διδάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν καὶ κατεργάζεσθαι, διὰ τό »οὐ γὰρ ὅ θέλω ποιῶ« λελέχθαι »ἀγαθόν, ἀλλ’ ὅ οὐ θέλω κακόν, τοῦτο πράσσω«, ἀξιώσομέν που, εἰ ἀληθῆ γέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὅ ἐμίσει ὁ ἀπόστολος
καὶ ὃ οὐκ ἐβούλετο μὲν ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθὸν ὅ μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλ’ ἀντιστρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις, οὐ τὸ ἀγΜὸν ὅ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὅ μὴ ἤθελεν ἐποίει.
ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάντας εἰς τὸ μὴ ἀνομεῖν οὐ μόνον τοὺς ποιοῦντας καὶ ἐπιτηδεύοντας τὰ ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς ἁμαρτίας ἐν ἡμῖν τὸ δίκαιον ἀσκεῖσθαι διαμιλλώμενος. Πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς
σαρκός.
τάπασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρέπων »μιμηταί μου« ἀποφαίνεται »γίνεσθε καθάπερ κἀγὼ Χριστοῦ«.
ἀποσοβεῖν, μηδὲν ὄλως εἰς τὸ ποιῆσαι τὰ ὑπ᾿ αὐτῶν ὑπηχούμενα νεύοντας. ἵνα γὰρ ἐγκριθῶμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πάσαις ἡδοναῖς καὶ λύπαις δοκιμασθέντες εἰ μὴ μεταβαλλοίμεθα, ἀλλὰ πανταχοῦ καθάπερ ἀκήρατος χρυσὸς διὰ πυρὸς βασανιζόμενος οὐκ ἐξιστάμεθα τῆς οἰκείας ἀρετῆς, συμβαίνει <τὸ> διοχλεῖσθαι τὸν
ὑπὸ πολλῶν.
ἀπώσωνται τῶν ὅρων ἔξω.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.