πάντα ἃ εἰς γένεσιν ἠλθον εἶναι ταύτης νεώτερα, ἐπεὶ καὶ δι᾿ αὐτῆς γεγόνασιν. ἐπίστησον γὰρ εἰ μὴ καὶ τό »ἐν ἀρχῇ ἦν λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν‘ κατὰ τὸν εὐαγγελιστήν »καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν«, εἰ μὴ τούτοις ὁμαρτεῖ.
τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾦ ἦν· τῷ δέ οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν‘ τὸ ἐξουσιαστικὸν τοῦ λόγου, ὃ εἶχε παρὰ τῷ πατρὶ καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν, ἔοικε σημαίνειν, τὴν τὴν ἀρχὴν εἰπών. οὐκοῦν ἀρχὴ μετὰ τὴν ἰδίαν ἄναρχον ἀρχήν, τὸν πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δἰ ἡς
ἅπαντα δημιουργεῖται.
De Creatis (Fragmenta Ap. Photium, Bibl. Cod. 235). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.