καλεσάμενος ἐντέχνως εἴς ὄρεξιν καταπεσεῖν τῶν κεκωλυμένων.
δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ ηὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον«, ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν θεὸν καὶ διαστείλασθαί μοι ἅ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος.
ἵνα πειθόμενος αὐτῇ καὶ κατ’ αὐτὴν βιοὺς ἀπήμονα καὶ μακαριστότατον δι῾ αἰῶνος καὶ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντί <μοι> αὐτὴν εἰς θάνατον ἀπέβη καὶ ἐπειδὴ ὁ διάβολος, ὅν ἁμαρτίαν νῦν οὗτος ἐκάλεσε διὰ τὸ δημιουργὸν 1 2 αὐτὸν ἁμαρτίας ὑπάρχειν καὶ εὑρετήν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς Παρακοὴν ἐξηπάτησέ | με καὶ ἀπατήσας ἀπέκτεινεν, 583 ὑπεύθυνον τῷ »ᾖ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε« κατακρίματι γενέσθαι κατεργρσάμενος.
ἡ ἐντολὴ« τοῦ θεοῦ »ἁγία δικαία καὶ ἁγαθή« ὅτι μὴ ἐπὶ τῷ βλάψαι, ἀλλ᾿ ἐπὶ τῷ σῷσαι ἐδόθη. μὴ γὰρ οἰώμεθα ὅλως ἀνωφελές τι ποιεῖν ἢ βλαβερὸν τὸν θεόν. τί οὖν;
ἐγένετο τῇ φθορᾷ καὶ ἐναπομάξασθαι κῆρας ὀλέθρου αἰτία· ἀλλὰ ὁ διόβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκευάσας, ἴνα γένηται καὶ ἐλεγχθῇ καθ’ ὑπερβολὴν ὁ εὑρετὴς καὶ τέκτων τῆς ἁμαρτίας ἁμαρτωλός, καὶ διορισθᾖ ἀπὸ τοῦ καλοῦ ὁ τἀναντία τῆς ἐντολῆς τοῦ θεοῦ ἐπιτροπεύσας.
διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν‘. οἶον, ἐγὼ δὲ »σάρκινος« ὢν καὶ έν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αύτεξούσιος, έν ἐπ᾿ ἐμοὶ <τὸ> ἑλέσθαι ὅ βούλομαι ᾖ »τέθεικα« γάρ φησι »πρὸ 3 4 ώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον«), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου, οἶον τῆς ἐντολῆς, ὑπακοῦσαι δὲ τοῦ ὑλικοῦμ, οἶον τοῦ ὄφεως τῆς συμβουλίας, »πέπραμαι«, διὰ τὴν τοιαύτην αἵρεσιν πεσὼν »ὑπὸ τὴν ἁμαρτίαν«, τῷ διαβόλῳ. ὅθεν ἐντεῦθεν πολιορκῆσάν
με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ἐν σαρκί μου, καθάπερ κηφὴν ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ.
μισῶ« λεγόμενον οὐκ ἐπὶ τοῦ τελεσιουργῆσαι τὸ φαῦλον καὶ δρᾶσαι παραληπτέον, ἀλλ’ ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι, λογισμῶν ἀνοικείων ἡμῖν προσιπταμένων πλεονάκις καὶ ἐμφανταζόντων ἡμᾶς πρὸς ἄ μὴ θέλομεν, τῆς ψυχῆς τοῖς λογισμοῖς περὶ πολλὰ περιαγομένης.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.