ὡς χρησίμου μνημονεύωμεν, ὅταν κρίνῃ ὁ θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἀρχὴν ἀπολέσι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑποστῆναι· οὐδὲν τούτων οἷόν τε ἐστὶ παθεῖν ἡμᾶς, μὴ κρίνοντος τοῦ θεοῦ. ἐπεὶ οὐν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος θεοῦ, λέγεται πρὸς τὸν παθόντα· μὴ ἀποποιοῦ μου τὸ κρίμα, τουτέστι
μὴ ἀπαρνοῦ ὅπερ ἔκρινα περὶ σοῦ.] μὴ νομίσῃς, φησίν, ταῦτα ἅπερ ὑπέμεινας, ἀλόγως κεκρίσθαι μοι, ἀλλὰ προεισομένου μου τὸ συμφέρον σοι· προσέθηκα γὰρ τοῖς πειρασμοῖς τὸν χρηματισμὸν οὐκ 1 2 ἄλλου τινὸς ἕνεκεν, ἢ ἵνα δίκαιος ἀναφανῇς, ὅ ἐστι δειχθῇς ὅπερ ἠς.
Fragmenta In Job (In Catenis). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.