διδάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν καὶ κατεργάζεσθαι, διὰ τό »οὐ γὰρ ὅ θέλω ποιῶ« λελέχθαι »ἀγαθόν, ἀλλ’ ὅ οὐ θέλω κακόν, τοῦτο πράσσω«, ἀξιώσομέν που, εἰ ἀληθῆ γέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὅ ἐμίσει ὁ ἀπόστολος
καὶ ὃ οὐκ ἐβούλετο μὲν ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθὸν ὅ μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλ’ ἀντιστρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις, οὐ τὸ ἀγΜὸν ὅ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὅ μὴ ἤθελεν ἐποίει.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.