οὐχ ὡς πηγὴν τῆς θαλάσσης ἐχούσης, ἀλλ' ὡς μὴ ἐκλειπούσης, καθάπερ πηγὴν ἐχούσης.] εἰς ἄβυσσον πολλοὶ καταβεβήκασιν· καταβεβήκασι δέ, ὥστε δέσμιοι εἶναι, οὐχ ὥστε περιπατεῖν ἐν αὐτῇ. Ἰησοῦς μόνος ἐν ἀβύσσῳ περιεπάτησεν ὡς ἐλεύθερος. ὅπου ἴχνη περιπατούντων οὐκ ἔνι [εἵλετο γὰρ θάνατον, οὐχ ὑπεύθυνος ὤν, ἵνα
τοὺς ὑποκειμένους θανάτῶ λυτρώσηται]. καὶ λέγει τοῖς ἐν δεσμοῖς· ἐξέλθατε [καὶ τοῖς ἐν σκότει· ἀνακαλύφθητε«, ᾧ καὶ τὰ ἑξῆς συμφωνοῦσιν].
Fragmenta In Job (In Catenis). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.