τις μηδὲ ἐνδεής ἐστι, τούτου ἐπιθυμεῖ καὶ ἐρᾷ; ὅθεν διὰ τοῦτο τὴν ἐπιθυμίαν οὐκ ῇδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιδυμήσεις«. ἀκούσαντες γάρ »ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ. ᾐ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, δανάτῳ άποθανεῖσθε«, τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐνεκίσσησαν. οὐ
γὰρ ὡν ἔχει καὶ ὡν ἐξουσιάζει καὶ κέχρηται αὐτοῖς ὁ ἐπιθυμῶν ἐπιθυμεῖ, ἀλλ᾿ ὡν κεκώλυται καὶ ἀφῄρηται καὶ οὐκ ἔχει. διὸ δὴ καλῶς »τὴν ἐπιθυμίαν οὐκ ᾔδειν« ἐλέχθη »εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις‘ ὃ δή ἐστιν, εἰ μὴ εἴρητο »οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ«. ἐντεῦθεν γὰρ 1 2 ἐκτήσατο τόπον καὶ ἀφορμὴν εἰσελθεῖν εἰς τὸ διαπαῖξαί με καὶ παρατρέψασθαι ἡ ἀμαρτία.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.