι, τῶν δ’ ἄλλως στρατευομένων, καὶ
τῶν τῆς βασιλικῆς ὑπηρεσίας καὶ τῶν λοιπῶν θεραπόντων οὐδὲ ἀριθμητοί. διαρπάζεται δὲ ξύμπασα ἡ τοῦ βασιλέως ἀποσκευὴ καὶ ἅπαν τὸ τῶν Ῥωμαίων χαράκωμα, καὶ περιγίνεται τοῖς βαρβάροις καὶ πλαοῦτος συχνὸς καὶ ὅπλα πολλὰ καὶ ἵππος μυρία. μόλις
δ’ οὖν ὁ Σταυράκιος περισώζεται, καὶ ὅσοις ἡ νὺξ παρέσχε λαθεῖν λόχμας ὑποδῦσι καὶ ἴλη καὶ τοιαῦτά PII 125 103 τινα. τὸν δὲ τοῦ βασιλέως Νικηφόρου νεκρὸν λαβὼν ὁ Κροῦμος καὶ τὴν κεφαλὴν ἐκτεμών, ἐφ᾿ ἡμέρας μέν τινας ἐφ᾿ ὕψους ἀνήρτησε, θεατρίζων ταύτην καὶ ἐμπομπεύων τῷ κατορθώματι. εἶτα τὸ τῆς κορυφῆς ὀστοῦν ἀποδιελὼν καὶ γυμνώσας τοῦ δέρματος ἀργύρῳ τε περιδήσας, ὡς κύλικι τούτῳ ἐκέχρητο, οἶνόν
τ᾿ ἐγχέων αὐτῷ πίνειν ἐδίδου τοῖς ὑπ᾿ αὐτόν. ἀγγελθέντος δ᾿ ἐν Βυζαντίῳ τοῦ τῶν Ῥωμαίων ὀλέθρου καὶ τῆς τοῦ βασιλέως σφαγῆς, θρῆνος μὲν ἦν πανταχόσε πολὺς καὶ ὠλόλυζον οἱ τοῖς ἀνῃρημένοις προσήκοντες· κουφισμὸν δ᾿ ἐποίει τῆς συμφορᾶς ἡ
τοῦ κρατοῦντος ἀπώλεια, ἐφηδομένων πάντων αὐτῇ.
καὶ κακῶς ἐκ τοῦ τραύματος διακείμενος εἰς τὴν μεγαλόπολιν εἰσελήλυθεν. ἐπεβούλευε δὲ τῷ κουροπαλάτῃ Μιχαὴλ, ᾧ Ῥαγγαβὲ τὸ ἐπώνυμον, γαμβρῷ αὐτοῦ ὄντι ἐπὶ Προκοπία τῇ ἀδελφῇ, βουλόμενος τὴν βασιλείαν τῇ ἑαυτοῦ συμβίῳ καταλιπεῖν. γνόντες
δὲ τὴν τοῦ Σταυρακίου μελέτην οἱ τῆς συγκλήτου βουλῆς, καὶ τοὺς περιλειφθέντας ἐκ τῶν ταγμάτων WIII 102 ἀθροίσαντες, κατ᾿ ὄρθρον ἤδη τῆς νυκτὸς οὔσης ἀναγορεύουσι τὸν Κουροπαλάτην Μιχαὴλ αὐτοκρά τορα· 105 καὶ αὐτίκα τὴν κόμην κειράμενος ὁ Σταυράκιος
περιβολὴν ἑαυτῷ μοναχικὴν περιέθετο.
παρακινῆσαι τῶν τῆς ἐκκλησίας θεσμῶν μηδ᾿ ἐν αἵμασι χρανθῆναι χριστιανῶν. μετὰ δέ τινας ἡμέρας καὶ τὴν τοῦ βίου κοινωνὸν Προκοπίαν Αὐγούσταν ἀνηγόρευσέ τε καὶ ἔστεψεν, εὐσεβής τε τυγχάνων τὴν γνώμην τ’ ἑ ἐλευθέριος. τούς τε πρὸς τοῦ Νικηφόρου
ἠδικημένους καὶ τὰς συζύγους τῶν ἐν τῷ πολέμῳ πεσόντων στρατιωτῶν παρεμυθήσατο χρημάτων διανομαῖς. καὶ τὴν γαμετὴν δὲ Σταυβακίου 106 Θεοφανὼ καρεῖσαν τὴν κόμην καὶ μέλαιναν ἐνδυσαμένην στολὴν χρήμασι πολλοῖς ἐδωρήσατο, καὶ οἶκον
εἰς κατοικίαν αὐτῇ προσαπένειμεν, ὃν εἰς μοναζουσὼν μετεποίησε καταγώγιον, ἔνθα καὶ ὁ Σταυράκιος τέθαπται) θανὼν ἐκ τῆς πληγῆς ἣν ὁ λόγος ἐδήλωσε, δύο μῆνας μόνους αὐταρχήσας ἐπὶ ἡμέραις ἴξ. ἥτις μονὴ ἐξ ἐκείνου ἐκλήθη τοῦ Σταυρακίου ὠνομασμένη,
βαρβαριζομένου δὲ τοῦ ὀνόματος παρὰ τοῦ συρφετέδους ὄχλου λέγεται τὰ βράκα, παρά τινων δὲ τὴν ἀληθῆ κλῆσιν ἀγνοησάντων, μεταγόντων δὲ δῆδεν ταύτην πρὸς τὸ ἑλληνικώτερον, ὀνομάζεται τὰ Ἑβραικά. καθειργμένους δ’ εὑρὼν τοὺς τῆς μονῆς
τοῦ Στουδίου ἡγεμονεύσαντας, τὸν Πλάτωνα λέγω PII 126 107 καὶ τὸν Θεόδωρον, ἀλλὰ μὴν καὶ τὸν τούτου ὁμαίμονα μόνα Ἰωσὴφ τὸν τῆς Θεσσαλονίκης ἀρχιεπίσκοπον καὶ τῶν τῆς εἰρημένης μονῆς μοναχῶν τοὺς λογίμω τέρους, ὡς μὴ κοινωνοῦντας, καθώσπερ ἱστόρηται,
τῷ πατριάρχῃ καὶ τῇ ἐκκλησίᾳ, ἔσπευσεν ἑνῶσαι αὐτοὺς καὶ μέντοι καὶ ἥνωσε. καὶ τὸν υἱὸν δὲ Θεοφύλακτον ὁ βασιλεὺς οὗτος τῆς βασιλικῆς ἠξίωσε κλήσεως καί οἱ διὰ τοῦ πατριάρχου διάδημα περιέθετο. εἶτα κατὰ Βουλγάρων ληιζομένων τὴν Θρᾳκᾡαν
μοῖραν ἐκστρατεύσας στασιάσαντα κατ’ αὐτοῦ τῶν ταγμάτων τινά, ὡς καὶ ὕβρεις χωρῆσαι κατὰ τὸ προφανές, λόγοις μειλιχίοις καὶ δώροις φιλοτίμοις 108 κατηύνασε καὶ εἰς τὰ βασίλεια ἐπανέζευξεν. ἀνακαινίσαι δὲ ζητούντων πολλῶν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων μανίαν, τινὰς συλλαβὼν καὶ μετρίως πως αἰκισάμενος, δι’ αὐτῶν καὶ τοὺς λοιποὺς κατεπτόησε καὶ παύσασθαι παρεσκεύασε. μοναχὸν δέ τινα εὐλαβείας
τάχα σκηνὴν ἐνδεικνύμενον εὑρηκώς, εἰκόνα τῆς θεομήτορος ἀποξέσαντα τῆς γλώσσης ἀφείλετο. τῶν Ἀγαρηνῶν δὲ τὴν ἑῴαν αὖθις ληιζομένων, ὁ τῶν Ἀνατολικῶν στρατηγὸς ὁ Ἀρμένιος Λέων τούτοις συμβαλὼν ἀνεῖλέ τε περὶ δισχιλίους καὶ ἵππους καὶ
ὅπλα εἰς πλῆθος ἐξ αὐτῶν ἐλαφυραγώγησε. Κροῦ- 109 μος δὲ ὁ τῶν Βουλγάρων ἄρχων διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, εἰρήνην ζητῶν ἐπὶ συνθήκαις ταῖς ἐπὶ Θεοδοσίου τοῦ Ἀτραμυττηνοῦ καὶ Γερμανοῦ πατριάρχου. καὶ εἰ μὴ οὕτω τὴν εἰρήνην ὁ αὐτοκράτωρ
αἱρήσεται, ἠπείλει κατὰ Μεσημβρίας χωρῆσαι, καὶ τοῦ τῶν χριστωνύμων ὀλέθρου αἴτιον εἶναι τὸν μὴ τὴν εἰρήνην αἱρούμενον. ἀλλὰ συμβουλῇ τῶν περὶ αὐτὸν τὰς σπονδὰς ἐπὶ ταῖς συνθήκαις ἐκείναις ὁ βασιλεὺς οὐ προσήκατο, καὶ ὁ
Κροῦμος κατὰ Μεσημβρίας ἐχώρησεν, ἑλεπόλεις ἐπαγόμενος. Ἄραψ γάρ τις μηχανικὸς καὶ περὶ ταύτας δεξιὸς προσῆλθε τῷ Νικηφόρῳ ποτὲ καὶ τῷ θείῳ 110 βαπτίσματι τελεσθείς, μὴ τυχὼν δὲ προνοίας ἀξιο- WIII 103 λόγου διὰ τὴν ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας
ἐκείνῳ διὰ τὸ ἀπρονόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι’ αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν
ἄστεος πόρθησιν. τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλγάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας, καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος, ὁ
μὲν πατριάρχης καὶ οἱ ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι PII 127 111 τοὺς πρόσφυγας, κρεῖσσον κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνάριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι
τοὺς πρόσφυγας. αἱ μὲν οὑν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρηστὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο
ῥᾳδίως ἑπόμενος.
μετὰ τῶν ἄλλων δὲ καὶ τοῦ ὑγροῦ πυρὸς οὐκ ἐλάχιστον. αἰχμαλώτων δ’ ἐπανελθόντων τινῶν, μαθὼν ἐκ τούτων ὁ βασιλεὺς βούλεσθαι τὸν Κροῦμον τὴν Θρᾴκην ληίσασθαι, ἐξῆλθε τῆς πόλεως. ὅθεν οὐδὲν ὧν ἐμελέτα δράσας ὁ βάρβαρος, ἀλλὰ καὶ πολλοὺς
τῶν οἰκείων ἀποβαλὼν ὑπενόστησε· καὶ ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις πάντοθεν συναθροίσας εἰς Θρᾁκην αὖθις ἐξῆλθε, σὺν ἑπομένης αὐτῷ καὶ τῆς Αὐγούστας ἄχρι τῶν Κιδόκτου. ὅθεν δυσχερᾶναν τὸ στρατιωτικὸν ἐλοιδορεῖτο τῷ αὐτοκράτορι. εἶτα ἡ
μὲν Αὐγουστα ἐπανελήλυθεν, ὁ δὲ Μιχαὴλ περιεπόλει τὴν Θρᾴκην, μηδέν τι πράττων στρατηγικὸν ἤ τι κατὰ τῶν ἐναντίων οἰκονομούμενος· καὶ ἦσαν τοῖς 112 τῆς χώρας οἰκήτορσι τὰ στρατεύματα οὐχ ἧττον τῶν βαρβάρων εἰς προνομήν. καὶ ὁ Κροῦμος δὲ τῶν οἰκείων ἀπάρας ἠθῶν ταῖς βασιλικαῖς παρεστρατοπεδεύσατο τάξεσι. μάχης οὖν συγκροτηθείσης ἡττῶνται Ῥωμαῖοι, τοῦ στρατηγοῦ τῶν Ἀνατολικῶν Λένοτος
τοῦ ἐξ Ἀρμενίων αἰτίου τῆς ἥττης γεγενημένου. οὗτος γὰρ τῆς βασιλείας ἐρῶν καὶ πρὸς τὴν στρατιὰν διαβάλλων τὸν Μιχαὴλ ὡς ἄνανδρόν τε καὶ ἀστρατήγητον, ἄρτι τοῦ πολέμου συγκροτηθέντος, τὰ ὑπ’ αὐτὸν τάγματα ἕπεσθαί οἱ ἐγκελευσάμενος λιποτακτήσας
ἀπῄει φυγάς. τοῦτο καὶ τοὺς ἄλλους ἔτρεψεν εἰς φυγήν, ὥστε τὸν Κροῦμον μηδὲ πιστεύειν τῷ γινο- 113 μένω διὰ τὸ λίαν παράλογον, ἀλλὰ λόχον ἡγεῖσθαι τοῦτο καὶ τοὺς ἀμφ’ αὐτὸν ἐπισχεῖν. ὡς δὲ ἐώρα τοὺς Ῥωμαίους φεύγοντας ἀκόσμως καὶ ἀκρατῶς,
τότε τοῖς οἰκείοις διώκειν ἐγκελευσάμενος φόνον πλεῖστον εἰργάσατο στρατιωτῶν τε καὶ στρατηγῶν. μόλις δ’ ὁ βασιλεὺς εἰς τὴν Κωνσταντίνου μετ’ ὀλίγων τινῶν φυγῇ διασώζεται, τοῦ χάρακος καὶ τῆς σκηνῆς τῆς βασιλικῆς γεγονότων τοῖς βαρβάροις
διάρπαγμα. ἐντεῦθεν ὁ Λέων ἀδείας δραξάμενος, καὶ τοὺς κοινωνοὺς τῶν βουλευμάτων αὐτῷ διασπείρας εἰς τὰ περιλειφθέντα τῶν στρατευμάτων λέγοντας ἐξ ἀφελείας τῶν κρατούντων ἡττᾶσθαι Ῥωμαίους καὶ δεῖσθαι τὰ πράγματα γενναίου ἀνδρός,
οἷος ὁ τῶν Ἀνατολικῶν στρατηγὸς Λέων ἐστίν, εἰς στάσιν τοὺς στρατιώτας ἠρέθισε, καὶ τὸν μὲν βασι- PII 128 114 λέα κακῶς ἔλεγον, τὸν Λέοντα δὲ βασιλικῆς εὐφη- A μιᾶς ἠξίουν, τὴν ἐκείνου περιστάντες σκηνήν. ἀκ- WIII 104 κιζομένου δ’ αὐτοῦ καὶ παραιτουμένου δῆθεν τὴν
αὐταρχίαν, ὁ τραυλὸς Μιχαὴλ τάγματος ἄρχων, τὸ ξίφος σπασάμενος, τοῦτο δὲ καὶ ἄλλοις ποιεῖν ὑπο- θέμενος τῆς συνωμοσίας μετέχουσι, πείθουσι τάχα καὶ ἄκοντα τὴν ἀνάρρησιν τὸν Λέοντα δέξασθαι. ὡς οὖν ἠγγέλη ταῦτα τῷ Μιχαήλ, εὐθὺς οὔτε πρὸς ἀντικατάστασιν ὥρμησεν οὔτε τῆς βασιλείας ἀντιποιήσασθαι
ἐδοκίμασεν, ἀλλὰ τὰ τῆς βασιλείας παράσημα τῶ Λέοντι ἐξαπέστειλεν. ἐλθόντος δ’ ἐκείνου εἰς τὰ βασίλεια, ὁ Μιχαὴλ ἅμα τῇ συζύγῳ καὶ τοῖς παισὶ πρὸς τὸν ἐν τῷ Φάρῳ ναὸν ἱκέτης εἰσέδραμεν. ἀποσπασθέντες δ’ ἐκεῖθεν, ὁ μὲν Μιχαὴλ εἰς τὴν Πρώτην 115
λεγομένην νῆσον ἀπάγεται, καὶ μοναχὸς γεγονὼς ἐκεῖ κατεβίω. τὸν δὲ παῖδα τούτου τὸν Θεοφύλακτον, ὃς καὶ ἀναρρήσεως, ὡς ἔφημεν, κατηξίωτο, τῶν παιδογόνων μορίων ἀφείλετο καὶ σὺν τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ὑπερορίους ἐποίησε.
ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη τῷ Μιχαήλ, ἀλλὰ 116 καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βασιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπεδον·
τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπικεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν τῷ Φιλομηλίῷ
ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευόμενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε, καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο. ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περι- 117 οὐσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ μὲν ἀπῄει περίλυπος. ὁ Λέων δ’ οὗτος καὶ ὁ τραυλὸς Μιχαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν.
ἄνωθεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι “σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστησάντων τοὺ ’ς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας
κρατήσοντας. ὁ δ’ ἕτερος ἐπιχειρήσει μὲν καὶ ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν, ἀλλ’ ἀπολεῖται κακῶς.” ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ’ ὅπως οὐκ ἔτυχε τῆς βα-
PII 129 118 διλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλού- του ἐστέρητο, ἤδη μοι προιστόρηται. βασιλεύσας δὲ ὁ Λέων τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἶς τῶν τῷ Βαρδανίῳ τότε
τὸν ἵππον· παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο. τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρεσβεύσατο πρὸς
τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἶ βάρβαροι ὄπισθεν καὶ καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ’ εὐσυντάκτως ἐδίω-
119 WIII 105 κον, ἀλλὰ ἄλλοσ’ ἑ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατανοήσας ὁ βασιλεύς, ἔτυχε γὰρ ἐπὶ μετεώρου τόπου ἑστώς, καὶ τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορμήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ τῶν βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς
πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμαλώτιστο δὲ καὶ πλῆθος πολύ, μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περιστάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέβαλον ἕτερον,
καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια, καὶ λείαν ἄγων πολλὴν οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ 120 ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι. τῷ
ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν, ἔφθη γὰρ ὁ μοναχὸς ἐκεῖνος τὴν
ζωὴν μεταθέμενος, ἕτερον δ᾿ εὑρηκὼς τῇ ἐκείνου κοτοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ, ἦν γὰρ τὰ τῶν εἰκονομάχων πρεσβεύων καὶ τῆς αἱρέσεως διάπυρος ἐραστής, οὔτε τὰ δῶρα προσήκατο καὶ τὴν τούτων
κομιστὴν ἀπεπέμψατο, ἐξ εἰδώλων προσκυνητοῦ μή τι λαβεῖν ἀνέχεσθαι φάμενος καὶ τῆς βασιλείας καὶ 121 τῆς ζωῆς διὰ βραχέος ἐπαπειλῶν τῷ βασιλεῖ στέρησιν, εἰ μὴ τοῦ προσκυνεῖν τοῖς εἰδώλοις ἀπόσχοιτο, τὰς σεπτὰς εἰκόνας οὕτω καλῶν. ταῦτα παρὰ τοῦ
σταλέντος ἀγγελθέντα τῷ Λέοντι ἔμφροντιν αὐτὸν πεποιήκασι, καὶ κοινοῦται τὰ μηνυθέντα τῶν οἱ συνήθων τινὶ τῷ Μελισσηνῷ Θεοδότῳ, ὅς τοῖς εἱκονο- μάχοις αἱρεσιώτης ἐτύγχανεν ὤν. δόλῳ τοίνυν ἐκεῖνος τὸν Λέοντα μέτεισι, καί τινα μοναχὸν ἑαυτῷ γινώσκων ὁμόδοξον, τούτῳ συνεβούλευε κοινώσασθαι τὴν ὑπόθεσιν, καὶ ὃ ἂν ἐκεῖνος ὑπόθηται, τοῦτο ποιῆσαι· εἶναι γὰρ τὸν ἄνδρα μεστὸν χαρίτων
πνευματικῶν καὶ προορῶντα τὰ μέλλοντα καὶ προλέγοντα. ὡς οὖν εἶδε τὸν Λέοντα βασιλέα συνθέμενον τοῖς λόγοις αὐτοῦ, ἄπεισι πρὸς τὸν μοναχὸν ὁ PII 130 122 Θεόδοτος, καὶ προλέγει αὐτῷ τὴν ὡς αὐτὸν τοῦ βασιλεύοντος ἐν ἰδιώτου σχήματι ἄφιξιν, καὶ ὅτου χάριν
ῥὶν ἐλεύσεται, καὶ μυσταγωγεῖ τοῦτον ὅσα τῷ βασιλεῖ διαλέξεται. διαλέξεται. εἶτα νυκτὸς ἄπεισιν ὁ βασιλεὺς πρὸς τὸν μοναχὸν μεταμφιασάμενος, ἔνα μὴ διαγνωσθείη ὢν βασιλεύς· συμπαρῆν δέ οἶ καὶ ὁ Θεόδοτος. ὁ δὲ μοναχὸς ἐκεῖνος, οἷα δῆθεν προμυηθεὶς ἐκ τοῦ πνεύματος
τὸ πλαττόμενον, ὡς βασιλέα προσεῖπε τὸν Λέοντα, καὶ “μὴ κρύπτε σου” φησί ‘τὸ ἀξίωμα μηδ’ ἀπατᾶν θέλε τὴν ἡμῶν οὐθενότητα. ἴσθι δὲ μὴ περὶ τὸ σέβας ὀρθῶς διακείμενος, ἀλλ’ ἄντικρυς εἰδωλολατρῶν καὶ αὐτὸς καὶ ἅπαν σοι τὸ ὑπήκοον.
B εἰ μὲν οὖν περιαιρήσεις τὰ εἴδωλα τῶν ἐκκλησιῶν, ἔσται σοι καὶ ἡ ζωὴ καὶ ἡ βασιλεία πολυετής τε καὶ εὐτυχής· εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἔλπιζε ταχεῖαν τὴν στέρησιν καὶ ἀμφοῖν, καὶ πρὸς ταύτῃ σε κολάσεις αἰώνιοι διαδέξοντα.” καὶ ὁ μὲν εἴρηκε ταῦτα. ὁ δὲ
Λέων θαυμάσας τὸν μοναχὸν τῆς δῆθεν προγνώσεως, οὐδὲ γὰρ ἔγνω τοῦ Θεοδότου τὸ τύρευμα, ἥλω τοῖς ἐκείνου λόγοις καὶ κατὰ τῶν θείων ἐκτυπωμάτων σφοδρότατα ἔπνευσε, δόγματι τούτων πάντοθεν καθαίρεσιν καταψηφισάμενος. ἤθελε μέντοι καὶ τὸν
πατριάρχην ἔχειν ὁμόψηφον. ὁ δὲ καὶ ἀντέλεγεν ἰσχυρῶς, καὶ ἀσεβὲς ἐξήλεγχε τὸ δόγμα καὶ λόγοις καὶ γράμμασιν· ὁ θειότατος οὗτος ἦν Νικηφόρος. 123 διὸ καὶ ὑπερορίαν αὐτοῦ κατακρίνει. λέγεται δὲ προαισθέσθαι τοῦ Λέοντος τὸ κακότροπον ὁ ἀοίδιμος Νικηφόρος, καὶ ὡς ἔσται τοῖς ὀρθοδόξοις σκόλοψ
καὶ κυδοιμοῦ ταῖς ἐκκλησίαις λαβή. ἐν γὰρ τῷ περιτιθέναι WIII 106 τῇ αὐτοῦ κεφαλῇ τὸ διάδημα δόξαι ἀκάνθας ἐμπαγήναι αὐτοῦ τῇ χειρί. ὁ μὲν οὖν ἀπήγετο πρὸς Προικόννησον ὑπερόριος. ὁ δὲ τοῦ μεγάλου ἀγροῦ καθηγούμενος ὁ ὁμολογητὴς Θεοφάνης τῷ
πνεύματι τὴν ἐκείνου δίοδον ἐγνωκός, οὐ γὰρ ἐώρα τὸν ἅγιον, κηροὺς ἀνάψας καὶ θυμιῶν ἐδεξιοῦτο αὐτόν· κἀκεῖνος αὖθις ἐκ τῆς νηὸς προσκυνήμασιν 124 ἠμείβετο τὸν προπέμποντα, μήθ᾿ ὁρῶν μήτε μέντοι ὁρώμενος. θαυμαζόντων δὲ τῶν σύμπλων τῷ πατριάρχη
καὶ πυθομένων τίνι τὰς προσκυνήσεις ἀφοσιοῖ, ἐκεῖνος ἔφη τῷ ὁμολογητῇ Θεοφάνει τῷ τοῦ Μεγάλου ἀγροῦ καθηγητῇ, προειπὼν τὴν ὁμολογίαν· οὔπω γὰρ ἔφθη τότε ταύτης ἀξιωθείς.
τῶν βασιλείων, κάτοχον μανίᾳ γινόμενον κατὰ τὰς σεληνιακὰς περιόδους, ἐβόα πρὸς τὸν αὐτοκράτορα “κάτελθε, τῶν ἀλλοτρίων ἐξίστασο”. τοῦτο δ᾿ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις ἐγίνετο, καὶ τὸν βασιλέα ἐτάραττε. συνήθει δὲ ὄντι τῷ Θεοδότῳ τούτῳ κοινοῦται
τὰς τοῦ γυναίου βοάς, καὶ ὅς “ὅταν ληφθῇ” φησίν “ἡ γυνὴ τῇ μανίᾳ καὶ βοᾷ τὰ συνήθη, χρὴ ἐρωτᾶσθαι παρά του τίνι προσήκουσι τὰ βασίλεια καὶ ὅπως ἐκεῖνος καλοῖτο ἤ οἷός ἐστι τὴν μορφὴν καὶ εἴ τι ἄλλο ἐκείνῳ πρόσεστι γνώρισμα.” ἔδοξεν οὖν συμβουλεύειν καλῶς· καὶ αὐτὸς πιστεύεται τὴν ἐρώτησιν· καὶ ἡ παιδίσκη μανεῖσα πάλιν ἐβόα κατὰ τὸ 126 σύνηθες. ὁ δὲ ἠρώτα. κἀκείνη καὶ τοὔνομα τοῦ
Λέοντος ἀπεφοίβασε καὶ τὴν ἰδέαν καὶ ὅτι εἰ ἄρτι κατὰ τὴν ἀκρόπολιν ἀπελεύσῃ, ἄνδρε σοὶ διττὼ συναντήσονται, καὶ θατέρῳ τούτων, ὃν ἡμίονος φέρει, προσήκουσι τὰ βασίλεια. τούτων ἀκούσας ὁ Θεόδοτος οὐδὲν μὲν τῷ βασιλεῖ πεποίηκεν ἔκπυστον, ἀλλὰ
μανίας ἔλεγεν εἶναι ῥήματα τὰ τῆς παιδίσκης, μή τι σαφὲς προμηνύοντα. αὐτὸς δὲ πορευθεὶς κατὰ τὴν
ἀκρόπολιν, καὶ τῷ Λέοντι ἐντυχὼν καὶ τὰ γνωρίσματα, ἃ τὸ γύναιον εἰρήκει, φωράσας, ἰδίᾳ τὸν ἄνδρα παραλαβὼν καὶ πίστεις δεδωκώς τε καὶ εἰληφώς,
προμηνύει τὴν βασιλείαν αὐτῷ, ὡς ἐξ ἐπιπνοίας θειοτέρας αὐτὴν μυηθείς, καὶ ᾔτει μετὰ τὴν ἔκβασιν 127 κείσεσθαί οἱ μισθὸν τῆς προρρήσεως. οὗτος ὁ τρόπος ἐγνώρισε καὶ ᾠκείωσε τῷ Λέοντι τὸν Θεόδοτον, καὶ ἔσχεν εἰς ἀντάμειψιν τῆς προρρήσεως μετὰ τὸν ὢ ἱερὸν Νικηφόρον τὸν θρόνον τῆς Κωνσταντινουπόλεως. ὢ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος. μετὰ τίνα τίς; ἄρτι δ’ ἀναξίως τῆς ἱερὰς καθέδρας ἐπιβὰς ὁ ἀνόσιος, ἐπεὶ σύμπνουν καὶ τὸν κρατοῦντα ἐκέκτητο, πεπαρρησιασμένως τὴν κατὰ τῶν ἁγίων
εἰκόνων τόλμαν μετεχειρίζετο. καὶ ὁ Λέων δὲ ὡς θηρίον τοῖς τὰς σεπτὰς στηλογραφίας τιμὰν ἐθέλουσι προσεφέρετο. ἠγρίαινε γὰρ τοῦτον αὐτός τε ὁ Θεόδοτος καὶ ὁ τῶν τῷ βασιλικῷ κοιτῶνι κεκληρωμένων 128 τηνικαῦτα ὢν χορολέκτης, ὃν πρωτοψάλτην καλεῖν
παρέλαβεν ἡ συνήθεια. οὕτως γὰρ τῆς τῶν εἰκονομάχων αἱρέσεως τὴν θολερὰν ἀνατροπὴν εἰς κόρον πιὼν ἠρέθιζε τὸν βασιλέα πανταχόθεν τὰς εἰκόνας περιελεῖν. καί ποτε τῶν τοῦ Ἠσαίου θείων φωνῶν ἀναγινωσκομένων ἐπ’ ἐκκλησίας, αἳ λέγουσι “τίνι ὡμοιώσατε κύριον; μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος ὁμοίωμα κατεσκεύασεν αὐτῷ” καὶ τὰ ἐφεξῆς, προσελθὼν τῷ βασιλεῖ πρὸς οὖς ἔφη “πρόσχες τῷ προφήτῃ, ὦ δέσποτα, καὶ τούτῳ πείθου.” ἐντεῦθεν ἀπηρυθριασμένως ὁ Λέων τῆς αἱρέσεως εἴχετο, καὶ τοὺς μὴ τῇ ἀσεβείᾳ αὐτοῦ ὑποκύπτοντας
διασπαράσσειν καὶ λαφύσσειν ἠπείγετο· βαρὺς δὲ PII 132 129 καὶ ἄλλως καὶ ἀπαραίτητος τὴν ὀργὴν τοῖς πταίουσιν WIII 107 ἦν καὶ ἐπὶ μετρίοις πταίσμασι βαρείας κολάσεις ἀποφαινόμενος. τοιοῦτος μὲν ἦν ὁ Λέων περὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἄλλως προσκεκρουκότας αὐτῷ.
