πάντα τὸν φιλαλήθη περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῷσαί τε καὶ τὴν τῶν ἀρχαίων παράδοσιν, καὶ φυλάξασθαι μὴ ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοημάτων, ἀδυνάτων τε ἅμα καὶ θεοῦ ἀναξίων.
εἰς αὐτό, καὶ ἀπεκκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζῴων, τὸ ὑλικὸν ὑποκείμενον οὐδέποτε ἔχει ταὐτόν.
ἀεὶ τοῦ αὐτοῦ ὄντος (οὐ τοῦ κατὰ ψυχὴν μόνον ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ᾿ ἡμᾶς οὔτ᾿ ἐπεισαγόμενόν τι ἔχει ποτέ), κἂν ῥευστὴ ᾗ ἡ φύσις τοῦ σώματος) τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶναι, ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας, καθ᾿ ἣν ποιότητα καὶ 1 2 3 οὐλαὶ ἐκ παίλων παραμένουσι τοῖς σώμασι καὶ ἄλλα τινὰ ἰδιώματα <ἐν τῷ σώματι>, φακοὶ καὶ ἐπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον. τοῦτο τὸ εἶδος, καθ᾿ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, ὃ ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον,
οὐ πάντως δὲ τόδε τὸ ἐκτεταγμένον τὸ κατὰ τὴν πρώτην ὐποκείμενον.
γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι σώμασι καταλλήλοις τοῖς τόποις. καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύδρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἡμᾶς ἔδει βράγχια ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν, οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν καὶ ἐν τόποις διαφόροις ἔσεσθαι, ἀναγκαῖον χρῆσθαι 4 5 σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀρανιζομένου, κἂν ἐπὶ ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή, ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος καὶ Μωυσέως καὶ Ἠλίου, οὐχ ἔτερον ἐν τῇ μεταμορφώσει παρ’ ὃ ἦν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.