ἀεὶ τοῦ αὐτοῦ ὄντος (οὐ τοῦ κατὰ ψυχὴν μόνον ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ᾿ ἡμᾶς οὔτ᾿ ἐπεισαγόμενόν τι ἔχει ποτέ), κἂν ῥευστὴ ᾗ ἡ φύσις τοῦ σώματος) τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶναι, ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας, καθ᾿ ἣν ποιότητα καὶ 1 2 3 οὐλαὶ ἐκ παίλων παραμένουσι τοῖς σώμασι καὶ ἄλλα τινὰ ἰδιώματα <ἐν τῷ σώματι>, φακοὶ καὶ ἐπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον. τοῦτο τὸ εἶδος, καθ᾿ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον,
οὐ πάντως δὲ τόδε τὸ ἐκτεταγμένον τὸ κατὰ τὴν πρώτην ὐποκείμενον.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.