τέως δ’ οὖν περὶ τὴν τῶν κοινῶν διοίκησιν οὐ νωθὴς ἦν, ἀλλὰ καὶ λίαν ἐγρήγορε καὶ τοὺς ἀδικοῦντας ἀνέστελλε. δεηθέντος γοῦν τινος, ὡς τοῦ γυναίου αὐτοῦ παρά του τῶν τῆς συγκλήτου ἁρπαγέντος, προσθεμένου δὲ καὶ τῷ ἐπάρχῳ προσελθεῖν, μὴ μέντοι
τυχεῖν ἐκδικήσεως, ἐπεὶ τὸ ἔγκλημα ἀποδέδεικτο, τὸν μὲν ἔπαρχον ἔπαυσεν εὐθὺς τῆς ἀρχῆς, τὸν δὲ τὴν ἁρπαγὴν πλημμελήσαντα ἐξέδοτο νομίμως κολασθησόμενον. ἄρχοντας δὲ καὶ στρατιωτικοὺς καὶ πολιτικοὺς 130 ἀριστίνδην προεχειρίζετο, καὶ τὰς τῶν ὑπὸ
Ῥωμαίους ἐθνῶν ἡγεμονίας οὔτε χρημάτων ὠνίους προυτίθει οὔτε πρὸς χάριν ἐδίδου μὴ πρὸς ἀρχὰς πεφυκόσιν ἀνδράσιν ἢ χρημάτων ἥττοσι, καὶ τούτοις προδιδοῦσι τὸ δίκαιον.
τύχης ἀρθείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ’ αὐτοῦ βυσσοδομεύων καὶ τεκταινόμενος. καὶ ἡ 131 διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέλαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ’ αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται
καὶ αὐτός, κατακρίνεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθησόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βασιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἤ μὴ πιστεύων ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἤ
ἐφηδόμενος τῷ ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα 132 τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται
τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννήσεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν. ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη “ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ
σὰ ὅσα ὑμῖν ἐκ τούτου συμβήσονται.” ὁ μὲν οὖν Μιχαὴλ οὕτω τὸν ὄλεθρον ὑπεξέφυγε. θαυμάσαι δ’ ἄν τις ὅθεν ὁ Λέων προεῖπε τὸ γενησόμενον· οὐ γὰρ πάντως αὐτὸ ἐκ θειοτέρας ἐπιπνοίας προέγνωκε. PII 133 133 πῶς γὰρ θεομαχῶν ἐκεῖνος, καὶ ἄλλως ἀνὴρ ὢν αἱμάτων
καὶ βίου μὴ παθῶν καθαρεύοντος ; λέγεται προεγνῶσθαι αὐτῷ παρά του χρησμοδοτηθὲν ὅτι κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ τῆς ἀρχῆς ἐκπεσεῖται καὶ τῆς ζωῆς. ἀλλὰ καί τί φασι τῇ τῶν ἀνακτόρων βιβλιοθήκῃ βιβλίον ἐναποκεῖσθαι,
ἐν ᾧ καὶ χρησμοὶ περὶ τῶν βασιλέων ἦσαν καὶ μορφαὶ ἐνεγράφοντο ἀνθρώπων τε καὶ θηρῶν, καὶ μετὰ τῶν ἄλλων ἐκεῖ καὶ λέων θὴρ ἐχρωμάτιστο, ᾧ κατὰ νώτου τὸ στοιχεῖον τὸ χ’ ἐγκεχάρακτο· ἀνὴρ δ’ ἦν ἐξόπισθεν τοῦ θηρὸς δόρατι διὰ τοῦ χ’ διελαύνων τὸν λέοντα. ἡ μὲν οὖν βίβλος εἶχε ταυτί, καὶ
ἦσαν, ὡς ἐδόκει, Σιβύλλεια χρησμῳδήματα. τὸ δὲ τῆς εἰρημένης χρωματουργίας δυσερμήνευτον ὂν ὁ τότε κοιαίστωρ, ὡς λέγεται, διεσάφησεν, εἰπὼν κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ βασιλέα 134 μέλλειν ἀναιρεθῆναι. τὸ μὲν γὰρ θηρίον βασιλέα
δηλοῦν, τὸ δὲ χ’ τὴν εἰρημένην ἡμέραν αἰνίττεσθαι, τὸ δὲ διὰ μέσου τοῦ χ’ τῷ λέοντι τὸ δόρυ ἐμπήγνυσθαι τὸ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τὸν βασιλέα κτανθήσεσθαι. ταῦτα τὸν βασιλέα ἐτάραττεν, ἀλλὰ μὴν αὐτὸν καὶ τὸ τῆς μητρὸς ἐξεδειμάτου WIII 108 Γ’ ἐνύπνιον. ἔδοξε γὰρ ἐκείνῃ ἐν τῷ ναῷ τῆς θεομήτορος εἶναι τῷ ἐν Βλαχέρναις καὶ ὁρᾶν γυναῖκά τινα προπεμπομένην ἀνδράσι λευχείμοσι καὶ πλῆρες αἱμάτων τὸ δάπεδον τοῦ ναοῦ, ἀκοῦσαί τε τῆς δορυφορουμένης ἐκείνης κελευούσης αἵματος ἄγγος τι πλησθῆναι καὶ δοθῆναι τῇ τοῦ βασιλέως μητρί. τῆς
δὲ μὴ προσιεμένης τὸ προσφερόμενον, φάναι τὴν περιφανῆ γυναῖκα ἐκείνην “ὁ δὲ σὸς υἱὸς τοὺς ἐμὲ 135 τιμῶντας αἱμάτων ἐμπίπλησι, καὶ τὸν θεὸν καὶ ὒ ἰόν μου εἰς ὀργὴν κινῶν οὐ συνίησι.” ταῦτα εἶδεν ἡ μήτηρ
τοῦ Λέοντος, καὶ τῷ υἱῷ ἀπήγγειλε τὸ ἐνύπνιον, καὶ ἐδέετο παύσασθαι τοῦ κατὰ τῶν σεπτῶν εἰκόνων τολμήματος, ἀλλ’ ἐξεκεκώφει ὁ δείλαιος καὶ θεομαχῶν οὐκ ἐπαύετο. ὦπτο δὲ καὶ ὁ θεῖος πατριάρχης Ταράσιος καθ’ ὕπνους τινὶ ἤδη τῆς ἐπικήρου ταύτης
ζωῆς μεταστάς, ἐπιβοώμενός τινα Μιχαὴλ καὶ ἐπελθεῖν τό Λέοντι καὶ κτεῖναι τοῦτον ἐγκελευόμενος. ἀλλὰ καὶ ἡ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ προαγόρευσις καὶ ἄλλ’ ἄττα ὑπέθραττε τὸν Λέοντα καὶ ἐδείμαινε. τέως δ’ οὖν κλοιοῖς τοὺς πόδας τοῦ Μιχαὴλ ἐνδη- 136 σάμενος τὸν μὲν τῷ Παπίᾳ φρουρηθησόμενον παραδέδωκεν, αὐτὸς δὲ τὴν κλεῖδα κατεῖχε τοῦ σιδηρέου δεσμοῦ. ἔμφροντις δὲ τὴν νύκτα διάγων οὐκ εἶχε
τὸν ὕπνον τοῖς ὄμμασιν αὐτοῦ ἐφιζάνοντα. διὸ καὶ ἀπῄει πρὸς τὸ τοῦ Παπίου διαιτητήριον, καὶ ὁρᾷ τὸν μὲν Μιχαὴλ ἐπὶ κλίνης καθεύδοντα, τὸν δὲ Παπίαν ἐπ’ ἐδάφους κατακλ·ινόμενον. ἢ γὰρ τιμῶν τὸν Μιχαὴλ ὁ Παπίας τοῦτο πεποίηκεν ἤ καὶ συνίστωρ ὤν,
ὡς ἐδόκει, τῆς κατὰ τοῦ βασιλέως βουλῆς. ὡς οὖν εἶδε ταῦτα καὶ τὸν Μιχαὴλ ὕπνον ὑπνώττοντα βαθύν τε καὶ νήδυμον καὶ οἷος ἀφρόντιδι ἔοικεν, ὑπ- PII 134 137 ἐστρεφε μηνιῶν καὶ τὴν ὀργὴν ὑπεδήλου τῇ κινήσει τῇ τῆς χειρός. τῶν μὲν οὖν ἄλλων οὐδεὶς τὴν παρουσίαν
τοῦ βασιλέως ᾔσθετο, εἶς δέ τις τῶν τοῦ Παπίου καὶ ἔγνω τοῦτον ἐλθόντα καὶ ὑπνώττειν προσποιησάμενος ἐώρα ὅσα ἐποίησε καὶ ὡς ὠργίσθη καὶ ὡς ἠπείλησε, καὶ πάντα σφίσιν ἀπήγγειλεν. οἱ δὲ φόβῳ ληφθέντες ὅπως ἂν ἐκφύγοιεν τὸ μήνιμα
τοῦ βασιλέως ἐφρόντιζον. καὶ ὁ Μιχαὴλ τῷ Παπίᾳ φησὶν ὡς εἰ βούλει αὐτός, οὐ τὸν κίνδυνον ἐχφευξόμεθα μόνον, ἀλλὰ καὶ τὰ μελετώμενα ἡμῖν εἰς ἔργον ἐκρήσεται. καὶ ὃς “τὸ παριστάμενόν σοι πρᾶττε” φησίν, “ἐμὲ δ’ ἕξεις ὅπῃ βούλει ἑπόμενον. ἐγχαράττει
τοίνυν αὐτίκα γραφὴν πρὸς τούς οἶ τῶν βουλευμά- 138 τῶν μετέχοντας, ἀπειλῶν ὡς εἰ μὴ τάχος ἐλεύσονται καὶ τὰ βεβουλευμένα θῶνται ἐπιτελῆ, εἶναι γὰρ τοῦτο ῥᾁδιον, ὡς αὐτὸς ᾠκονόμησε, πάντας ἀνακαλύψει τῷ βασιλεῖ, καὶ οὐκ αὐτὸς μόνος τοῦ κινδύνου μεθέξει.
ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ Παπίᾳ ἐνετείλατο στεῖλαι τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν ὑποδείξοντα τοῖς συνίστορσιν ἀπέστειλεν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φολτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κγηρικῶν καὶ ξιφίδια κεκρυμμένα βαστάζοντας.
