ἤρξατο δημιουργεῖσθαι.
σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί«. χιλίων γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέραν ἐν ὀφθαλμοῖς θεοῦ, ἀπὸ τῆς τοῦ κόσμου γενέσεως μέχρι καταπαύσεως . . μέχρις ἡμῶν, ὡς οἱ περὶ ἓξ ἡμέραι συμπεραιοῦνται (ἑξακισχιλιοστὸν
ἑβδομάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν). οὐκοῦν αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ’ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾖ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. ὧν ὁ θεὸς 1 2 άνώτερον κατὰ τὴν σφῶν αὐτῶν ἄνοιαν οὐδὲν ούδαμῶς ἐγεγύμνωτο τοῦ πατὴρ καὶ παντοκράτωρ εἶναι. εἰ δὲ καὶ τρισκαίδεκά εἰσιν ἡμέραι ἐν όφθαλμοῖς θεοῦ ἀπὸ γενέσεως κόσμου, πῶς φησιν ἡ ἐν τῷ Σειρὰχ σοφία »ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ
καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;« Ταῦτά φησιν ὁ Ὠριγένης σπουδάζων, καὶ ὅρα οἷα παίζει.
De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.