διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. »ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν‘. οἶον, ἐγὼ δὲ »σάρκινος« ὢν καὶ έν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αύτεξούσιος, έν ἐπ᾿ ἐμοὶ <τὸ> ἑλέσθαι ὅ βούλομαι ᾖ »τέθεικα« γάρ φησι »πρὸ 1 2 ώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον«), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου, οἶον τῆς ἐντολῆς, ὑπακοῦσαι δὲ τοῦ ὑλικοῦμ, οἶον τοῦ ὄφεως τῆς συμβουλίας, »πέπραμαι«, διὰ τὴν τοιαύτην αἵρεσιν πεσὼν »ὑπὸ τὴν ἁμαρτίαν«, τῷ διαβόλῳ. ὅθεν ἐντεῦθεν πολιορκῆσάν
με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ἐν σαρκί μου, καθάπερ κηφὴν ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.