οἶ μὲν οὖν ἧκον ὡς ἐνετάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ Παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἶ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· 139
οἶ ψάλται δὲ τοὺς ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων· καὶ ὁ βασιλεὺς εἰς τὸν ναὸν ἐπεδήμησε, καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν
ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε,
καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφείποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς καὶ τὴν D χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν
Ἱππόδρομον συρόμενος ἔρριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος, ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν, αὐτίκα τοῦ Λέοντος αὐτὴν ἐγκόλπιον φέροντος, εὐφημήθη καὶ προσεκυνήθη
τὴν μεγάλην ἐκκλησίαν ἀφίκετο, ταινιωθησόμενος διαδήματι, τὴν μιαιφονίαν παρ’ οὐδὲν λογισάμενος. τὴν δὲ τοῦ Λέοντος γαμετὴν καὶ τοὺς παῖ- PII 135 140 δᾴς, τέσσαρες δ’ ἦσαν, Σαββάτιος, ὃς ἐν τῷ ἀναγορεύεσθαι μετωνόμαστο Κωνσταντῖνος, Βασίλειός τε καὶ Γρηγόριος, καὶ τέταρτος Θεοδόσιος, τῶν βασιλείων καταγαγών, τὴν μὲν ἐν τῇ μονῇ καθεῖρξε τῶν Δεσποτῶν, τοὺς δὲ εἰς τὴν Πρώτην καλουμένην νῆσον
περιορίσας ἅπαντας τῆς ἀρρενωπίας ἐστέρησε. καὶ ὁ μὲν Θεοδόσιος ἔθανεν, ὁ δὲ Κωνσταντῖνος ἀφωνίᾳ κάτοχος γέγονε· δι’ ἣν ἐδέετο θερμότατα τοῦ θεοῦ, ἀλλὰ μὴν καὶ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου, ἐνδελεχῶς τῷ αὐτοῦ
προσφοιτῶν ἐκτυπώματι, περιαιρεθῆναι τὴν ἀφωνίαν αὐτοῦ· τῇ γὰρ ἐκπτώσει τῆς βασιλείας καὶ τῆς πατρικῆς 141 κακοδοξίας οἱ παῖδες τοῦ Λέοντος συνεξέπεσον. ἔδοξεν οὖν ποτε ὁ ἅγιος ἐπιστῆναι αὐτῷ, κελεύων ἀναστῆναι καὶ ἀναγνῶναι τὸ “πάλιν Ἰησοῦς ὁ ἐμός”. ὁ
δὲ πεπιστευκὼς τῷ ῥήματι εἰσῆλθεν ἐπ’ ἐκκλησίας, καὶ ἀνέγνω μή τινος αὐτοῦ παρεμποδίζοντος τῇ φωνῇ. εἰ δὲ καὶ περιγραπτοῖς ὁρίοις τὴν σύζυγον, ὡς εἴρηται, καὶ τοὺς παῖδας τοῦ Λέοντος περιέγραψεν, ἀλλ’ οὐκ ἀχορηγήτους κατέλιπε, τινὰς δὲ τῶν κτήσεων
αὐτῶν αὐτοῖς προσαπένειμεν, ἔν ἐκ τούτων τὰ πρὸς χρείαν πορίζοιντο· καί τινας δὲ πρὸς ὑπηρεσίαν αὐτοῖς ἐδωρήσατο. ὥρμητο δὲ ὁ Μιχαὴλ οὗτος ἐξ Ἀμορίου, πόλεως τῆς ἄνω Φρυγίας, ἐν ᾗ Ἰουδαῖοί τε καὶ Ἀθίγγανοι καὶ ἀσεβῶν ἑτέρων πληθὺς
ἐγκατῴκιστο, καί τις ἐκ τούτων ἦν ἐκεῖσε σύμ- 142 μικτὸς ἵει, ἧς συμμετέχειν καὶ οὗτος ὁ Μιχαὴλ λέγεται. καὶ ἡ αἵρεσις τὸ μὲν θεῖον βάπτισμα δέχεται, τὴν δὲ Μωσαϊκὴν διαταγὴν διδάσκει τηρεῖν, ἐκτὸς τοῦ περιτέμνεσθαι τὴν ἀκροβυστίαν. εἶχε δὲ
143 καὶ Ἰουδαῖόν τινα κατ’ οἶκον παιδοτριβοῦντα αὐτόν. ὅθεν οὐκ ἦν τι παρ’ αὐτῷ εὑρεῖν ἀκραιφνές, ἀλλ’ ἦν, ὡς εἰπεῖν, ὁ ἄνθρωπος πανσπερμία αἱρέσεως. διὸ καὶ τῷ λόγῳ ἀπήχθετο, ὡς εἰς ἀνατροπὴν ὄντι
τῆς κακοδοξίας αὐτοῦ. ἀπορίᾳ δὲ συζῶν ἐκ νέτητος ἐστρατεύετο. ποτὲ τοίνυν τῷ ταγματάρχῃ προσελθὼν περί του ἐδέετο. τῷ δὲ ἔτυχέ τις Ἀθίγγανος παρεστώς, καί φησι πρὸς τὸν στρατηγὸν ἐν ἀπορρήτοις τὸν λόγον ποιούμενος ὡς βασιλεύσει Ῥωμαίων
οὗτος, ὅς σου δέεται νῦν. καὶ ὃς αὐτίκα τῷ μαντεύματι 144 θέμενος οἰκειοῦται τὸν Μιχαὴλ καὶ κηδεστὴν ποιεῖται ἐπὶ τῇ θυγατρί. ἄρτι δὲ τῇ αὐταρχίᾳ ἐπιπηδήσαντος τοῦ Μιχαήλ, ὡς ἱστόρηται, ὁ ἱερώτατος Νικηφόρος ὑπερόριος ὄν ἐπιστέλλει αὐτῷ, ἀξιῶν τὴν
τῶν εἰκόνων γενέσθαι ἀναστήλωσιν. ὁ δὲ μήτε τι καινοτομήσειν ἔφη περὶ τὴν πίστιν μήτε τὴν τῆς ἐκκλησίας ἀλλοιῶσαι κατάστασιν, ἀλλὰ μηδὲ βιάσασθαί τινα. περὶ τοῦ θείου δοξάζειν παρ’ ὃ βούλεται. ἐν λόγοις δ’ ἔμεινε ταῦτα. οὐ μετὰ πολὺ γὰρ τὴν γνώμην WIII 110
ἔδειξε τὴν οἰκείαν καὶ κατὰ τῶν ὀρθοδόξων ἐχώρησε, καὶ πολλοὺς καὶ ἄλλους δεινοῖς περιέβαλε, PII 136 145 πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν θεῖον Μεθόδιον καὶ τὸν τῆς Σαρδέων ἀρχιερατεύοντα τὸν Εὐθύμιον ἐξορίᾳ παρέπεμψε διὰ τὴν τῶν ἀγίων εἰκόνων τιμήν. εἶτα
τὸν μὲν Μεθόδιον καθείργνυσι κατὰ τὸν Ἀκρίταν Ἀκρίταν· τὸν ἀοίδιμον δ’ Εύθύμιον μαρτυρικῷ τελειοῖ θανάτῳ, ἀφειδῶς μαστιζόμενον διὰ τοῦ υἱοῦ αὐτοῦ Θεοφίλου. ἐζήλου δ’ ἐν ἅπασι τὸν Κοπρώνυμον καὶ τοῖς Ἰουδαίοις προσέκειτο, τά τε σάββατα νηστεύειν
προσέταττε. τῇ ἀναστάσει τε ἀπιστῶν διετώθαζε 146 τὰ μέλλοντα ἀγαθὰ καὶ τοὺς προφήτας διέσυρε καὶ δαίμονας οὐκ εἶναι διεβεβαιοῦτο· πορνείαν τε οὐχ ἁμάρτημα ἥγητο καὶ τὸν ἐπὶ πᾶσι θεὸν ὀμνύειν διεκελεύετο. τῷ τε Ἰούδᾳ σωτηρίαν ἐπεφήμιζε καὶ τὸ 147 πάσχα οὐ κατὰ καιρὸν ἑορτάζεσθαι ἐδογμάτιζε. ταῦτα
μὲν οὑν ἐκ πολλῶν ὀλίγα τῆς ἐκείνου κακίας ἢ καὶ ἀνοίας γνωρίσματα ξυγγεγράφαται. ὁ δὲ λόγος τὰ τότε ξυμβεβηκότα διδότω τῇ ἱστορίᾳ· τὰ δ’ ἦσαν ἐμφύλιοι πόλεμοι. ὁ δὲ τούτων κατάρξας Θωμᾶς ἦν, εἷς τῶν τριῶν τυγχάνων ἀνδρῶν, περὶ ὧν ἐν τῷ
Φιλομηλίῳ μοναχὸς τῷ Βαρδανίῳ προέφησεν τοὺς μὲν δύο ἐπιβήσεσθαι τῆς βασιλείου ἀρχῆς, τὸν δέ γε τρίτον, ὃς οὗτος ἦν ὁ Θωμᾶς, ἐπιχειρῆσαι μὲν τυραννίδι καὶ ἑαυτῷ περιθέσθαι διάδημα, μὴ μέντοι καὶ τῆς βασιλείας τυχεῖν. οὗτος τοίνυν, ὡς ἤδη μοι
εἴρηται, ἄν καταστὰς τοῦ τάγματος τῶν φοιδεράτων παρὰ τοῦ Λέοντος, ὡς ἔγνω τὸν εὐεργέτην 148 ἀναιρεθέντα παρὰ τοῦ Μιχαήλ, τῷ μὲν δοκεῖν τιμωρῶν ἐκείνῳ, τῷ δ’ ὄντι τὴν βασιλείαν καραδοκῶν ἀνταίρει τῷ Μιχαήλ, καὶ συναλίσας δύναμιν οὐκ
εὐκαταφρόνητον ἅπασαν σχεδὸν τὴν ἑῴαν μοῖραν ἐσφετερίσατο καὶ τοὺς δημοσίους φόρους αὐτῷ κομίζεσθαι παρεσκεύαζε. καὶ πολὺς ἐντεῦθεν γενόμενος ἐπῆλθε καὶ τοῖς Ἀγαρηνοῖς, ἀδεέστερον τότε πάσαν ληιζομένοις χώραν καὶ τὰς νήσους αὐτὰς διὰ
τὸν ἐμφύλιον πόλεμον. καὶ ἐπελθὼν ἀνέκοψε τῆς φορᾶς, καὶ ἀνακόψας παρεστρατοπεδεύσατο, καὶ ἐς λόγους ἦλθεν αὐτοῖς, καὶ ἥκων εἰς λόγους ἐσπείσατο ἐπὶ συνθήκαις τοῦ Ῥωμαϊκῶν ὁρίων παραχωρῆσαι 149 αὐτοῖς, εἰ τῆς βασιλείας ἐγκρατὴς γένοιτο. οὕτω δὲ
ταῦτα διοικησάμενος καὶ τὴν κεφαλὴν ἀνεδήσατο ταινίᾳ βασιλικῇ καὶ αὐτοκράτωρ ἀνερρήθη κατὰ τὴν Ἀντόχειαν παρὰ τοῦ τότε τὸν θρόνον αὐτῆς τὸν πατριαρχικὸν ἔχοντος· Ἰὼβ δ’ ἐκεῖνος ἐκέκλητο. κἀκεῖθεν ὁρμηθεὶς σὺν μεγάλῳ στρατεύματι, ἔτυχε γὰρ συμμάχων οὐκ Ἀγαρηνῶν μόνον, ἀλλὰ καὶ ἐξ
ἑτέρων ἐθνῶν πλειόνων, τῇ τυραννίδι κραταιότερον ἐπεχείρησεν. ἢν δὲ ὁ Θωμᾶς οὗτος οὐ τῶν εὐπατριδῶν, ἀλλὰ καὶ τῶν λίαν ἀσήμων, καὶ τούτων βαρβάρων, καὶ ἀπορίᾳ σύντροφος τῇ ἐσχάτῃ, ὥστε καὶ δουλεύειν μισθοῦ. ἀναχθεὶς δ’ ὑπὸ τῆς τύχης, ὡς
εἴρηται, καὶ τυραννίδι ἐπιχειρήσας, τήν τε κλῆσιν μετέθετο, Κωνσταντῖνον ἑαυτὸν ὀνομάσας καὶ κοινωνὸν τῆς βασιλείας, ὡς ᾤετο, προσελάβετο υἱόν, PII 137 150 εἰσποιητὸν οἰκειωσάμενός τινα. τοῦ δὲ Μιχαὴλ στρατιὰν A κατ’ αὐτοῦ ἐσταλκότος, συμβαλὼν ἐκεῖνος αὐτῇ
τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ φυγάδας ἀπέφηνεν. ἐντεῦθεν κραταιότερον τῆς τυραννίδος ἐπείληπτο, καὶ στόλον ἐξαρτυσάμενος, ἀλλὰ μὴν καὶ τὸ βασιλικὸν ναυτικὸν ὑφ’ ἑὸ ποιησάμενος, ἐξ Ἀβύδου πρὸς τὴν Θρᾴκην ἐπεραιώθη, καὶ τὰ τῆς ἑῴας ἅπαντα
σχεδὸν ὑπηγάγετο, ἄνευ μέντοι τοῦ θέματος τοῦ Ὀψικίου, οὗ ὁ Κατάκυλας ἐστρατήγει, καὶ τοῦ τῶν Ἀρμενιακῶν· ὁ Ὀλβιανὸς δὲ τὴν στρατηγίδα τούτου εἶχεν ἀρχήν, ὁ ’ς δὴ λοχήσας καὶ τὸν τῷ τυράννῳ εἰσποιηθέντα υἱὸν κατασχὼν ἀνεῖλεν εὐθύς.
δ’ ἕτερον, τοῦ πρώτου κτανθέντος, ὡς εἴρηται, Ἀναστάσιον μὲν καλούμενον, μοναχὸν δ’ ὄντα, καὶ τὸ μὲν σχῆμα τὸ θεῖον ἀποδυσάμενον, στολὴν δὲ κοσμικὴν μεταμφιασάμενον. ἐς τοῦτο δ’ ἧκεν ἀπορίας ὁ Μιχαὴλ ὡς σιδηρᾶν ἐκτεῖναι σειρὰν ἐξ ἀκροπόλεως εἰς τὸ κατ’ ἀντιπέραν πολίχνιον, ἔν’ ἄβατα τοῖς τοῦ τυράννου φυλάττοιτο τὰ ἐντός. ἀλλ’ ὁ Θωμᾶς ὁμοῦ τῇ πόλει προσέβαλε κατὰ γῆν τε καὶ θάλασσαν,
τὴν σιδηρᾶν ἐκείνην ῥᾷστα διαρρήξας σειράν, καὶ ᾤετο, εἰ μόνον φανείη, τοὺς ἐν τῇ πόλει διὰ τὴν πρὸς τὸν κρατοῦντα ἀπέχθειαν εὐχερῆ τὴν 152 εἴσοδον αὐτῷ παρασχεῖν. ἐπεὶ δ’ ἐρρωμένους εὕρηκε τοὺς ἐντὸς πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τῶν
ἐλπίδων ἐψεύσθη, τότε μὲν ἀνεχώρησε, καὶ βάλλεται χάρακα κατὰ τὸ τῶν θείων Ἀναργύρων ἱερώτατον τέμενος· ὁ τόπος δὲ τὰ Παυλίνου ὠνόμαστο. ἡμερῶν δέ τινων διαγενομένων καὶ κατὰ χέρσον αὖθις καὶ κατὰ θάλασσαν ἐπήνεγκε τῇ πόλει τὸν πόλεμον,
ἑλεπόλεις τε καὶ κλίμακας ἐπαγόμενος. ὡς δ’ ἐώρα τὰ τῆς σπουδῆς αὐτῷ πανταχόθεν ἀνήνυτα, τότε μὲν τὴν ψυχρὰν ἐκτρεπόμενος Θρᾴκην, χειμὼν γὰρ ἦν, τὴν στρατιὰν αὐτοῦ ταῖς χώραις διένειμεν, ἐν ταύταις σχολάσουσαν καὶ τὴν τοῦ χειμῶνος ἐκφευξομένην
δριμύτητα. ἄρτι δὲ τοῦ ἔαρος ἐφεστῶτος καὶ πάλιν προσῆγε καὶ ἀμφοτέρωθεν τῇ πόλει 153 τὴν στρατιὰν καὶ περιεκύκλου τὰ τείχη τῷ τε πεζῷ στρατεύματι καὶ τῷ ναυτικῷ. ἤδη δὲ καὶ τῷ Μιχαὴλ ἡτοίμαστο καὶ στόλος καὶ στράτευμα. λόγοις οὖν
παρακλητικοῖς τοὺς οἰκείους παραθαρρύνας ὁ βασιλεὺς ἀθρόον ἐκ πλειόνων πυλῶν ἐξάγει τούτους, καὶ συρρήγνυται τῷ τοῦ τυράννου λαῷ. οἱ δὲ τῷ αἰφνιδίῳ καὶ τῷ θράσει τῶν ἐπιόντων ἀποδεδειλιακότες τὰ νῶτα μετέβαλον καὶ ἔπεσον πολλοί, καὶ ἡ
νίκη τῶν ἐκ τῆς πόλεως ἦν. τὰ μὲν οὖν κατὰ χέρσον οὕτω συνηνέχθη τῷ ἀποστάτῃ· οὐ μὴν ἀλλ’ οὐδὲ τὰ κατὰ θάλασσαν κάλλιον ἔσχεν αὐτῶ. τὰς γὰρ βασιλικὰς τριήρεις τὸ τοῦ τυράννου ναυτικὸν θεασάμενον ἐπιούσας αὐτῷ οὐχ ὑπήνεγκεν, ἀλλ’ εὐθὺς τὴν συμπλοκὴν μὴ θαρρῆσαν εἰρεσίᾳ συχνῇ
πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἶ μὲν ἀπεδίδρασκον, οἶ δὲ τῷ Μιχαὴλ αὐτομολοῦντες προσῄεσαν. ὁ δ’ ἀποστάτης ἔτι τῆς τυραννίδος ἀντείχετο, καὶ PII 138 154 οὔτε τὸν χάρακα ἔλυσε καὶ τὸ ἐν Ἑλλάδι ἑτοιμασθὲν αὐτῷ ναυτικὸν μετεπέμψατο, καὶ τόδε παρῆν κατὰ
Βυριδας νεωλκησάμενον. ὃ γνόντες οἱ τοῦ στόλου τοῦ Μιχαὴλ νυκτὸς αὐτοῖς ἐπιτίθενται, καί τινας μὲν ᾑρήκασι τῶν πολεμίων νεῶν, ἑτέρας δὲ τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. κατὰ γῆν δὲ συχναὶ μὲν ἐγίνοντο προσβολαί, Θεοφίλου τοῦ υἱοῦ τοῦ βασιλέως
τοῦ λαοῦ προεξάρχοντος· ἀγχώμαλα δὲ τοῖς ἐναντίοις ἦσαν τὰ πράγματα καὶ οὐδενὶ μέρει καθαρῶς ἡ νίκη ἐπεμειδίασεν. ἐν τοσούτῳ δέ τι συμβὰν τῷ Θωμᾷ τὰ πράγματα ἔσφηλε· τῆς γὰρ φήμης πανταχοῦ τὴν τοῦ Θωμᾶ κηρυξάσης ἀποστασίαν καὶ τὴν
πολιορκίαν τῆς πόλεως, Μορτάγων ὁ τῶν Βουλγάρων κατάρχων σπονδὰς ἐπὶ τοῦ Λέοντος τριακοντούτεις 155 θέμενος, καὶ φιλίως τότε Ῥωμαίοις ἔχων, αὐτεπάγγελτος ἧκε συμμαχήσων τῷ βασιλεῖ καὶ στρατοπεδεύεται κατὰ τὰ Κιδόκτου. τοῦτο τὸν ἀποστάτην
ἐθρόησε. κρίνας δὲ ἀσύμφορον ἑαυτῷ ἅμα τε πολιορκεῖν καὶ τοῖς Βουλγάροις ἀντιστρατεύσασθαι, μερισθείσης γὰρ αὐτῷ τῆς δυνάμεως οὐκ ἀξιόμαχον ἑαυτὸν οὐδετέρῳ τυγχάνειν ᾤετο, κατὰ τῶν Βουλγάρων WIII 112 ἐχώρησε παντὶ τῷ στρατεύματι, καὶ συμβαλὼν
ἡττᾶται, καὶ πολλοὺς ἀποβάλλει τῶν ἑαυτοῦ, τοὺς μὲν φθαρέντας, τοὺς δὲ καὶ ἁλόντας. ὅσοι δὲ τόν τ’ ἑ βαρβαρικὸν ἀκινάκην ἐξέφυγον καὶ τὴν 156 αἰχμαλωσίαν διέφυγον, τὸ μέλλον καραδοκοῦντες ἡσύχαζον. οἱ Βούλγαροι δὲ τοὺς αἰχμαλώτους καὶ λείαν πολλὴν ἐπαγόμενοι ἀνεζεύγνυον τῇ νίκῃ γαυρούμενοι. ταύτην τὴν ἧτταν τοῦ ἀποστάτου ὅσον ἐκ τοῦ στόλου αὐτοῦ περιελέλειπτο ἐγνωκὸς πρὸς τὸν
Μιχαὴλ ηὐτομόλησεν. ἐν τοιούτοις δὲ ὁ τύραννος γεγονὼς καὶ πάντῃ ἐξασθενήσας, ὅμως ἔτι τοῦ πολιορκεῖν οὐκ ἀφίστατο, ἀλλὰ μηδὲν ἀνύων ἀπανίσταται μὲν τῆς προσεδρείας τῆς πόλεως, ἄπεισι δὲ πορρωτέρω, καί τινα τόπον εὑρὼν ἐπιτήδειον ἐν
τούτῳ βάλλεται χάρακα, κἀκεῖθεν ὁρμώμενος ἐληίζετο τῆς πόλεως τὰ προάστεια καὶ τὰς τούτων ἐκεράιζε χάριτας. ἐπῆλθε τοίνυν τούτῳ ὁ Μιχαὴλ, καὶ 157 μάχης συγκροτηθείσης οἱ τοῦ Θωμᾶ ἑκόντες ἐτράπησαν εἰς φυγήν, καὶ οἱ μὲν τῷ βασιλεῖ προσερρύησαν,
οἱ δ᾿ ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν ἕκαστοι. ὁ δέ γε τύραννος μετὰ βραχίστων εἰς Ἀδριανούπολιν ἄπεισι, καὶ ὁ Μιχαὴλ αὐτῷ κατ᾿ ἴχνος ἀκολουθεῖ, καὶ πολιορκεῖ τὴν πόλιν οὐχ ἑλεπόλεσιν, ἀλλὰ σπάνει τῶν ἀναγκαίων. καὶ οἱ τῆς πόλεως τῷ λιμῷ πιεζόμενοι
ἀμνηστίαν τῶν ἐπταισμένων ἐκ τοῦ βασιλέως ᾐτήσαντο, καὶ ταύτης τυχόντες δεσμοῦσι τὸν Θωμᾶν καὶ παραδιδόασι τῷ Μιχαὴλ. ὁ δὲ ἀφαιρεῖται αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ὄνῳ ἐπιβιβάσας θριαμβεύει τὸν ἄτιμον θρίαμβον. εἶτα περὶ συνιστόρων πυνθάνεται,
PII 139 158 καὶ πολλούς ἂν ἐκεῖνος ἐξέφηνεν, εἰ μὴ ὁ Ἑξαβούλιος ὁ πατρίκιος τὴν ὁρμὴν τοῦ βασιλέως ἀνέκοψε, φάμενος μὴ χρῆναι πιστεύειν κατὰ τῶν φίλων ἐχθροῖς. ὁ δέ γε Θωμᾶς ἄλλοτε ἄλλαις τιμωρίαις ὑποβαλλόμενος βιαιότατα κατέλυσε τὴν ζωήν.
καὶ ὁ τούτου δὲ εἰσποιητὸς υἱὸς εἰς τὸ τῆς Βιζύης πολίχνιον προσφυγών, παρὰ τῶν οἰκούντων τὸ φρού- ῥίον δεθεὶς προσήχθη τῷ βασιλεῖ, καὶ ὁμοίως τῷ πεπλασμένῳ πατρὶ κολασθεὶς βιαίως καὶ αὐτὸς ἀπέρρηξε τὴν ψυχήν. ἡ μὲν οὖν τοῦ Θωμᾶ ἐπανάστασις τοῦτον τὸν τρόπον κατηύναστο. αἶ δὲ Θρᾳκικαὶ
πόλεις αἶ πάραλοι κἀκείνου παρελθόντος ἔτι τῆς στάσεως εἴχοντο, καὶ μᾶλλον τῶν ἄλλων τὸ Πάνιον καὶ ἡ Πείρινθος, οὕτω γὰρ πάλαι ὠνόμαστο ἡ Ἡράκλεια, μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ τὸ μὲν 159 Πάνιον σεισμῷ τοῦ τείχους αὖ τοῦ πεσόντος ἑάλω, ἡ
δ’ Ἡράκλεια διὰ τῆς θαλάσσης γέγονεν ἁλωτή. ταῦτα τοίνυν κατορθώσας ὁ Μιχαὴλ ἐπάνεισι τροπαιοφορῶν, καὶ ἱππικοῦ τελουμένου ἀγῶνος τοὺς τῷ Θωμᾷ τὴν τυραννίδα συμπράξαντας ὄνοις ἐφεξομένους εἰσαγαγὼν εἰσαγαγὼν εἰς τὸ θέατρον ὑπερορίαν αὐτῶν
κατεδίκασε, μή τι πλέον κολάσας αὐτούς, εἰ μὴ δύο τινὰς τὸν Χοιρέαν καὶ τὸν Ζαγορηνόν, μὴ πειθομένους μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ παραδοῦναι τὰ φρούρια, ἃ κατεῖχον, ἑλὼν καὶ ἀνασκολοπίσας ἀπ’ ἔκτεινε.
ὂν αὐτοὶ καλοῦσιν Ἀμερμουμνὴν, καὶ ᾐτοῦντο ἀποικίαν στείλασθαι, διὰ πλῆθος στενοχωρούμενοι. κἀκεῖνος κατένευσε, καὶ τούτους παραλαβὼν σὺν τριήρεσιν ἀπέπλευσε, τὰς ὑπὸ Ῥωμαίους νήσους περιιών τε καὶ ληιζόμενος. ὡς δ’ ἧκε καὶ εἰς τὴν Κρήτην
καὶ τὸ ταύτης ἔγνωκε πάμφορον, τοὺς μὲν πλείστους WIII 113 εἰς λείαν ἐκπέπομφεν, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς φυλακὴν δῆθεν παραλειφθεὶς τῶν νηῶν πῦρ 160 ἐν ἔβαλε κατ’ αὐτῶν καὶ πάσας ἐνέπρησε. τεθορυβημένων δὲ τῶν Ἀγαρηνῶν διὰ τοῦτο καὶ τὴν αἰτίαν ζητούντων, ὁ Ἀπόχαψ, οὕτω γὰρ ὁ σφῶν ὠνόμαστο ἀρχηγός, “ἀποικίαν ᾐτεῖσθε” φησίν· “ἰδοὺ τοίνυν χώρα ῥέουσα μέλι καὶ γάλα καὶ ταύτην κατασχόντες
οἰκήσατε”. ἐκείνων δὲ εἰπόντων “καὶ τὰ φίλτατα ποῦ”; ὁ Ἀπόχαψ “ἐνταῦθα γυναῖκές εἰσιν” ἀνθυπήνεγκεν, “ἐξ ὧν γενήσονται καὶ παῖδες ὑμῖν οὐ μετὰ μακρόν.” τούτοις πεισθέντες οἱ ἐκ τῆς Ἄγαρτήν τε νῆσον ὑφ’ ἑαυτοὺς ἐποιήσαντο καὶ τοὺς αὐθιγενεῖς
ἐδουλώσαντο. ὅτε καὶ Κύριλλος ὁ Γορτύνης ἐπίσκοπος ἀθλήσας ὑπὲρ Χριστοῦ μαρτυρίου κεκόμιστο στέφανον. θανούσης δὲ τῆς συζύγου τῷ βα- PII 140 161 σιλεῖ ἐκεῖνος ὑπεκρίνετο μὲν εἰς τὸ προφανὲς δευτέροις ὁμιλῆσαι γάμοις μὴ βούλεσθαι, κρύβδην δὲ
πρὸς τοὺς ἐξόχους τῆς γερουσίας διεπέμπετο ἀξιοῦσθαι παρ’ αὐ‘ῶν ἑτέραν τοῦ βίου κοινωνὸν εἰσοικίσασθαι. καὶ ἡ σκῆψις ὡς εὐπρεπής· δεινὸν γὰρ ἔφασαν εἶναι ἡμὰς μὲν βασιλεύεσθαι παρὰ σοῦ, τὰς δ’ ἡμῶν συνοίκους βασιλίδος στερίσκεσθαι. ὁ δὲ
πρότερον μὲν ἀκκιζόμενος τὴν ἀξίωσιν οὐ προσίεται· λιπαρούντων δ’ ἐκείνων πίστεις ἐξ αὐτῶν ἀπῄτει, εἰ βούλοιντο ἀγαγέσθαι αὐτὸν βασιλίδα, ὡς καὶ μετὰ θάνατον αὐτοῦ βασίλισσαν ταύτην ἕξουσι καὶ τὰ ἐκ ταύτης αὐτῷ φυησόμενα ὡς βασιλέας τιμήσουσι.
ταῦτα δὲ τῶν τῆς συγκλήτου ἐγγράφως αὐτῷ ἐπαγγειλαμένων, κἀκεῖνος αὐτοῖς προσεποιή- 162 σατο πείθεσθαι καὶ εἰσοικίζεται γυναῖκά τινα, θυγατέρα λεγομένην γενέσθαι τοῦ βασιλεύσαντος Κωνσταντίνου, ὃν ἡ μήτηρ, ὡς ἤδη ἔμπροσθεν εἴρηται,
163 ἐξετύφλωσεν. ἦν δ᾿ αὕτη κεκαρμένη πρὸ πλείονος καὶ ἐν τῇ νήσῳ τῇ Πρίγκιπος ταῖς ἀσκουμέναις ἐκεῖ μοναχαῖς ἐκ πρώτης τριχὸς συγκατείλεκτο, καὶ ἡ κλῆσις τῇ γυναικὶ Εὐφροσύνη. τοῦ
πατριάρχου δὲ Θεοδότου θανόντος, ὃς ἔξ ἔτη ἀσεβῶς τῆς ἐκκλησίας ἐκράτησεν, Ἀντώνιος προεχειρίσθη, ᾧ Κασσιματᾶς τὸ ἐπώνυμον, καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο. ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων
Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπαν ῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ᾿ αὖθις ἕτερον πολὺ 164 ναυτικὸν ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατερόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτη Ἀγαρηνοῖς πρότερον μὲν εὐτύχησε, πολλοὺς ἐκείνων
καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ᾿ ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐτοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυλάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα
ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες. οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ μηδ᾿ ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ 165
φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νήσους, καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο, καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε, καὶ
τοὺς ἐν τῇ Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε. καὶ κατὰ Σικελίαη δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος καοῦ κατάρχων τινὸς ἔρωτι περι- μανεῖ μοναζούσης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγ- WIII 114 μὰ τίθεται. ἐξήτει εἰ τοίνυν τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῶ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε, καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐ-
PII 141 166 τῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη ‘ρω- μαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ δ’ Εὐφήμιος αὐτῶ τὴν Σικελίαν προδίδωσι. καὶ ἡ μὲν ὑπὸ τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ’ Εὐφήμιος
οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπονοίας, καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα. ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας, νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔρων ἢ δυσεντερίᾳ,
λέγεται γὰρ καὶ ἄμφω, κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ’ ἐκείνου δὲ καὶ ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα·
167
ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα, πρότερον μὲν πολέμοις 168 ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ
ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες “ἡμεῖς “ἡμεῖς εἶπον “οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες”. καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ “ἱνατί τῷ
χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας” ἔφη “καὶ οὐ μόνον ἀνθρωποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες”; αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον “τούrους” εἶπε “παραλαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος”. καὶ οἱ μὲν 169
παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασιλείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου
ἀπῄτησε. γυναῖκα δ’ ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερφέρουσα καὶ λόγοις ὡμιληκῦα καὶ τὸ γένος ἐπίσημος. περιῄει
γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, PII 142 170 ἴν αὐτὸ ἐπιδῶ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δ’ A ἦλθε κατὰ τὴν Εἰκασίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη “ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα”. ἡ δ’ ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυθήματος
εὐστόχως πως ἀπεκρίνατο “ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω”. ὁ δὲ καταβροντηθεὶς ὥσπερ WIII 115 τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρἐσχετο. ἡ δ᾿ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης ἔσχε κλῆσιν ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα
ἐκείνης εὑρίσκονται εὐπαιδευσίας χαρίτων 171 οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ᾿ ἑαυτήν, καὶ ἀτευκτήσασα βασιλέως φθαρτοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βασιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν
Θεοδώραν ἑαυτῷ συνοικίζει, καὶ ὁμοῦ ταύτην καὶ τῷ γαμηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ. δικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ
τῆς ἀγορὰς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ 172 σωτῆρι Χριστῷ καὶ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων παρεῖχεν
ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον, καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν ἔπαρχον περὶ τούτου ἀνέκρινε, καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε τῆς
ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βἱγλας, οὗτος δ᾿ ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς, οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει 173 τῷ Πετρωνᾷ. ὁ δὲ πρὸς τοῦ βασιλέως μεIα- κληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς “μηκέτι μου δεηθείη περὶ τούτου” φησί “καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ.” καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς τὸν Πετρωνᾶν
ἀφικέσθαι, καὶ εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ᾿ ἀπογνοῦσα δι᾿ ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν
ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλάπτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων, καὶ PII 143 174 ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ᾿ ἀγορᾶς προϊών, αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε,
τὰ δ᾿ ὑπ᾿ αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὑν τοῦ περὶ τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας
ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμιδἐ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βμάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τουτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη· ἴτυχε δὲ προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν 175
ναῦν, διά τινος τῶν αὐτῷ ἑπομένων τίνοις ἄν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὧς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιήσαντό μερεσιν, μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσε WIII 116
ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖθεν ἀπήλασεν, ὑγρὸν κατ᾿ αυ- τῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον κατενέπρησεν, καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, “βασιλέα με” λέγων “ἀναδείξαντος τοῦ θεοῦ σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι 176 προσκεκλήρωται, ἔν᾿ ἐκεῖθεν τὰς πρὸς τὸ ζῆν πορίζοιντο
ἀφορμάς. εἰ δ᾿ ἡμεῖς μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι πειρώμεθα, πόθεν ἂν οἱ τῆς τύχης τῆς ἰδιώτιδος τὰ ζωαρκῆ συμπορίσαιντο.”
πατέρες δ᾿ αὐτῇ Μαρῖνος καὶ Θεοκτίστη τῶν εὖ γεγονότων ἐν τῇ χώρᾳ τῇ κατ᾿ αὐτούς, εὐσεβεῖς δὲ ἄμφω καὶ τῶν σεβασμίων εἰκόνων προσκυνηταί. τῆς δὲ Θεοδόρας τῷ βασιλεῖ συζυγείσης καὶ ἡ μήτηρ αὐτῆς Θεοκτίστη, ἣ καὶ Φλωρῖνα ἐπωνομάζετο, ζωστὴ
καὶ πατρικία τετίμητο. ᾤκει δὲ κατὰ τὴν μονὴν τῶν 177 Γαστριῶν, ὡς δέ τινες λέγουσι καὶ τὴν μονὴν αὐτὴν ἐκείνη ἐδείματο. ὡς γοῦν πρὸς μάμμην ἀπήγοντό ποτε πρὸς αὐτὴν τὰ τοῦ βασιλέως θυγάτρια, ἦσαν δὲ πέντε, καὶ αἱ κλήσεις ἐκείνων αὗται, Θέκλα καὶ
Ἄννα, Ἀναστασία τε καὶ σὺν Πουλχερίᾳ Μαρία. ἡ δὲ δωρήμασι τὰς παῖδας ἐδεξιοῦτο, καὶ ἰδίᾳ παραλαμβάνουσα παρῄνει τὰς ἁγίας εἰκόνας σεβάζεσθαι, καὶ ἐκ κιβωτίου σεβάσμια ἐκφέρουσα ἐκτυπώματα προσκυνεῖν αὐτὰ παρεσκεύαζε τὰς θυγατριδᾶς καὶ
ἀσπάζεσθαι, καὶ ταῖς κεφαλαῖς αὐτῶν ἐπετίθει καὶ ταῖς προσόψεσι. καί ποτε ἐκεῖθεν ἐπανηκούσας τὰς παῖδας ἠρώτα ὁ βασιλεὺς τί παρὰ τῆς μάμμης αὐταῖς PII 144 178 γἐνοιτο καὶ τίνα παρ᾿ ἐκείνης αὐταῖς λέγοιντο. αἱ μὲν οὖν λοιπαὶ ἐσιώπων, ἡ Πουλχερία δὲ νηπιάζουσα
ἔτι τἄλλα τε διηγεῖτο ψελλιζούσῃ φωνῇ καὶ προσεπῆγεν ὡς εἴη τῇ μάμμῃ νινία ἐν κιβωτίῳ, τὰς εἰκό- νᾶς οὕτω καλοῦσα, καὶ ταῦτα τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι καὶ ἀσπάζεσθαι δίδωσιν. ἐντεῦθεν τὰς σεπτὰς εἰκόνας γνοὺς διδάσκεσθαι προσκυνεῖν τὰς αὐτοῦ θυγατέρας παρὰ τῆς μάμμης,
οὐκέτι πρὸς αὐτὴν ἀπάγεσθαι τὰς παῖδας παρακεχώρηκεν, ἕτερον δὲ οὐδὲν λυπηρὸν εἰς τὴν Θεοκτίστην εἰργάσατο, αἰδούμενος ἐκείνην διὰ τὸ κῆδος καὶ πλέον διὰ τὴν ἀρετήν, ἣ καὶ πολλάκις ἤλεγχε τοῦτον, ὅτι τοὺ ’ς ὀρθοδόξους ἐκόλαζε καὶ ταῖς ἱεραῖς εἰκόσιν
ἐνύβριζε, καὶ διὰ ταῦτα ἀπεχθῶς διακεῖσθαι πρὸς 179 αὐτὸν ἐπληροφόρει πᾶν τὸ ὑπήκοον. τοιοῦτον δή τι καὶ περὶ τὴν βασιλίδα ἐγένετο. ἦν τι παρὰ τοῖς ἀνακτόροις ἀνθρώπιον καὶ τοῦ νοῦ πάσχον καὶ τῆς γλώσσης παρακοπήν, καὶ ἦν οἷον ἄθυρμά τι τῷ βασιλεῖ·
τῷ δὲ τοιούτῳ τυγχάνοντι ἦν καὶ ἡ γυναικωνῖτις βατή. καί ποτε τὸν τῆς Αὐγούστης εἴσεισι θάλαμον· ἡ δ’ ἔτυχε τότε ἁγίας εἰκόνας ἀσπαζομένη καὶ προσκυνοῦσα, ἐτίμα γὰρ διαφερόντως ἀγνοίᾳ τοῦ ξυνευνέτου, τὸ δ’ ἀνθρωπάριον ἐκεῖνο τὰ θεῖα
θεασάμενον ἐκτυπώματα, “τί ταῦτα;” ἤρετο τὴν βασίλισσαν. ἡ δὲ ἀφελῶς πως πρὸς ἐκεῖνο “ταῦτα” εἷπε 180 “τὰ καλά μου νινία.” ἐκεῖθεν οὖν ἐξελθὸν τὸ παράφορον ἐκεῖνο ἀνδράριον εὗρε τὸν Θεόφιλον ἑστιώμενον. ἤρετο οὖν ὁ βασιλεὺς αὐτὸν ὅθεν ἥκει. ὁ δὲ
παρὰ τῇ Μάννᾳ πορευθῆναι ἀντέφησεν, οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν, καὶ ἔχειν αὐτὴν ἔλεγε νινία καλά. εἰκόνας οὖν εἶναι τὰ νινία ὑποτοπήσας ὁ βασιλεύς, ἐξώργιστο καὶ πρὸς τὴν βασιλίδα πνέων θυμοῦ καὶ ὕβρεις ὕβρεις ἐκείνης κατέχεε καὶ εἰδωλολάτριν WIII 117
ὠνόμαζε, τὰ εἰρημένα παρὰ τοῦ Δένδερι διηγούμενος· οὕτω γὰρ τό παρακεκομμένον ἐκεῖνο ἐκαλεῖτο ἀνθρώπιον. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο· 181 “οὐ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις” ἔλεγεν, “ἀλλὰ τῶ κατόπτρῳ μου ἐνατενιζούσης τὰς ἐκεῖθεν ἀντανακλωμένας ἐώρα μορφὰς καὶ ταύτας ωιωία ὠνόμασεν.” οὕτω πιθανῶς τὸν λόγον συμπλάσασα τὴν ὀργὴν τοῦ βασιλέως ἐμάλαξε καὶ τὸν θυμὸν κατεστόρεσεν. ἦν
δὲ τοῖς εὐσεβέσι λίαν βαρύς, σπεύδων πάντας τῆς οἰκείας δυσσεβείας ποιήσασθαι κοινωνούς, καὶ ὥσπερ τοῦ δικαίου διάπυρος ἦν ζηλωτής, οὕτω καὶ τῆς εὐσεβείας, ὡς ἐκείνῳ ἐδόκει, καὶ ἀποστῆσαι τῆς τῶν εἰκόνων τιμῆς ἐφιλονείκει περιμανῶς τὸ ὑπήκοον.
ἐντεῦθεν ἐκόλαζε πλείστους, τῆς εἰδωλομανίας, ὡς ἔλεγεν ἀκολάστῳ γλώσσῃ, αὐτοὺς ἀφιστῶν, καὶ πολλοὺς εἰργάσατο ὁμολογητάς. Ἰωάννην δὲ τὸν σύγκελλον, ὃς αὐτοῦ διδάσκαλος γέγονε καὶ τῆς δυσσε- PII 145 182 ἦν κοινωνός, πρὸς τοὺς Ἀγαρηνοὺς ἐξαπέστειλεν,
ἐπιδείξασθαι σφίσι τὸν πλοῦτον τῆς βασιλείας Ρωμαίων βουλόμενος. στέλλει δ’ αὐτὸν σὺν χρήμασι μάλα πολλοῖς, ὧν τὰ μὲν δῶρα πέπομφε τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ, τὰ δὲ εἰς ὑπηρεσίαν τῷ πεμφθέντι ἀπένειμεν, ἐν οἷς καὶ διττὰ ἐτύγχανον χερνιβόξεστα
χρύσεα τε καὶ διάλιθα καὶ τέχνης ἀκριβοῦς ἐνδεικνύμενα χάριτας. τούτων δὲ πάντων ἐπέκεινα λέγεται δοῦναι αὐτῷ καὶ χρυσοῦ χαράγματα κεντηνάρια τεσσαράκοντα, ἔν ἔχοι δωρεῖσθαι τῶν Ἀγαρηνῶν οἶς βούλοιτο φιλοτίμως τε καὶ δαψιλῶς, κἀντεῦθεν
τοὺς βαρβάρους ἐκπλήττοι, λογιζομένους ὡς εἰ τοσοῦτον οἶ τοῦ ἄνακτος εὐποροῖεν, αὐτὸς ἐκεῖνος 183 πόσου ἄν εἴη κύριος πλούτου. ἀφικόμενος οὖν εἰς τὴν τοῦ Βαγδᾶ πόλιν ὁ σύγκελλος, αὕτη δ’ ἐστὶν ἡ παλαιὰ Βαβυλών, καὶ τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ
εἰς θέαν ἐλθὼν καἰ διαλεχθεὶς καὶ τὰ ἐκ βασιλέως δῶρα προσαγαγών, καὶ διὰ ταῦτα καὶ διὰ τὴν τοῦ λόγου δύναμιν, ἦν γὰρ εἰς διάλεξιν περιδέξιος, καὶ ἐτιμᾶτο καὶ ἐθαυμάζετο. πλέον δ’ ἐξεθάμβησε τοὺς βαρβάρους φιλοτιμότατα πρὸς αὐτοὺς διακείμενος. εἰ γάρ τινες ἐκείνῳ προσῄεσαν ἢ παρὰ τοῦ σφετέρου
στελλόμενοι ἄρχοντος ἢ κατά τινα χρείαν ἄλλην, χρήμασιν αὐτοὺς ἐδεξιοῦτο μεγάλοις, ὡς καὶ χαίρειν καὶ τεθηπέναι τοὺς ταῦτα λαμβάνοντας. ὁμέστιον 184 δέ ποτε τοῦτον τοῦ Ἀμερμουμνῆ ποιουμένου, τὸ ἴν τῶν χρυσῶν ἐκείνων χερνιβοξέστων εἶχεν ἐκεῖ, ὕδωρ
αὐτῷ ἐπιχέων κατὰ χειρός· τοῦτο γοῦν ἀμελῶς κείμενον, οὕτω γὰρ ποιῆσαι τοῖς αὐτοῦ θεράπουσιν ἐνετείλατο, ἔν’ ἀπόληται, παρά του ἐκλάπη. ὡς δὲ ζητοῦ μένον οὐκ ἦν, οἶ βάρβαροι θροῦν ἤγειραν, καὶ τὸ πολύτιμον ἐκείνου καὶ τὸ κάλλος θαυμάζοντες. ὁ
δὲ μὴ μέλειν αὐτῷ περὶ τοῦ ἀπολομένου εἰπὼν τοῖς μὲν βαρβάροις ἔκπληξιν ἐνεποίησε, τοιούτου χρήματος καὶ ἀφροντιστοῦντα ὁρῶσιν αὐτόν, τοῖς δ’ ἑαυτοῦ θεράπουσι τὸ ἕτερον ἐνεγκεῖν προετρέπετο, ὃ κομισθὲν εἰς πλέον θάμβος τοὺς βαρβάρους ἐνῆκεν. 185
ἀντιφιλοτιμούμενος δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς πολλοῖς τὸν Ἰωάννην ἐδεξιοῦτο δωρήμασι, καὶ ἐπὶ πᾶσιν αὐτῷ αἰχμαλώτους παρ’ ἔσχετο· ἑκατόν, ἀμφιάσας αὐτοὺς λαμπροτέροις ἐσθήμασιν. ἐπανελθὼν οὖν ἐκεῖθεν ὁ Ἰωάννης καὶ τῷ βασιλεῖ τὰ ἐκεῖ διη- WIII 118
γούμενος καὶ τῶν ἀρχικῶν οἰκιῶν σχήματά τε καὶ ποικιλίαν, εἰς ἔρωτα κεκίνηκε τοιαῦτα δομήσασθαι. καὶ μέντοι ἐπέταξεν ἐν τῷ Βρύαντι δείμασθαί οἶ ἀνάκτορα τοῖς ἐν Συρίᾳ ἐοικότα ἐν ἅπασι· καὶ ὃς ἐπιστατῶν τοῖς τούτων δομήτορσι, καὶ σχήματα διδάσκων
καὶ μέτρα εὔρους τε καὶ μήκους καὶ ὕψους, PII 146 ταχὺ τὰς οἰκοδομὰς ἐξεπέρανεν.
καταγώγιον. ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι, τὴν ὥραν διαπρεποῦς. τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ’ ἑτέρας πεῖραν λαβεῖν
186 γυναικός, καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ, καὶ ὠμότερος τῶν τιμητῶν τῶν
ἱερῶν ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούντων αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν εἰς δεσμωτήριου· ὡς δ’ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαίσας αὖθις
τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς 187 τοῦ Λαξάρου ἐπιτεθῆναι καρποῖς, ἔνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖ ’ν ὑπέστη ταύτην ὑπὲρ τῶν
σεβαστῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολογητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι
σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος ἐκτύπωμα γράψαι, καὶ οἷον ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὀμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου 188
δυσσέβειαν, ἐκ χρήσεων προφητικῶν τε καὶ γραφμ πρῶτον μὲν σφοδρῶς κατῃκίσατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε, καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ᾿ ἐτύπουν τὰ στίγματα· τὰ δ᾿ ἦσαν ἴαμβοι οὗτοι·
καιροῦ. ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν WIII 119 οὖν καὶ ἕτερα ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαῖοφόρον ἑορτὴν ᾀδόμενον στιχερὸν τὸ “ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί.” πέντε δὲ γατέρων 190 πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος·
ρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν ὠνομασμένην, ἐφ᾿ ἧ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγόμενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμε- νίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότερον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ’ ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύμασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω
δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαινόντων ὡς τῆς βασι- 191 λείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καίσαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἡρίθμητο. ἐπεὶ δ’ υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ, καὶ
ἡ τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται, καὶ τὸ τοῦ Ἀνθεμίου λεγόμενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε καὶ
ἐτάφη ἐκεῖ. τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ’ αὐτῶν, ἔχων μεθ’ ἑαυτοῦ τὸν Θεόφοβον καὶ τὸν Μανουήλ. τὼ δ’ ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πο- 192 λεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ τοῖς
ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ ἀριστεύσας καὶ πρωτοστράτωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεόφοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ’ ἐν τῇ βασιλίδι τῶν πόλεων καὶ παρ’ αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ
γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρσαις βασιλικῆς ἐκφῦναι φυλῆς. έκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι
ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ’ εὑρέθη ζητούμενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ εἰς μέγα τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοικισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς PII 148 193 εἰρημένοις ἀμφοῖν ἀνδράσι πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλήλων ἄγχιστα
ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ᾿ αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπός, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν, ἤ δειλαινόμενος
ἣ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρατευμάτων, πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν στρατεύματος Περσικοῦ καὶ χειρὶ ἐβοήθησε καὶ
στρατηγήμασι τοὺς τῆς Ἅγαρ κατεσοφίσατο. τότε 194 μὲν οὖν ἐπανέζευξεν εἰς τὴν κατεσοφίσατο. ὁ βασιλεύς.
πολὺ μὲν πλῆθος αὐτῶν πέπτωκε, πλείους δ᾿ ἐάλωσαν δοριάλωτοι, ἐν οἶς ἦν καί τις ἀνὴρ τῷ τῶν σχολῶν δομεστίκῳ γνώριμος καὶ μαρτυρούμενος ὑπ᾿ αὐτοῦ ὡς καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος καὶ εὐφυῶς ἱππαζόμενος καὶ δύο μεταχειριζόμενος δόρατα.
θριάμβου τοίνυν ἐπὶ τῇ νίκῃ καταγομένου ἐν WIII 120 ἱππηλασίας ἀγῶνι, τὸν ἐπαινούμενον ἐκεῖνον Ἀγαρηνὸν 195 ἱππάσασθαι καὶ τὰ δύο μεταχειρίσασθαι δόρατα ἐκέλευσεν ὁ κρατῶν. καὶ ὃς ἐπεδείκνυτο κατὰ τὸ κέλευσμα τοῖς ὁρῶσι τὸ ἀμφοτεροδέξιον. καὶ ὁ
βασιλεὺς τοῦτον ἐπῄνει τε καὶ ἐθαύμασεν. ὁ γοῦν Κρατερὸς Θεόδωρος, ὃς μετ᾿ ὀλίγον τῷ μαρτυρικῷ κατεκοσμήθη στεφάνῳ, τῶν τεσσαράκοντα δύο μαρ- τυρῶν εἶς ὤν, παρεστὼς τότε τῷ Θεοφίλῳ ἐχλεύαζε τὸν ἀγαρηνόν. ὀργῆς δ’ ἐπὶ τῇ χλεύῃ πλησθεὶς ὁ κρατῶν ‘σὺ δ᾿ ” ἴφη “ὦ θηλυδρία, ἐκτομίας γὰρ ὁ Κρατερὸς ἐτύγχανεν ὤν, ἐνδείξῃ τοιοῦτόν τι;” καὶ ὁ Κρατερὸς “δύο μέν’ ἴφη “δόρατα στρέφειν οὐκ
196 ἤσκησα, ὅτι μηδὲ δεῖ τῇ μάχῃ παιγνίων, ἀλλὰ σπουδῆς, ἔν δὲ μεταχειριζόμενος, σὺν θεῷ δ’ εἰρήσθω, τοῦτον καταβαλῶ.” ἐκμανεὶς δ’ ἐπὶ τῷ λόγῳ ὁ βασιλεὺς καὶ ὀμόσας καθ’ ἑαυτοῦ “ἦ μῆν’ ἔφη “τεθνήξῃ, εἰ μὴ αὐτίκα τοῦτον καταβαλεῖς.” ὁ δὲ μὴ
ὑπερθέμενος καὶ συνεμαχέσατο τῷ Ἀγαρηνῷ καὶ τοῦ ἵππου κατέβαλε. πάλιν οὖν τῷ βασιλεῖ στρατεία κατὰ τῶν Ἀγαρηνῶν, καὶ πάλιν μάχη, καὶ τό τῆς μάχης τέλος τοῖς Ῥωμαίοις οὐκ ἀγαθόν. μικροῦ γὰρ ἀπήχθη ἂν καὶ ὁ βασιλεὺς δοριάλωτος παρὰ τῶν
Ἰσμαηλιτῶν κυκλωθείς. ὡς δ’ ἔγνω τοῦτο ὁ Μανουήλ, ἐμβοησάμενος τοὺς περὶ αὐτὸν μέσον εἰσελαύνει τῶν πολεμίων, καὶ τῷ βασιλεῖ φησίν “ἀκολούθει μοι”· ἵστατο γὰρ ἐκ δειλίας ἀπεγνωκώς. ὁ δὲ PII 149 197 δειλίαν ἐπιχρωννύς, μὴ βούλεσθαι φυγεῖν ἔφη
καταλιπὼν τὸν λαόν. ἐπεὶ δὲ πολλάκις ἐξελθεῖν τῆς μάχης παρακαλούμενος, ὥσπερ πεπεδημένος τῇ πτοίᾳ εἱστήκει, ὁ Μανουὴλ τὸ ξίφος σπασάμενος “εἰ μὴ ἕποιό μοι” φησίν, “αὐτίκα σε ἀνελῶ· κρεῖσσον γάρ σε θανεῖν ἢ ληφθῆναι τοῖς ἐναντίοις αἰχμάλωτον καὶ
τοιοῦτον αἶσχος τῇ πολιτείᾳ ‘Ρωμαίων περιποιήσασθαι.” ταύταις οὖν ταῖς τοῦ Μανουὴλ ἀπειλαῖς μόλις τῆς ἐκ τοῦ φόβου νάρκης λυθεὶς καὶ ἀκολουθήσας αὐτῷ, διεσώθη· ὅθεν σωτῆρα τὸν ἄνδρα ἐκάλει καί οἶ τὰ σῶστρα δαψιλῶς ἀπετίννυεν. οὐκ εἰς μακρὰν
δ’ αἶ τῶν βασκάνων γλῶσσαι τὴν γνώμην τοῦ βασι- 198 λέως κατὰ τοῦ Μανουὴλ εἰς τοὐναντίον ἐτρέψαντο. διέβαλον γὰρ αὐτὸν ὡς τυραννίδι ἐπιχειροῦντα, καὶ ἤδη ταῖς διαβολαῖς ἐπέπειστο ὁ Θεόφιλος καὶ τὸν Μανουὴλ ἐκτυφλῶσαι διανενόητο. γνοὺς δ’ ἐκεῖνος τὸ μελετώμενον ἀπέδρα, καὶ ἀγχοῦ που γενόμενος
τοῖς Ἀγαρηνοῖς δηλοῖ τῷ αὐτῶν ἀρχηγῷ ὅστις ἐστί, καὶ ὡς εἰ λήψεται πίστεις μὴ βιασθῆναι τὴν οἰκείαν θρησκείαν ἐξομόσασθαι, προσελεύσεταί οἶ. ὁ δὲ αὐτίκα πίστεις τε δίδωσι καὶ περιχαρῶς αὐτὸν ὑποδέχεται. καὶ ὁ Μανουὴλ ἐκεῖσε γενόμενος καὶ στράτευμα
πιστευθείς, πολλὰς ἀριστείας κατὰ Περσῶν εἰργάσατο καὶ μεγάλα τρόπαια ἔστησε, καὶ ἐφιλεῖτο παρὰ τῶν τῆς γα καὶ ἐθαυμάζετο. ὁ δὲ Θεόφιλος καὶ ἐλυπεῖτο διὰ τὸν Μανουὴλ καὶ ἐφρόντιζεν ὅπως 199 αὐτὸν ἐκεῖθεν μετακαλέσεται. πίστεις οὖν αὐτῷ καὶ
δι’ ὅρκου καὶ δι’ ἐγγράφου χρυσοσημάντου μετά τινος μοναχοῦ στείλας ἐπανελεῖν προετρέπετο. καὶ ὃς ἐπανῆλθε, τὸ δ’ ὅπως διηγητέον· ἔστι γὰρ οὐκ ἄχαρι πρὸς διήγησιν. ἐντυχὼν τῷ τὰς πίστεις ἐκ βασιλέως αὐτῷ κομίζοντι μοναχῷ, καὶ συνθέμενος
ὑποστρέψαι, πρόσεισι τῷ τῶν Ἰσμαηλιτῶν ἀρχηγῷ καὶ αἰτεῖται στράτευμά οἱ δοθῆναι, ἵνα κατὰ τὴν Καππαδοκίαν γενόμενος ἀνταποδοίη τοῖς εἰς τὸν βασιλέα κατειποῦσιν αὐτοῦ, ἐκεῖ γὰρ ἔλεγεν οἰκεῖν τοὺς κατηγόρους αὐτοῦ, ἠξίου δὲ τὸν ἀρχηγὸν τὸν
Ἀγαρηνῶν καὶ τὸν υἱὸν αὐτοῦ συνεκπέμψαι αὐτῷ, “ἵνα σοι τοῦτον” λέγων “γυμνάσω πρὸς τὰ πολέμια. ὁ δὲ πείθεται καὶ τὸν οἰκεῖον αὐτῷ σὺν ἐκπέμπει 200 υἱόν· ἐθάρρει γὰρ τῷ Μανουὴλ καὶ ἐπίστευε. κἀκεῖνος ἀπῄει, καὶ ἤδη τοῖς Ῥωμαϊκοῖς ἐγγίσας ὁρίοις
τοῦ ἄρχοντος τὸν ἐκ τῆς Ἄγαρ υἱὸν συμπαραλαβὼν WIII 121 μετ’ ὀλίγων Σαρακηνῶν ἐξῄει δῆθεν πρὸς κυνηγέσιον, πολλῶν αὐτῷ θεραπόντων συνεπομένων. ὡς γοῦν ἐντὸς χώρας Ῥωμαίων ἐγένετο, τῷ υἱῷ τοῦ Ἰσμαηλίτου περιπλακείς, “σὺ μέν” ἔφη “τέκνον, ὑπόστρεφε πρὸς τὰ σά, ἐγὼ δὲ πρὸς Ῥωμαίους πορεύσομαι.” ἐπανελθὼν δ’ εἰς τὴν μεγαλόπολιν, περιχαρῶς ἐδέχθη παρὰ τοῦ αὐτοκράτορος καὶ μάγιστρος
PII 150 201 αὐτίκα τετίμητο, καὶ ἐκ τοῦ ἁγίου βαπτίσματος τὸν τοῦ βασιλέως υἱὸν Μιχαὴλ ἐδέξατο, ὃν ὁ πατὴρ καὶ διαδήματι ἔστεψε καὶ βασιλέα Ῥωμαίων ἀνεῖπε. τοῦ πατριάρχου δὲ Ἀντωνίου τὴν ζωὴν καταστρέψαντος, ὃς ἔτη τῆς ἐκκλησίας ἐκράτησε δεκα-
Ἰωάννης, ὃν ὁ λόγος ἤδη προείρηκε διδάσκαλον γενέσθαι τοῦ Θεοφίλου καὶ συναιρεσιώτην, προχειρίζεται πατριάρχης, ὃν καὶ Ἰάννην ἐκάλουν οἶ τότε, καὶ διὰ τὴν αἵρεσιν καὶ διὰ γοητείας· ἢν γὰρ αὐταῖς ἐντριβής. τὸν δὲ ἱερώτατον Μεθόδιον, ὃς
ὕστερον καὶ τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, 202 μὴ πειθόμενον συνθέσθαι τῇ κακοδοξίᾳ αὐτοῦ, μετὰ μαστίξεις πολλὰς καὶ τῶν σιαγόνων αὐτοῦ σύνθλασιν καὶ τῶν ὀδόντων ἐκρίζωσιν, εἰς τὴν Πάνορμον νῆσον, ἣ νῦν τοῦ Ἀντιγόνου καλεῖται, ὁ δυσσεβὴς
ὑπερορίζει Θεόφιλος, καὶ ἐντὸς καθείργνυσι μνήματος μετὰ δύο λῃστῶν· ὧν τοῦ ἑνὸς θανόντος, ὅσην ὁ ἅγιος ἐκ τῆς δυσώδους τοῦ τεθνεῶτος ἀποφορᾶς ὑπήνεγκε βίαν καὶ ἀηδίαν οὐκ ἄν τις λόγος ἱκανῶς διαγράψαιτο. ἐκεῖ τοίνυν ἐγκεκλεισμένου τοῦ ἀοιδίμου
ἐκείνου πατρός, καὶ οἱ αὐτάδελφοι, ὅ τε Θεοφάνης καὶ ὁ Θεόδωρος, μετὰ τὴν τῶν προσώπων κατάστιξιν ὑπεροριζόμενοι καὶ κατὰ τὸν Κάρτα λιμένα 203 καταλύσαντες διά τινος ἁλιέως συνήθους τῷ Μεθοδίῳ ἐπιστέλλουσι ταῦτα,
αὐτῷ καὶ τοῦ βασιλέως. φιλοπονῶν γὰρ ὁ Θεόφιλος καὶ ἀναγινώσκων ἠρώτα τὸν ἱερὸν Μεθόδιον περὶ ὧν ἀμφιβάλλων ἦν· διὸ καὶ ἐν ταῖς ἀποδημίαις ἀεὶ συνόντα εἶχεν αὐτόν.
καὶ πάλιν ἦρε τὰ ὅπλα, καὶ πολλὰ τῆς Συρίας ἐξεπόρθησε καὶ πόλεων ἐκράτησε, καὶ αὐτῆς τῆς Σωζοπέτρας, ἣ πατρὶς ἐτύγχανε τοῦ Ἀμερμουμνῆ, καὶ ταῦτα πολλὰ δεομένου ἐκείνου φείσασθαι τῆς PII 151 205 πατρίδος αὐτοῦ. ὁ μὲν οὖν βασιλεὺς ἀνέζευξεν εὐτυχῶς.
ὁ Θεόφοβος δὲ καταλειφθείς, ὥστε τὰ τῶν στρατευμάτων οἰκονομήσασθαι, ἐπεὶ τὸ τῶν Περσῶν ὑστέρησε σιτηρέσιον, στράτευμα γὰρ ἦν τῷ βασιλεῖ Περσικόν, περιαλγησάντων διὰ τοῦτο τῶν Περσῶν, βασιλεὺς παρ’ αὐτῶν ἀνερρήθη καὶ ἄκων, μᾶλλον
δὲ καὶ παρακαλῶν αὐτοῦ ’ς μεθεῖναι τῆς ἀπονοίας, μὴ καὶ ἑαυτοὺς καὶ ἑαυτὸν ἐσχάτοις κακοῖς περιβάλωσιν· ἀλλ’ οὐκ ἔπειθε. στέλλει γοῦν πρὸς τὸν βασιλέα, τοῦτο τοὺ ’ς Πέρσας ἀποκρυψάμενος, γνωρίζων τὸ γεγονὸς καὶ μηδέν τι κατ’ αὐτοῦ ὑποπτεύειν πληροφορῶν.
καὶ ἐπανελθὼν πρόσεισι τῷ βασιλεῖ, αὐ- WIII 122 τὸς μὲν ἀποδεχθεὶς εὐμενέστατα καὶ τὴν προτέραν εὐετηρίαν ἀπειληφώς. καὶ οἱ Πέρσαι δὲ συγγνώμης 206 πάντες ἠξίωντο καὶ οὐδέν τι αὐτοῖς ἐπήνεκτο ἕτερον ἢ ὅτι οὐχ ὁμοῦ πάντες εἶναι εἰάθησαν, ἀλλ’ ἐς μυριάδας συναγόμενοι τρεῖς διῃρέθησαν, καὶ ἑκάστω θέματι χιλιάδες δύο ἀπενεμήθησαν, ὥστε τοῖς τῶν θεμάτων στρατηγοῖς καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι.
τὰ μὲν οὖν περὶ τοὺς Πέρσας καὶ τὸν Θεόφοβον ἦσαν ἐν τούτοις. τοῦ δὲ Ἀμερμουμνῆ τοσοῦτον καθήψατο ἡ τῆς αὐτοῦ πατρίδος ἐκπόρθησις ὡς μὴ ἀνεκτὴν εἶναι αὐτῷ τὴν ζωήν, εἰ μὴ ἀμύνοιτο δι’ αὐτὴν τὸν Θεόφιλον. μαθὼν οὖν πατρίδα εἶναι αὐτοῦ
τὸ Ἀμόριον, ἐπ’ αὐτὸ στρατεύσασθαι ἔγνωκε. 207 καὶ ὁ βασιλεὺς τοῦτο γνούς, αὐτὸ κατωχύρωσεν ἄλλως τε καὶ στρατευμάτων ἀποστολῇ, ὧν ἦρχον Θεόδωρος ὁ Κράτερός, οὗ πρὸ μικροῦ ἡ ἱστορία ἐμνήσθη, καὶ οἱ λοιποί, οἱ καὶ τὸν τοῦ μαρτυρίου
δρόμον ἐξήνυσαν παρὰ Ἀγαρηνοῖς, τεσσαράκοντα καὶ δύο πάντες τυγχάνοντες. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς ὑπαντιάσων τοῖς ἐκ τῆς Ἅγαρ, καὶ ὁ μὲν τῷ τοῦ Ἀμερμουμνῆ υἱῷ συμβαλὼν μετὰ στρατιᾶς ἀξιομάχου ἥκοντι τρέπεται. νυκτὸς δ’ ἐπιγενομένης
ὁ Μανουὴλ τὰς φυλακὰς τοῦ στρατοπέδου περιιών, ἤκουσέ τινων τῶν Περσῶν περὶ προδοσίας τοῖς Ἀγαρηνοῖς διαλεγομένων, συνίει γὰρ τὴν τούτων διάλεκτον, καὶ τοῦτο τῷ βασιλεῖ ἀπηγγέλκει, καὶ 208 πέπεικεν ἐξαναστῆναι τοῦ στρατοπέδου κατὰ τὸ
περίορθρον. καὶ ὁ μὲν ἀπῄει ὅλον ἐνδοὺς τῷ ἵππῳ τὸν χαλινόν. ὁ δ’ Ἀμερμουμνῆς ἐξ ἐκείνου ἀμερίμνως τῇ τοῦ Ἀμορίου ἐπικεχειρήκει πολιορκίᾳ, καὶ ἐνδελεχέστατα τὰς προσβολὰς τῇ πόλει πεποίητο· ἤνυε δ’ οὐδέν, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων,
ὥστε καὶ ἀπελπίσαι τὴν ταύτης ἅλωσιν τοὺς Ἀγαρηνούς, καὶ ἀπηλλάγησαν ἂν καὶ ἡ πόλις οὐκ ἂν ἐπεπόρθητο, εἰ μή τις τῶν ἔνδον δι᾿ ἔριν τινὰ ἐκμανεὶς προδότης ταύτης ἐγένετο, ᾧ Βοϊδίτζης ἦν τὸ ἐπώνυμον. ἁλόντος δὲ τοῦ ἄστεος, ὅσος οὖν ἀνῃρέθη λαὸς οὐκ ἔστιν εἰπεῖν. γυναῖκες δὲ καὶ
παῖδες καὶ μειρακίσκοι εἰς πολλὰς χιλιάδας συναριθμούμενοι ἀπήχθησαν δοριάλωτοι καὶ οἶ τῶν ἐκεῖ στρατηγούντων ἔξοχοι, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ ὁ Κρατερὸς Θεόδωρος οἱ πατρίκιοι, καὶ PII 152 209 ἄλλοι πολλοὶ τῶν έν στρατηγίαις διαπρεπόντων καὶ A
περιφανῶν ἐξ ἀξιωμάτων τιμῆς. ταῦτα μαθὼν ὁ Θεόφιλος, ἐν γὰρ τῷ Δορυλαίῳ διῆγε, πρέσβεις πρὸς τὸν τῶν Ἰσμαηλιτῶν ἐκπέπομφεν ἀρχηγόν, ἀποδοθῆναι αὐτῷ τοὺς ἐπιφανεῖς τῶν ἁλόντων αὐτῶν καὶ τοὺς αὐτῷ κατὰ γένος προσήκοντας κεντηναρίων πρὸς
τέτταρσιν εἴκοσιν. ὁ δὲ τοὺς πρέσβεις ἰταμῶς ἀπεπέμψατο, “ἀνόητος ἂν εἴην” εἰπών, “εἰ περὶ χίλιά μοι τῆς ἐν τῇ στρατείᾳ δαπάνης κεντηνάρια γεγονυίας αὐτὸς τοσαῦτα λαβὼν ἀποδοίην τοὺς αἰχμαλώτους.” ὡς δ’ ἐπανῆλθον οἱ πρέσβεις ἄπρακτοι,
οὕτως ἡ συμφορὰ καθίκετο τῆς τοῦ Θεοφίλου ψυχῆς ὡς μηδὲν αὐτῷ πρὸς ταύτην εὑρίσκεσθαι παρηγόρημα, 210 ἀλλὰ καὶ τροφῆς ἀποσχέσθαι καὶ μή τι πόμα προσίεσθαι ἠ’ μόνον ὕδωρ ψυχρότατον καὶ οἶον τὸ ἐκ χιόνος· τούτῳ δὲ χρώμενος συνεχῶς ἐπέπληκτο τὰ
ἐντὸς καί οἶ δυσεντερίας νόσος ἐνέσκηψε. καταλαβὼν δὲ τὰ βασίλεια, καὶ ἤδη γνοὺς ἑαυτῷ τὴν σωτηρίαν ἀνέλπιστον, μετακαλεῖται τὴν σύγκλητον, καὶ ἠξίου πίστιν εἰς τὴν σύζυγον καὶ τὸν παῖδα ἐνδείξασθαι καὶ διατηρῆσαι σφίσι τὴν ἀρχὴν τὴν βασίλειον· οἱ δὲ κατετίθεντο. τούτων δὲ γεγονότων οὕ-
αὐτοκράτορος δεδαπάνητο καὶ ἐξέλιπεν ἡ ἰσχύς, δείσας μὴ αὐτοῦ θανόντος ἐπίθοιτο τυραννίδι, καθείρηνυσιν αὐτὸν περὶ τὰ βασίλεια, καὶ ἐπεὶ τὴν ζωὴν ἑαυτοῦ ἐκ λεπτοῦ μίτου ἠρτῆσθαι διέγνωκε καὶ ἄρτι ἐκλείπειν, ἀναιρεθῆναι κεκέλευκε τὸν Θεόφοβον
καὶ κομισθῆναί οἱ τὴν αὐτοῦ κεφαλήν· ἧς κομισθείσης ἐπιθεῖναι λόγος αὐτῇ τὴν χεῖρα τὸν βασιλέα καὶ ἁψάμενον τῶν ταύτης τριχῶν ἐπειπεῖν, Γ’ ὡς ἀπὸ τοῦδε οὔτ’ ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφο- 213 βος·” καὶ ἐπὶ τούτοις ἐξηρεύξατο τὴν ψυχήν, βασιλεύσας
ἐνιαυτοὺς δυοκαίδεκα ἐπὶ μησὶ τρισί, πολλὰ τὴν σύμβιον καὶ τὴν ἐπὶ τοῦ Κανικλείου Θεόκτιστον παραδυναστεύοντα τότε ἀξιώσας μὴ παραχωρῆσαι τὰς σεπτὰς ἀναστηλωθῆναι εἰκόνας, μηδὲ τὸν πατριάρχην Ἰωάννην τῆς ἐκκλησίας διωχθῆναι.
214
Epitome historiarum (Vol. 1). Joannes Zonaras. ed. Ludwig Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.